4 ΔΕΚΕΜΒΡΙΟΥ 2011
† ΚΥΡΙΑΚΗ ΚΕ´ (Ι´ ΛΟΥΚΑ)
Βαρβάρας μεγαλομάρτυρος (†306), Ἰωάννου ὁσίου τοῦ Δαμασκηνοῦ (†760).
Σεραφεὶμ Φαναρίου ἱερομάρτυρος (†1601).
Ἦχος πλ. δ´. Ἑωθινὸν Γ´.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,
Συναπτὴ μεγάλη, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος πλ. δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ΑΠΟΛΥΤΙΚΙΑ
Τὸ Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς
τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι.
Τῆς Μεγαλομάρτυρος. Ἦχος δ´.
Βαρβάραν τὴν ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤ‐
ῥύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος.
\Δόξα. Τοῦ Ὁσίου. Ἦχος πλ. δ´.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν
μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Ἰωάννη σοφέ, ταῖς διδαχαῖς σου πάντας
ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ δι᾿ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν
θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου·
δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν
ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὸν τὸ κράτος...
ΚΑΘΙΣΜΑΤΑ
[Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος]
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἀναστάσιμον. Ἦχος πλ. δ´.
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς γυναιξὶν ἐβόα· Παύσασθε
τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε· κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ
Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας γυναιξί, κηρῦξαι τὴν ἔγερσιν,
Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν
τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος,
ἐν αὐτῷ κατακείμενα· καὶ πιστεύσας ἐβόησε> Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σώζεις ἅπαντας
Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν,
τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης
πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν
ἀρχαίων ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πται‐
σμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον σου.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. δ´.
Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας
ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο, τοῖς
Μαθηταῖς σου ἐν Σιών· Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ
θανάτου. Κύριε δόξα σοι.
Δόξα.
Τὰ μύρα τῆς ταφῆς, αἱ γυναῖκες κομίσασαι, φωνῆς ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύ‐
σασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε· κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη
Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Καὶ νῦν. Θεοτοκίον.
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος,
ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα· ἐξ ἧς Θεὸς ἐσαρκώθη,
καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν. Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐ‐
ποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει,
Κεχαριτωμένη, πᾶσα ἡ κτίσις· δόξα σοι.
ΑΝΑΣΤΑΣΙΜΑ ΕΥΛΟΓΗΤΑΡΙΑ
[Μετὰ τὸν Ἄμωμον, τὰ Εὐλογητάρια]
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα Πατρὶ... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα· δόξα σοι ὁ Θεός. (ἐκ γ´)
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι ηὐλόγηταί Σου...
ΥΠΑΚΟΗ, ΑΝΑΒΑΘΜΟΙ, ΠΡΟΚΕΙΜΕΝΟΝ
Ἡ Ὑπακοή. Ἦχος πλ. δ´.
Αἱ Μυροφόροι τοῦ ζωοδότου, ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς
τὸν ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον·
Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί. Ἦχος πλ. δ´.
Ἀντίφωνον Α´.
Ἐκ νεότητός μου, ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ
Κύριε, τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος· συγκόψει γὰρ Χριστός,
αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τὸ ζῆν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας· σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ
καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β´.
Ἡ καρδία μου, τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα· μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ
σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον, ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα, κρινεῖ καὶ κολάσει.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν
μέλπων· εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ´.
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με,
ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν
βεβιωμένων.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία· ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως,
καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ´.
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ᾿ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος,
ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως· Θεὸς τοῦτο γάρ ἐστι, Πατρί
τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.
Προκείμενον. Ψαλμὸς ρβ´ (102).
Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν. (δίς)
Στίχ. Αἴνει ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω
Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Bασιλεύσει Κύριος εἰς τὸν αἰῶνα...
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον
ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,...
Ἦχος β'
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
Κύριε, ἐλέησον (γ').
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
ὁ Διάκονος: Πρόσχωμεν.
Δόξα Σοι Κύριε, δόξα Σοι.
Ὁ ἱερεὺς ἀναγινώσκει τὸ ἐνδιάτακτον ἑωθινὸν Εὐαγγέλιον.
Ἑωθινὸν Γ´
Ἐκ τοῦ κατὰ Μᾶρκον (ιστ´ 9‐20).
Ἀναστὰς ὁ Ἰησοῦς πρωὶ πρώτῃ σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς
ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις,
πενθοῦσι καὶ κλαίουσι, κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ
δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς
ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον
ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ
σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς·
Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας
καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι
ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι
καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους
χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη
εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν
πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων
σημείων. Ἀμήν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης·
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
• • Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
• • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
• • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
• • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
• • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
• • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
• • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
• • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
• • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
• • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
• • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
• • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
• • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
• • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
• • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
• • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
• • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
• • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
• • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
• Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ... Ἦχος β’
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
ΟΙ ΚΑΝΟΝΕΣ
Οἱ Κανόνες· ὁ Ἀναστάσιμος καὶ τοῦ Μηναίου.
ᾨδὴ α´. Ὁ Ἀναστάσιμος εἰς δ´.
Ἦχος πλ. δ´. Ὁ Εἱρμός.
Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως
πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ
Θεῷ ἀναμέλποντα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν! ἐκ μὲν παθῶν πᾶσι, τοῖς
πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν· ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον
στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ὡς εὐπρεπὴς ταῖς γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου
σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει·
Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ
χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε· διό σε πάντες γεραίρομεν, τὴν μετὰ
Θεὸν προστασίαν ἡμῶν.
Καὶ τοῦ Μηναίου τῶν Ἁγίων ὁ κοινὸς εἰς Ϛ´.
Ποίημα Στεφάνου Σαββαΐτου.
ᾨδὴ α´. Ἦχος β´. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὦ Τριὰς ὑπέρθεε σεπτή, ἡ τῶν ὑπὲρ ἔννοιαν, τὴν δωρεὰν σοῖς οἰκέταις βραβεύουσα,
φωτοφόρον ἔμπνευσον, τῇ ζοφώδει μου, διανοίᾳ ἀμάρυγμα, τὴν σὴν εὐφημῆσαι,
Μάρτυρα Βαρβάραν τὴν ἀοίδιμον.
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐγκωμίων ἅπαντα θεσμόν, ὄντως ὑπερβέβληκε, τῶν σῶν Μαρτύρων ἡ δόξα φιλάνθρωπε·
ἀλλὰ τὸ ἐκ πίστεως, κατὰ δύναμιν, δεδεγμένος ἐφύμνιον, ἀντικαταπέμποις, Δέσποτα
πλουσίως τὴν ἀντίδοσιν.
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀκανθώδους ῥίζης ἐκφυέν, ῥόδον ἱερώτατον, τὴν Ἐκκλησίαν Χριστοῦ εὐωδίασεν, ἡ τῷ
ἐρυθήματι, τῆς ἀθλήσεως, φοινιχθεῖσα δι᾿ αἵματος, ἔνδοξος Βαρβάρα· ἥνπερ ἐπαξίως μακαρίζομεν.
Τοῦ Ὁσίου. Ὁ αὐτός.
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῷ τοῖς σοῖς ἐπαίνοις ἐγχειρεῖν, μέλλοντι παρεῖναί σου, ἔδει φωνὴν τὴν μελίῤῥυτον Ὅσιε,
δι᾿ ἧς τὴν Ὀρθόδοξον, κατεφαίδρυνας, Ἐκκλησίαν τοῖς ᾄσμασι, Πάτερ Ἰωάννη, ἥτις σου γεραίρει τὸ μνημόσυνον.
Δόξα.
Ὡς σοφὸς ἀγχίνους τε κριτής, τὴν τῶν ὄντων ἄριστα, φύσιν σκοπῶν, τῶν ἀστάτων
προέκρινας, τὰ διαιωνίζοντα· τῶν προσκαίρων γάρ, ἀντηλλάξω τὰ κρείττονα, Πάτερ Ἰωάννη·
ὅθεν σε καὶ νῦν Χριστὸς ἐδόξασεν.
Καὶ νῦν. Θεοτοκίον.
Ἰσωθῆναι πόθον μοι ἐνθείς, ὄφις ὁ παμπόνηρος, τῷ Πλαστουργῷ ὡς αἰχμάλωτον ἥρπασε·
διὰ σοῦ δὲ Πάναγνε, ἀνακέκλημαι, θεωθεὶς ἀληθέστατα· σὺ γὰρ Θεομῆτορ, τὸν ἐμὲ θεώσαντα γεγέννηκας.
ᾨδὴ γ´. Ὁ Ἀναστάσιμος.
Ἦχος πλ. δ´. Ὁ Εἱρμός.
Ὁ στερεώσας κατ᾿ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν
τῇ πέτρᾳ με Χριστέ, τῆς Ἐκκλησίας στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος,
ἐδικαίωσε Χριστέ· αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ
Θεός μου Ἰησοῦς, καὶ τῇ αὑτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν
ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ Ἀμόλυντε· διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
ᾨδὴ γ´. Τῆς Ἁγίας.
Ἦχος β´. Ἐξήνθησεν ἡ ἔρημος.
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τετρωμένη τοῦ πόθου σου, ὡς νυμφίου Δέσποτα, τῷ γλυκυτάτῳ βέλει, ἡ ἀθληφόρος
Βαρβάρα ἅπασαν, πατρικὴν ἀθεΐαν ἐβδελύξατο.
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Οὐ τρυφῆς ἡ τερπνότης, οὐκ ἄνθος κάλλους πλοῦτός τε, οὐχ ἡδοναὶ νεότητος, ἔθελξάν σε
Βαρβάρα ἔνδοξε, τῷ Χριστῷ νυμφευθεῖσαν καλλιπάρθενε.
Στίχ. Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Πρὸς τελείους ἀγῶνας, οὐδὲν ἐδείχθη κώλυμα, τὸ ἀσθενὲς τοῦ θήλεος, οὐ τὸ νέον τῆς
ἡλικίας Χριστέ, ἀκηράτῳ σου σθένει δυναμούμενον.
Τοῦ Ὁσίου. Ὁ αὐτός.
Στίχ. Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐσκόρπισας τὸν πλοῦτον, Θεῷ δανείζων· ὅθεν σοι, τῶν οὐρανῶν ηὐτρέπισται, βασιλεία·
ἀλλὰ καὶ νῦν ἀμοιβήν, Ἰωάννη ἐδέξω πολυπλάσιον.
Δόξα.
Τῆς σοφίας τὸ τάλαντον, δεδεγμένος πράξεσι, κατακοσμεῖς ἀοίδιμε, Ἰωάννη τὴν Ἐκκλησίαν
Χριστοῦ· ὃ πολυπλασιάζεις, καὶ τὸν βίον λιπών.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι
ἐπὶ τῷ τόκῳ σου· διό σε Θεοτόκον πίστει σέβομεν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...
ΜΕΣΩΔΙΑ ΚΑΘΙΣΜΑΤΑ
Κάθισμα ἐκ τοῦ Μηναίου.
Τῆς Ἁγίας.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς
ἀρεταῖς διέλαμψας πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, τὸ στέφος
τῆς ἀθλήσεως, παρ᾿ αὐτοῦ δεξαμένη· ἀλλ᾿ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας,
Βαρβάρα τὴν μνήμην σου.
Δόξα. Τοῦ Ὁσίου.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὴν τοῦ βίου ἀπάτην ἀποκρουσάμενος, τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβόμενος, ἀσκητικῶς
τὸν πονηρὸν κατεπάλαισας, τῆς ἐρήμου πολιστής, φωστὴρ τοῦ κόσμου νοητῶς,
ἀναδειχθεὶς θεοφόρε· διὸ πρέσβευε τῷ Σωτῆρι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ
ἐγνώρισται Ἁγνὴ ἀειπάρθενε. Καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα
σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Συναπτὴ μικρά, μεθ᾿ ἣν ἐκφώνησις·
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ
Κοντάκιον καὶ Οἶκος τὰ Ἀναστάσιμα.
Κοντάκιον. Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας· καὶ ἡ Εὔα
χορεύει, ἐν τῇ σῇ ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει
σου Πολυέλεε.
Ὁ Οἶκος.
Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, γυναιξὶ
Μυροφόροις συνήντησας, ἀντὶ λύπης χαρὰν κομισάμενος· καὶ Ἀποστόλοις σου ἐμήνυσας,
τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας Φιλάνθρωπε· διὰ τοῦτο
καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.
Συναξάριον.
Τῇ Δ´ τοῦ αὐτοῦ μηνὸς ἄθλησις τῆς ἁγίας Μεγαλομάρτυρος Βαρβάρας.
Στίχοι.
Ξίφει πατὴρ θύσας σε, Μάρτυς Βαρβάρα,
Ὑπῆρξεν ἄλλος Ἀβραὰμ Διαβόλου.
Βαρβάρα ἀμφὶ τετάρτῃ χερσὶ τοκῆος ἐτμήθη.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου Μοναχοῦ καὶ Πρεσβυτέρου, τοῦ Δαμασκηνοῦ.
Στίχοι.
Πλήσας μελῶν γῆν ἡδέων Ἰωάννης,
Κἂν οὐρανοῖς ἄνεισι συνθεῖναι μέλη.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, Ἐπισκόπου Πολυβότου, τοῦ Θαυματουργοῦ.
Στίχοι.
Ἐπισκοπὴν γῆς ἐκλιπὼν Ἰωάννης,
Ἐπισκοποῦντος πάντα τέρπεται θέᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Ἰουλιανή, ἡ συναθλήσασα τῇ Ἁγίᾳ Βαρβάρᾳ, ξίφει τελειοῦται.
Στίχοι.
Ἰουλιανὴν ὡς περιστερὰν δέχου,
Εἰ μὴ τάχει τέμνοιτο τρύζουσαν, Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι Χριστόδουλος καὶ Χριστοδούλη ξίφει τελειοῦνται.
Στίχοι.
Συνωνυμῶν σοι, παρθένε Χριστοδούλη,
Ὁ Χριστόδουλος καὶ συναθλεῖ σοι ξίφει.
Ὁ ἅγιος νέος Ἱερομάρτυς Σεραφεὶμ ὁ Φαναρίου Ἐπίσκοπος, ὁ μαρτυρήσας ἐν ἔτει ͵αχα´
(1601), σούβλῃ διαπαρείς, τελειοῦται.
Στίχοι.
Ὁ γῆς Σεραφεὶμ Θετταλῶν φὺς ὡς κλάδος,
Θεῷ Λόγῳ πρόσεισι ῥείθροις αἱμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γενναδίου, Ἀρχιεπισκόπου Νόβγκοροντ.
Στίχοι.
Ποιμὴν ὁ Γεννάδιος Νόβγκοροντ μέγας,
Χριστῷ ἄνω σύνεστι παμποιμενάρχῃ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Χριστοῦ Γεννήσεως ᾨδὴ α´. Ἦχος α
(Ψάλλονται ἀπὸ 21ης Νοεμβρίου μέχρις 24ης Δεκεμβρίου μόναι αἱ πεζαί)
Τῆς Χριστοῦ Γεννήσεως
Ὠδὴ α’. Ἦχος α’.
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.
Ὠδὴ ε’.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.
Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.
Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν...
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Ἅπας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
ΤΑ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β´.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ
τῶν ποδῶν αὐτοῦ, … ὅτι ἅγιός ἐστιν.
Ἀναστάσιμον Ἐξαποστειλάριον Γ´.
Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς
εἰς ἀγρὸν ἀπιοῦσι· μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα· οὓς βαπτίζειν ἐκπέμψας,
εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.
Καὶ τὰ τοῦ Μηναίου.
Τῆς Ἁγίας. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ δεξαμένη, Βαρβάρα παναοίδιμε, τοῦ ἰᾶσθαι τὰς νόσους,
τῶν πίστει προστρεχόντων σοι, τὸν Θεὸν δοξάζουσα, τὸν ἐπὶ πάντων Δεσπότην, ῥῦσαι
πάντας κινδύνων, λοιμικῆς ἀσθενείας, καὶ ψυχικῶν νοσημάτων.
Τοῦ Ὁσίου, ὅμοιον.
Ἀνέτρεψας σοφίᾳ σου, τὰς αἱρέσεις παμμάκαρ, ὦ Ἰωάννη πάνσοφε, καὶ ὀρθόδοξον δόγμα,
τῇ Ἐκκλησίᾳ δέδωκας, τοῦ ὀρθῶς δογματίζειν, καὶ δοξάζειν Τριάδα, Μονάδα τρισυπόστατον, ἐν μιᾷ τῇ οὐσίᾳ.
Θεοτοκίον, ὅμοιον.
Ἐκύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα
πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς
πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.
ΑΙΝΟΙ
Ἦχος πλ. δ´.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς
ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ
πρέπει ὕμνος τῷ Θεῷ.
Ἡ Στιχολογία (Ψαλμοὶ ρμη´, ρμθ´) καί· Συμφώνως πρὸς τὰ Δίπτυχα, στιχηρὰ ἀναστάσιμα
δύο, τῆς ἁγίας ἰδιόμελα τρία (τὰ τοῦ β´ ἤχου), καὶ τοῦ ὁσίου προσόμοια τρία, ἃ ζήτει εἰς τὰ
ἀπόστιχα τοῦ ἑσπερινοῦ, εἰς τοὺς πρὸ αὐτῶν στίχους τὰ δύο τελευταῖα.
Στιχηρὰ Ἀναστάσιμα. Ἦχος πλ. δ´.
Στίχ. α´. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ᾿ οὐκ ἀπελείφθης τοῦ
θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος· καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ
τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.
Στίχ. β´. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ᾿ ὡς βασιλέα ὑπνοῦντα
στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγίδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης
καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
Τῆς Ἁγίας. Ἰδιόμελα. Ἦχος β´. Βυζαντίου.
Στίχ. γ´. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
ᾘσχύνθη ὁ βάσκανος ἐχθρός, ὑπὸ γυναικὸς ἡττώμενος, ὅτι τὴν Προμήτορα ἔσχεν ὄργανον
πρὸς ἁμαρτίαν· ὁ γὰρ ἐκ Παρθένου σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἀτρέπτως καὶ ἀφύρτως,
ὡς οἶδε μόνος αὐτός, τὴν κατάραν ἔλυσε τῆς Εὔας καὶ τοῦ Ἀδάμ, Χριστὸς ὁ στεφανώσας
ἀξίως, Βαρβάραν τὴν Μάρτυρα, καὶ δι᾿ ἀυτῆς δωρούμενος τῷ κόσμῳ, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Στίχ. δ´. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἡ θεόκλητος Μάρτυς Βαρβάρα, ἐν τῷ σταδίῳ πάσχουσα ἔλεγε· Δεινὰ μὲν τὰ παρόντα
κολαστήρια, ὦ δικαστά, οὐ προκρίνω δὲ ὅλως, τῶν οὐρανίων τὰ ἐπίγεια· διὰ τοῦτο τέμνετε,
ξέετε τὰς σάρκας, πυρὶ παραδότε με· χαίρουσα ἀπίω πρὸς τὸν Νυμφίον μου Χριστόν. Ἧς
ταῖς ἱκεσίαις Σωτήρ, τὰ ἐλέη σου κατάπεμψον ἡμῖν, καὶ σῶσον τοὺς τὴν ἄθλησιν αὐτῆς ἐκτελοῦντας πιστῶς.
Στίχ. ε´. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τὴν πανήγυριν σήμερον, τῆς ἀθληφόρου Βαρβάρας, δεῦτε λαοὶ ὑμνήσωμεν· ταύτην
γὰρ οὔτε ξίφος, οὔτε πῦρ, οὔτε ἄλλη βάσανος, οὔτε τοῦ πολυπλόκου Βελίαρ τὰ ἔνεδρα
ἐτροπώσαντο. Χριστὸν ἱκέτευε, καλλιμάρτυς πανένδοξε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Τοῦ Ὁσίου. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος!
Στίχ. Ϛ´. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πάτερ Ἰωάννη πάνσοφε, τὴν Ἐκκλησίαν Χριστοῦ, κατεφαίδρυνας ᾄσμασιν,
ἐνθεαστικώτατα, μελῳδῶν παναοίδιμε, τῇ ἐνεργείᾳ, Πάτερ τοῦ Πνεύματος, τὴν σὴν
κινύραν ἀνακρουόμενος, τὴν παναρμόνιον, τοῦ Δαυῒδ μιμούμενος· ἣν ἐνηχῶν, θείοις
μελῳδήμασι, πάντας κατέθελξας.
Στίχ. ζ´. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Πάτερ Ἰωάννη ἔνδοξε, τῆς κοσμικῆς ἀποστάς, ταραχώδους συγχύσεως, τοῦ Χριστοῦ
προσέδραμες, τῇ γαλήνῃ πανόσιε· καὶ θεωρίας θείας καὶ πράξεως, τὰς πανολβίους, σαφῶς
λαμπρότητας, ὄντως ἐπλούτησας, καὶ πιστοῖς μετέδωκας, θεοπρεπεῖ, βίῳ λαμπρυνόμενος, μακαριώτατε.
Στίχ. η´. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Δεῦτε γηγενεῖς ἐν ᾄσμασι, τὴν ἱερὰν καὶ σεπτήν, τοῦ Ὁσίου πανήγυριν, Ἰωάννου σήμερον,
εὐσεβῶς ἀνυμνήσωμεν· οὗτος γὰρ ὄντως θείας ἐλλάμψεως, κατηξιώθη, τὸ φῶς
εἰσδέξασθαι. Ὢ τῆς ἀφάτου σου, εὐσπλαγχνίας Κύριε! δι᾿ ἧς ἡμεῖς, ἔγνωμεν δοξάζειν σε,
τὸν ὑπεράγαθον.
Δόξα. Ἑωθινὸν Γ´. Ἦχος γ´.
Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν ἀνάστασιν καὶ
ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς
σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο. Καὶ σὺ μὲν Κύριε,
πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα· οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύ‐
μασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι᾿ αὐτῶν, δοξάζομέν σου, τὴν ἐκ νεκρῶν ἀνάστα‐
σιν, φιλάνθρωπε Κύριε.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης
ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνα‐
τος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς
ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Καὶ εὐθὺς ψάλλεται
εἰς τὸν ἦχον τῆς Κυριακῆς
Η ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ
ὁ α’ χορός
• • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
• • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
• • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
• • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
• • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
• • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
• • Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
• • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
• • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
• • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
• • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
• • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Καὶ τὸ ἀναστάσιμον τροπάριον. Ἦχος β´.
Ἀναστὰς ἐκ τοῦ μνήματος * καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, * ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου, Κύριε, * πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· * ἐμφανίσας σε‐ αυτὸν τοῖς ἀποστόλοις σου * ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα * καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην * παρέσχες τῇ οἰκουμένῃ, * μόνε πολυέλεε.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ὁ διάκονος τὰ εἰρηνικὰ
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων ἡ γ´ καὶ ἡ Ϛ´ ᾠδή.
Εἰ δὲ μή, τὰ Ἀντίφωνα.
Ἀντίφωνον Α´. Ἦχος β´. Ψαλμὸς ρβ´ (102).
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, * Σῶτερ, σῶσον ἡμᾶς.
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων
δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ´. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα. Καὶ νῦν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι σὸν τὸ κράτος...
Ἀντίφωνον Β´. Ἦχος β´. Ψαλμὸς ρμε´ (145).
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῷ τῷ Θεῷ μου
ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, * ὁ ἀναστὰς ἐκ νεκρῶν, * ψάλλοντάς σοι, Ἀλληλούϊα.
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. γ´. Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Στίχ. δ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ...
Δόξα. Καὶ νῦν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, * ἀθάνατος ὑπάρχων * καὶ καταδεξάμενος * διὰ
τὴν ἡμετέραν σωτηρίαν * σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου * καὶ ἀειπαρθένου Μαρίας, *
ἀτρέπτως ἐνανθρωπήσας, * σταυρωθείς τε, Χριστὲ ὁ Θεός, * θανάτῳ θάνατον πατήσας, *
εἷς ὢν τῆς ἁγίας Τριάδος, * συνδοξαζόμενος τῷ Πατρὶ * καὶ τῷ ἁγίῳ Πνεύματι, * σῶσον ἡμᾶς.
Ὁ διάκονος τὴν μικρὰν συναπτὴν
καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν·
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος...
Ἀντίφωνον Γ´. Ἦχος ὁ τυχών. Ψ. ριζ´ (117).
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς
τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι.
Στίχ. β´. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ
ἔλεος αὐτοῦ.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς
τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι.
Στίχ. γ´. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς
τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι.
ΜΙΚΡΑ ΕΙΣΟΔΟΣ
Εἰσοδικόν. Ἦχος β´. (Ἐὰν εἰσοδεύουν πολλοὶ ἱερεῖς, ψάλλουν αὐτοὶ τὸ εἰσοδικόν).
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ
νεκρῶν… ψάλλοντάς σοι, Ἀλληλούϊα.
Ἐξ ὕψους κατῆλθες ὁ Εὔσπλαγχνος, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς
τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε, δόξα σοι.
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Τῆς Μεγαλομάρτυρος. Ἦχος δ´.
Βαρβάραν τὴν ἁγίαν τιμήσωμεν· ἐχθροῦ γὰρ τὰς παγίδας συνέτριψε, καὶ ὡς στρουθίον ἐῤ‐
ῥύσθη ἐξ αὐτῶν, βοηθείᾳ καὶ ὅπλῳ τοῦ Σταυροῦ ἡ πάνσεμνος.
Τοῦ Ὁσίου. Ἦχος πλ. δ´.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν
μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Ἰωάννη σοφέ, ταῖς διδαχαῖς σου πάντας
ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἶτα τὸ ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Κοντάκιον προεόρτιον τῶν Χριστουγέννων.
(ἀπὸ κστ´ Νοεμβρίου ἕως κδ´ Δεκεμβρίου πλὴν τῆς θ´ Δεκεμβρίου).
(ψάλλεται ὑπὸ τῶν ἱερέων, ἐὰν τελεῖται συλλείτουργον)
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἡ Παρθένος σήμερον * τὸν προαιώνιον Λόγον * ἐν σπηλαίῳ ἔρχεται * ἀποτεκεῖν
ἀπορρήτως. * Χόρευε, ἡ οἰκουμένη, * ἀκουτισθεῖσα· * δόξασον μετὰ ἀγγέλων * καὶ τῶν
ποιμένων, * βουληθέντα ἐποφθῆναι * παιδίον νέον, * τὸν πρὸ αἰώνων Θεόν.
ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ
ΑΠΟΣΤΟΛΟΣ
(Τῆς Ἁγίας· τῇ Πέμπτῃ τῆς ΙΕ´ ἑβδομάδος).
Προκείμενον τῆς Ἁγίας καὶ Ἀλληλούϊα τοῦ ἤχου τῆς Κυριακῆς.
Προκείμενον. Ἦχος δ´. (Ψαλμὸς ξζ´).
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ
κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.
Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα. (γ´ 23‐29, δ´ 1‐5).
Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν
μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν,
ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν
ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ
ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς
Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον
χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ
ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν
νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ
χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ
νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
Ἀλληλούϊα (γ´). Ἦχος πλ. δ´ (Ψαλμὸς δ´).
Στίχ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν.
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει.
ΕΥΑΓΓΕΛΙΟΝ
(Τῆς Κυριακῆς Ι´ Λουκᾶ)
Ἐκ τοῦ κατὰ Λουκᾶν (ιγ´ 10‐17).
Τῷ καιρῷ ἐκείνῳ, ἦν διδάσκων ὁ Ἰησοῦς ἐν μιᾷ τῶν Συναγωγῶν ἐν τοῖς Σάββασι. Καὶ ἰδοὺ,
γυνὴ ἦν πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ, καὶ ἦν συγκύπτουσα, καὶ μὴ
δυναμένη ἀνακῦψαι εἰς τὸ παντελές. Ἰδὼν δὲ αὐτὴν ὁ ᾽Ιησοῦς προσεφώνησε καὶ εἶπεν
αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου. Καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα
ἀνωρθώθη, καὶ ἐδόξαζε τὸν Θεόν. Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ
Σαββάτῳ ἐθεράπευσεν ὁ ᾽Ιησοῦς, ἔλεγε τῷ ὄχλῳ· Ἓξ ἡμέραι εἰσίν, ἐν αἷς δεῖ ἐργάζεσθαι·
ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου. Ἀπεκρίθη δὲ αὐτῷ
ὁ Κύριος καὶ εἶπεν· Ὑποκριτά, ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν
ὄνον ἀπὸ τῆς φάτνης καὶ ἀπαγαγὼν ποτίζει; ταύτην δέ, θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν
ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ
ἡμέρᾳ τοῦ Σαββάτου; Καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι
αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ᾽ αὐτοῦ.
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου.
Εἰς τό· Ἐξαιρέτως τῆς Παναγίας…
Ἄξιόν ἐστιν ὡς ἀληθῶς * μακαρίζειν σε τὴν Θεοτόκον, * τὴν ἀειμακάριστον καὶ
παναμώμητον * καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. * Τὴν τιμιωτέραν τῶν Χερουβὶμ * καὶ
ἐνδοξοτέραν * ἀσυγκρίτως τῶν Σεραφίμ, * τὴν ἀδιαφθόρως * Θεὸν Λόγον τεκοῦσαν,
* τὴν ὄντως Θεοτόκον, * σὲ μεγαλύνομεν.
Κοινωνικόν.
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
Μετὰ τὴν μετάδοσιν. Ἦχος β´.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, * ἐλάβομεν Πνεῦμα ἐπουράνιον, * εὕρομεν πίστιν ἀληθῆ,
* ἀδιαίρετον Τριάδα προσκυνοῦντες· * αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
Μετὰ τὴν ὀπισθάμβωνον εὐχήν. Ἦχος β´.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον * ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (ἐκ γ´)
Ἀπόλυσις·
Ὁ ἀναστὰς ἐκ νεκρῶν...
Ο Φίλτατος Νεκτάριος
http://users.uoa.gr/~nektar/orthodoxy/index.htm
Στέλνει το παρακάτω
ΠΑΡΑΡΤΗΜΑ
Ἀπολυτίκιον τοῦ Ἁγίου Ἱερομάρτυρος
Σεραφείμ, Ἐπισκόπου Φαναρίου.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. Γερασίμου.
Τῶν Ἀγράφων τὸν γόνον, Φαναρίου τὸν πρόεδρον, καὶ Μονῆς Κορώνης τὸ κλέος Σεραφεὶμ εὐφημήσωμεν·
ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ, θαυμάτων ἐπομβρίζει δωρεάς,
καὶ λυτροῦται νοσημάτων φθοροποιῶν, τοὺς πίστει ἀνακράζοντας·
Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
* * *
Δόξα τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι!!!