Το τυπικόν της Κυριακής

Συζήτηση για την Βυζαντινή Μουσική.

Συντονιστές: alex, Συντονιστές

Απάντηση
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου

17-10-2010

† ΚΥΡΙΑΚΗ ΚΑ΄ (Δ΄ ΛΟΥΚΑ). «Τῶν θεοφόρων πατέρων τῆς ἐν Νικαίᾳ ζ΄ Οἰκουμενικῆς συνόδου (787)». ᾿Ωσηὲ τοῦ προφήτου (820 π.Χ.), ᾿Ανδρέου ὁσιομάρτυρος τοῦ ἐν Κρίσει• ἀνακομιδὴ τοῦ λειψάνου τοῦ ἁγίου καὶ δικαίου Λαζάρου (898). ῏Ηχος δ΄, ἑωθινὸν ι΄.

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος δ’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἠχος δ'
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἁγίων Πατέρων Στιχηρὰ Προσόμοια ς'.
Ἦχος πλ. β'
Ἡ ἀπεγνωσμένη
Τὰς ἑπτὰ Συνόδους τὰς τῶν Πατέρων, κατὰ διαφόρους καιροὺς συστάσας, εἰς ἕνα συνήθροισεν ἑνὶ Κανόνι τῷ δέ, μάλα καλῶς ὁ Πατριάρχης, ὁ Γερμανὸς ὁ νέος, γράφων ὁμοῦ τε καὶ κρατύνων, τὰ δόγματα τὰ τούτων, ὃς καὶ πρέσβεας αὐτοὺς ἀγρύπνους, τῆς σωτηρίας τῷ Κυρίῳ προβάλλεται, καὶ τοῦ ποιμνίου συμποίμενας.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Τὸ τοῦ Νόμου γράμμα παισὶν Ἑβραίων, ἔθετο τιμίαν τὴν ἑβδομάδα, σκιᾷ προσανέχουσι, καὶ λατρεύουσι ταύτῃ, ἣν περ Πατέρες συνδραμόντες, ἐν ἑπτάδι Συνόδων, νεύσει Θεοῦ τοῦ ἐν ἐξάδι, ἡμερῶν σύμπαν τόδε, ἀπαρτίσαντος, καὶ τὴν ἑβδόμην εὐλογήσαντος, σεμνοτέραν εἰργάσασθε, ὅρον ἐκθέμενοι Πίστεως.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Τὴν Τριάδα πᾶσιν ἐκ τῶν πραγμάτων, τῆς κοσμογενείας οὖσαν αἰτίαν, τρανῶς παρεδώκατε, τρισόλβιοι Πατέρες· τρεῖς γὰρ καὶ τέσσαρας Συνόδους, μυστικωτάτῳ λόγῳ θέντες, καὶ ἔκδικοι φανέντες, τοῦ ὀρθοδόξου λόγου, τὰ στοιχεῖα τὰ τέσσαρα ὄντα, καὶ τὴν Τριάδα ἐνεφήνατε, κτίσασαν ταῦτα, καὶ κόσμον ποιήσασαν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ἤρκεσε καὶ μία ζωὴν ἐμπνεῦσαι, τῷ κειμένῳ γόνῳ τῆς ὑπουργούσης, Προφήτου ἀνάκαμψις Ἐλισσαιὲ τοῦ πάνυ, ὅμως ἀνέκαμψεν ἑπτάκις, καὶ συνέκυψε τούτῳ, οἷα προόπτης προαγγέλλων, τὰς ὑμῶν συνελεύσεις, αἷς τὴν νέκρωσιν τοῦ Θεοῦ Λόγου ἐψυχώσατε, θανατώσαντες Ἄρειον, καὶ τοὺς ἐκείνῳ συγκὰμνοντας.
Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Τὸν διῃρημένον Χριστοῦ χιτῶνα, καὶ διερρηγμένον κυσὶν ὑλάκταις, σοφῶς συνερράψατε σεβάσμιοι Πατέρες, βλέπειν τὴν γύμνωσιν τὴν τούτου, μηδαμῶς ἐνεγκόντες, ὥσπερ ὁ Σήμ τε καὶ Ἰάφεθ, τὴν πατρῴαν τὸ πάλαι, καταισχύναντες τὸν πατραλοίαν, καὶ τοὺς ἐκείνῳ συμφρονήσαντας Ἄρειον, τόν της μανίας ἐπώνυμον.
Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα
Τοὺς Μακεδονίους καὶ Νεστορίους, καὶ τοὺς Εὐτυχέας καὶ Διοσκόρους, Ἀπολλιναρίους τε Σαβελλιοσεβήρους, λύκους βαρεῖς ἀποδειχθέντας, ἐν δέρμασι προβάτων, πόρρω τῆς ποίμνης τοῦ Σωτῆρος, ὡς ἀληθεῖς Ποιμένες, ἀπηλάσατε γυμνοὺς κωδίων, τοὺς τρισαθλίους καταστήσαντας ἄριστα· ὅθεν ὑμᾶς μακαρίζομεν.
Δόξα... Ἦχος πλ. β'
Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριαδα μίαν ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου, καὶ Ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν Θεοτοκίον Ἦχος δ'
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 14, 14-20)
Ἀκούσας Ἄβραμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν, καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μέτ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ ὁ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογόμορ καὶ τῶν βασιλέων τῶν μέτ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβῆ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον, ἦν δὲ Ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 1, 8-11, 15-17)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ· ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ καὶ τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 14-21)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ. Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μέτ' αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὃστις οὐ θαυμάζει πρόσωπον, οὐδ' οὐ μὴ λάβῃ δῶρον. Ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.

Ἀπόστιχα Στιχηρά
Τὸ Ἀναστάσιμον Ἦχος δ'
Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾅδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Τὰ κατ’ Ἀλφάβητον.
Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας, τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων· διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου Ἔγερσιν.
Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.
Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς, ἀλλ' ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμερος, ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
Μετὰ δακρύων Γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν· μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον· Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων, πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου;΄ Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο· Μὴ κλαίετε φησίν, ἀλλ' ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.
Δόξα... Ἦχος δ'
Τὴν ἐτήσιον μνήμην μερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης, συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας, συνοδικῶς τοῦτον ἐξωστράκισαν, καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν ὁμολογεῖν, ἐν τῷ τῆς Πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι. Ὅθεν καὶ ἡμεῖς τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.
Καὶ νῦν... Θεοτοκίον Ὁ αὐτὸς
Νεῦσον παρακλήσεσι, σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτὴμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... Τῶν Πατέρων
Ἦχος πλ. δ'
Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. δ'
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τον θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος δ’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.

Καθίσματα Ἦχος δ'
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Κατεπλάγη Ἰωσήφ
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Ἦχος δ'
Τό απ' αιώνος απόκρυφον, καί Αγγέλοις άγνωστον μυστήριον, διάσού Θεοτόκε τοίς επί γής πεφανέρωται, Θεός εν ασυγχύτω ενώσει σαρκούμενος, καί Σταυρόν εκουσίως υπέρ ημών καταδεξάμενος, δι' ού αναστήσας τόν πρωτόπλαστον, έσωσεν εκ θανάτου τάς ψυχάς ημών.

Ταχὺ προκατάλαβε
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
Δόξα... Κατεπλάγη Ἰωσὴφ
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.
Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')
Ἡ Ὑπακοὴ Ἦχος δ'
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β'
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ'
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.
Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.
Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ι’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.

Κανὼν Ἀναστάσιμος.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α' Ἦχος δ'
Ὁ Εἱρμὸς
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Ὑμνῶ μακάρων συνδρομὴν τὴν ἑβδόμην.
Ποίημα Θεοφάνους

ᾨδὴ α' Ἦχος πλ. δ'
Ἁρματηλάτην
Ὑμνολογῆσαι τὴν ἑβδόμην ἄθροισιν, ἐφιεμένῳ μοι νῦν, τὴν τῶν ἑπτὰ δίδου, χαρισμάτων σύνοδον, τοῦ Παρακλήτου Κύριε, τὴν σοφίσασαν ταύτην, γλωσσοπυρσεύτως, καὶ βλάσφημον, πᾶσαν γλωσσαλγίαν σιγήσασαν.

Μείζων ἀρχῆθεν ἀριθμῶν ὁ ἕβδομος, δημιουργίας καὶ γάρ· τῆς τοῦ Θεοῦ πάσης, πρωτοτύπως γέγονεν, ἡ παντελὴς κατάπαυσις, εἰς ἑβδόμην ἡμέραν, καὶ νῦν πασῶν τῶν αἱρέσεων, λῆξις εἰς ἰσάριθμον Σύνοδον.

Νενικηκὼς τὸν θεομάχον Ἄρειον, ἐν τῇ Νικαίᾳ τὸ πρίν, ποιμαντικῇ ῥάβδῳ ὀρθοδόξοις ἴθυνε, τὴν Ἐκκλησίαν δόγμασιν, ὁ χορὸς τῶν Πατέρων, καὶ νῦν ἐν ταύτῃ κατῄσχυνε, τοὺς Εἰκονομάχους ὁ σύμμαχος.
Θεοτοκίον
Ὡς οἱ Πατέρες εὐσεβῶς ἐδίδαξαν, ὁμολογοῦμεν πιστῶς, Παρθενικὴν μήτραν, ἀνωδίνως τέξασαν, μετὰ σαρκὸς τὸν ἄσαρκον, προσκυνοῦμέν τε τούτου, στηλογραφοῦντες τὴν μόρφωσιν, καὶ τιμητικῶς ἀσπαζόμεθα.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.

Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.
ᾨδὴ γ'
Ὁ στερεώσας κατ' ἀρχὰς
Μὴ σαλευθῆναι τοῦ Χριστοῦ, τὴν ἀρραγῆ Ἐκκλησίαν, ὑπ' αὐτοῦ μυσταγωγούμενοι θεῖοι, Ποιμενάρχαι τοὺς αὐτήν, παρασαλεῦσαι θέλοντας, ὡς Ἀντιχρίστου μοίρας, τῶν εὐσεβῶν παρεσάλευσαν.

Ἀνακαθαίρει θολερούς, καὶ βορβορώδεις χειμάρρους, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλήσας, καὶ διψῶντα τὸν λαόν, τὸν τοῦ Χριστοῦ κορέννυσι, τῶν διδαχῶν τοῖς ῥείθροις, ὁ τῶν Πατέρων κατάλογος.

Κατὰ τῶν ὄντως μισητῶν, Χριστιανοκατηγόρων, συνδρομῇ τῶν φιλοχρίστων ἑβδόμῃ, ἐν τῇ πόλει τῇ λαμπρᾷ, τῶν Νικαέων γέγονεν, ἧς Βασιλεῖς Εἰρήνη, καὶ Κωνσταντῖνος συνήγοροι.
Θεοτοκίον
Ἅπας ἀπέστω δυσσεβής, ὁ τὴν εἰκόνα μὴ σέβων, τὴν σεπτὴν τῆς Θεοτόκου καὶ ταύτην, μὴ κηρύττων τὸν Xριστόν, θεανδρικῶς κυήσασαν, καὶ τῷ πυρὶ πεμπέσθω, κατακαιόμενος ἄπαυστα.
Κοντάκιον Ἦχος δ' (χύμα)
Ἐπεφάνης σήμερον
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.
Ὁ Οἶκος (χύμα)
Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.
Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας σαφῶς, τῷ κόσμῳ ἐδείχθητε, μακαριώτατοι, Πατέρες θεόφθογγοι, τήξαντες τὰς αἱρέσεις, τῶν βλασφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν δυσφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.

Δόξα... Τὸ αὐτὸ

Καὶ νῦν... Θεοτοκίον
Ταχὺ ἡμᾶς πρόφθασον, Παρθενομῆτορ ἁγνή, ἐχθρῶν ἡμᾶς λύτρωσαι, τῶν βλασφημούντων εἰς σέ, καὶ μὴ προσκυνούντων σε· θραῦσον τὰς γλωσσαλγίας, τῶν αἱρέσεων πάσας, γνώτωσαν ὅτι μόνη, θεομήτωρ ὑπάρχεις, πρεσβείαις σου Ὀρθοδόξων, τὸ σύστημα σῴζουσα.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας· διό σοι κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπειρογάμως ἐκυησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοὶ Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾨδὴ δ'
Σύ μου ἰσχύς, Κύριε
Ῥῆμα Θεοῦ, ἔχοντες βέλος καὶ μάχαιραν, πάντας ἄρδην, τούτους κατασφάττουσι, τοὺς δυσμενεῖς, τύπῳ σταυρικῷ, τοὺς μὴ σεβομένους, ἐπίσης τὰ ἐκτυπώματα, Χριστοῦ τῆς Θεοτόκου, τῶν Ἁγίων τε πάντων, οἱ Πατέρες οἱ θεοειδέστατοι.

Ὥσπερ ἑπτά, σάλπιγγες Ἱεριχούντια, εἰς ἑβδόμην, τείχη κατηδάφισαν, περιδρομήν, οὕτως αἱ ἑπτά, Σύνοδοι πᾶν στῖφος, κατὰ Θεοῦ ἐπαιρόμενον, κατήγαγον εἰς χάος, συνδρομὴν εἰς ἑβδόμην, τῶν εὐήχων σαλπίγγων τοῦ Πνεύματος.

Νεανικήν, ἔνστασιν ἐπιδεικνύμενος, καὶ τῷ θείῳ, ζήλῳ πυρπολούμενος, ὁ Πατρικὸς δῆμος Ἠλιού, οἷα τῆς αἰσχύνης, τοὺς Ἱερεῖς ἐθανάτωσε· διὸ σὺν παρρησίᾳ, τοῦ Χριστοῦ τὴν εἰκόνα, σχετικῶς προσκυνεῖν ἐδογμάτισε.
Θεοτοκίον
Σύ μου ἐλπίς, Πάναγνε σύ μου καὶ ὕμνησις, σὺ λιμήν μου, σύ μου καὶ κυβέρνησις, ἡ τὸν Θεόν, Λόγον τοῦ Πατρός, σεσωματωμένον, ἀσυνδυάστως κυήσασα· διὸ σου ἀδιστάκτως, προσκυνῶ τὴν εἰκόνα, τῇ ἰσχύϊ σου ἐνδυναμούμενος.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.

Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
ᾨδὴ ε'
Ἵνα τὶ με ἀπώσω
Ὑψηλῇ διανοίᾳ, συνδιασκεψάμενοι ἀνεθεμάτισαν, τοὺς Εἰκονομάχους, ὡς ἀλλόκοτα τούτους φρονήσαντας, οἱ σεπτοὶ Πατέρες, καὶ τὴν τιμὴν Χριστοῦ τῷ τύπῳ, ὡς εἰκός ἀπονέμειν ἐθέσπισαν.

Νῦν καιρὸς εὐφροσύνης, ἄρτι σωτηρίας ἡμέρα ἐπέφανεν, εὐφρανθῶμεν τοίνυν, καὶ Χριστῷ εὐφροσύνως βοήσωμεν. Τὴν εἰρήνην δίδου, τὴν σὴν ἡμῖν λιταῖς Πατέρων, τῆς ἑβδόμης Συνόδου Φιλάνθρωπε.
Θεοτοκίον
Διὰ σπλάγχνα ἐλέους, ἀπὸ τῆς Παρθένου ὁ Υἱὸς γεγέννηται, τοῦ Θεοῦ ἀτρέπτως, τὸ ἀλλότριον φέρων ὡς ἴδιον, καὶ μορφῇ τῇ τούτου, περιγραπτὸς ὁρᾶται θέλων, κατ' οὐσίαν ὁ ὢν ἀπερίγραπτος.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ, παλάμῃ ἀνέστησας.

Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.
ᾨδὴ ς´
Ἱλάσθητί μοι Σωτὴρ
Ῥανάτωσαν γλυκασμόν, τὰ ὄρη καὶ ἀγαλλίασιν, αἱρετικῶν ἡ πληθύς· ἀπεσκορακίσθη γάρ, πικρὸν ἡ προχέουσα, ἰὸν τῶν εἰκόνων, τῶν ἁγίων τὴν ἀθέτησιν.

Ὁ οὐρανὸς καὶ ἡ γῆ, συμφώνως ἑορταζέτωσαν, τῆς θυγατρὸς τοῦ Θεοῦ, τὴν μεγαλειότητα· καὶ γὰρ μεγαλύνεται, καταβαλλομένη τοὺς αὐτὴν κατασμικρύνοντας.
Θεοτοκίον
Μητρὸς Υἱός, ὁ Πατρὸς ἀμήτωρ τὸ πρίν, ἀπάτωρ δέ, θεοπρεπῶς γεννηθείς, καὶ ἀναγεννήσας με· διὸ τὴν γεννήσασαν, σὺν τῷ γεννηθέντι, εἰκονίζων κατασπάζομαι.

Κοντάκιον Ἦχος β'
Xειρόγραφον εἰκόνα
Ὁ ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς ἀρρήτως, ἐκ γυναικὸς ἐτέχθη διπλοῦς τῇ φύσει, ὃν εἰδότες, οὐκ ἀρνούμεθα τῆς μορφῆς τὸ ἐκτύπωμα, αὐτὸ δὲ εὐσεβῶς ἀνιστοροῦντες, σέβομεν πιστῶς. Καὶ διὰ τοῦτο, τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.
Ὁ Οἶκος
Θέλων ὁ πανοικτίρμων Θεὸς ἡμᾶς διεγείρειν ἀεὶ πρὸς μνήμην τελείαν τῆς αὐτοῦ ἐνανθρωπήσεως, τὴν ὑπόθεσιν ταύτην παρέδωκε τοῖς ἀνθρώποις, διὰ τῆς χρωματουργίας τῶν εἰκόνων, τὴν σεβάσμιον ἀνατυποῦσθαι μορφήν, ὅπως ταύτην ἐπ' ὄψεσιν ὁρῶντες, πιστεύωμεν, ἅπερ λόγῳ ἀκηκόαμεν, γνωρίζοντες σαφῶς τὴν πρᾶξιν καὶ τὸ ὄνομα, τὸ σχῆμα καὶ τοὺς ἄθλους τῶν Ἁγίων ἀνδρῶν, καὶ Χριστὸν τὸν στεφοδότην στεφάνους παρεχόμενον τοῖς Ἁγίοις Ἀθληταῖς τε καὶ Μάρτυσι, δι' ὧν ἄρτι τρανότερον τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.
Στίχοι
Ὧν περ διηκόνησας ἐν γῇ πραγμάτων,
Ἐν οὐρανοῖς Φίλιππε μισθὸν λαμβάνεις.
Λειτουργὸς λάβε μισθὸν ἐν ἑνδεκάτῃ γε Φίλιππος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους, ἀδελφοῦ τοῦ Ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ.
Στίχοι
Ὁ Γραπτὸς ἐν γῇ τὴν θέαν Θεοφάνης,
Καὶ κλῆσίν ἐστιν ἐκθανὼν Γραπτὸς πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηναΐδος καὶ Φιλονίλλας τῶν αὐταδέλφων.
Στίχοι
Εἰρηνικῶς ὕπνωσαν εἰρήνης φίλαι,
Ἡ Φιλονίλλα Ζηναΐς τε αἱ δύο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου.
Στίχοι
Ὁ Νεκτάριος οὐ τὸ τοῦ μύθου Λόγε,
Ἀληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει.
Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας,
Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσθη πλέον.
Ἀσινὲς ἦραν πνεῦμα τὸ Σισινίου,
Οὐ συνιασθὲν μηχαναῖς τῶν δαιμόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, Mνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δεύτερον, ἐπὶ τῶν εὐσεβῶν καὶ φιλοχρίστων Βασιλέων, Κωνσταντίνου καὶ Εἰρήνης, κατὰ τῶν δυσσεβῶς καὶ ἀμαθῶς καὶ ἀπερισκέπτως τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰδωλολατρεῖν εἰπόντων, καὶ τὰς σεπτὰς καὶ Ἁγίας εἰκόνας καταβαλόντων.
Στίχοι
• Ὑπέρμαχοι σοὶ τοῖς λόγων ὅπλοις, Λόγε,
• Ἐχθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων.

Ταῖς τῶν Ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται, θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.
ᾨδὴ ζ'
Θεοῦ συγκατάβασιν
Ἡττῶνται τοῖς δόγμασιν, αἱρεσιάρχαι τῶν θεηγόρων ἀνδρῶν, τῶν τὸ σέβας τῶν τύπων, τοῖς ἀρχετύποις μεθαρμοζόντων ὀρθῶς, καθάπερ ἔφη ὁ Μέγας Βασίλειος· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ναοὶ καλλωπίζονται, φαιδραῖς εἰκόσι κατακοσμούμενοι νῦν· διὰ τοῦτο ὁ κόσμος, ἐν ἐκκλησίαις, τῷ ὑπὲρ πάντας βροτούς, ὡραίῳ κάλλει, συμψάλλει τοῖς ψάλλουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὸ φῶς ἀνατέταλκε, μακρὰν τὸ σκότος, οἱ δυσσεβεῖς ἐκποδών· διὰ τοῦτο τὰ πάντα φωτὸς πλησθέντα, τὸν φωτοδότην Χριστόν, μέτ' εὐθυμίας ὑμνοῦσι καὶ λέγουσιν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἡ παναγνος Δέσποινα, ἡ μόνη πάντων τῆς σωτηρίας ἐλπίς, ἡ φρικτῶς τετοκυῖα, τὸν Βασιλέα τῶν βασιλέων Χριστόν, ἐν ταῖς ὠλέναις αὐτὸν βρέφος φέρουσα, συμπροσκυνεῖται γραπτῶς, ὡς οἱ Πατέρες φασίν.

ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνοῦσάν σε, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Λευχείμων ὡράθη γυναιξί, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, καταστραπτόμενος Ἄγγελος. Τί τὸν ζῶντα ἐν τῷ τάφῳ βοῶν, ἐπιζητεῖτε ὡς θνητόν, ὄντως ἡγέρθη Χριστός, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες σέ, εὐλογοῦμεν, Μαρία Θεόνυμφε.
ᾨδὴ η'
Ἑπταπλασίως κάμινον
Νομοθετεῖ μὲν ἄριστα, τῶν Πατέρων ὁ σύλλογος, τοῖς θεοσεβέσι, σχετικὴν προσκύνησιν, καὶ τὴν ἀναστήλωσιν, τῆς Ἱερᾶς εἰκόνος Χριστοῦ· οἱ φιλευσεβεῖς δέ, τήν ἐτήσιον μνήμην, ὡς παῖδες ἐκτελοῦμεν, εὐπειθεῖς τὴν ἐκείνων, καὶ πόθῳ τὴν εἰκόνα, Χριστοῦ καταφιλοῦμεν.

Ἑπταπλασίως ἔκαμπτον, ταπεινοὺς ὑψηλόφρονες, καὶ τῶν φιλαρέτων, τὰς ὁρμὰς ἀνέκοπτον, δι' ὧν ἐνδιέβαλλον, εἰς τὰς ἐνθέους πράξεις αὐτῶν, ἀλλ' οἱ τῆς ἑβδόμης, συνελθόντες Συνόδου, Πατέρες ἐν Νικαίᾳ τὴν ὀφρὺν τὴν ἐκείνων, αὐτίκα κατασπῶσιν, ἑπταπλασιωτέρως.

Βέλη νηπίων γίνονται, ψαλμικῶς γηραιόφροσι, τῶν νηπιοφρόνων, αἱ πληγαὶ καὶ μάστιγες, τῇ θείᾳ δυνάμει δέ, ἐξασθενοῦσι γλῶσσαι πολλαί, τῶν τὰς βλασφημίας, εἰς τὸ ὕψος λαλούντων, καὶ πᾶς τις τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, Θεὸν ἕνα γινώσκει, πανταίτιον καὶ μονον.
Θεοτοκίον
Δημιουργεῖται νήπιος, ἑκοντὶ διὰ ἔλεος, ὁ Δημιουργὸς ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τηρῶν μετὰ τόκον σε, κεκαθαρμένην ὅλην Ἁγνή, καὶ τὴν ῥυπωθεῖσαν, ἐκκαθαίρων εἰκόνα· διὸ περ ἐν εἰκόσι, συμμορφοῦταί σοι φύσει, βροτὸς γεγενημένος, Θεὸς ὑπάρχων φύσει.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὅλον με ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγχύτῳ, ὅλῳ μοι διδοὺς ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους σου, ὁ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς δι' εὐσπλαγχνίαν πολλήν.

Οἱ σοὶ μαθηταὶ καθορῶντες, ἀνεῳγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, κεκενωμένας τῇ Ἀναστάσει σου, σὺν τῷ Ἀγγέλῳ ἔλεγον· Ὄντως ἐγήγερται ὁ Κύριος!
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.
Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν.
ᾨδὴ θ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς
Ὁ μέγας τῇ ἰσχὺϊ καὶ τῇ βουλῇ, ὁ τὸ πᾶν συγκρατῶν ἀκατάληπτε, μόνε Θεέ, κράτιστε παντάρχα Παμβασιλεῦ, τὴν Ἐκκλησίαν κράτυνον, τῇ ὀρθοδοξίᾳ σου συντηρῶν, Πατέρων πανενδόξων, παραδειγματισάντων, κακοδοξίαν παρακλὴσεσι.

Μεγάλων ἠξιώθητε τῶν τιμῶν, ἐπὶ γῆς οὐρανόφρονες Ἅγιοι, ὅτι Χριστοῦ, τύπον ἐτιμήσατε σχετικῶς, καὶ νῦν σκιὰν ἐκθέμενοι, καὶ τὸ περικάλυμμα τῆς σαρκός, αὐτὸν αὐτοπροσώπως, εἰς πρόσωπον ὁρᾶτε, καὶ τῶν μειζόνων ἀξιούμενοι.

Ἣν ἵνα παιδευθῶμεν πανστρατιάς, βαρβαρώδους ἱππείας ἠρέθισας, ῥύμην αὐτός, θραῦσον καὶ τὸ θράσος τὸ καθ' ἡμῶν, καὶ Βασιλεῖ συμμάχησον, τῷ τεθαρρηκότι σοι Παντουργέ, ταῖς εὐπαρρησιάστοις, πρεσβείαις τῶν Πατέρων, ὧν ἐκτελοῦμεν τὸ μνημόσυνον.
Θεοτοκίον
Νοῆσαι τὸ μυστήριον οὐδαμῶς, τῆς φρικτῆς σου λοχείας, δεδύνηται, βρότειος νοῦς, ἀλλ' οὐδ' ὑψηλόνους ἀγγελικός, ὅτι Θεὸν ἐγέννησας, σὺ σεσαρκωμένον ὑπερφυῶς· διὸ σε Θεοτόκον, εἰδότες σὺν ἐκείνῳ, καθιστοροῦντες μεγαλύνομεν.
Καταβασίες
Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ι'
Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν, οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων.
Ἐξαποστειλάριον
Ἐν πνεύματι τῷ Ἱερῷ
Πατέρες οὐρανόφρονες, οἱ Συνόδῳ ἑβδόμῃ, συναθροισθέντες δέησιν, ἐκτενῆ τῇ Τριάδι, προσάξατε τοῦ ῥυσθῆναι, ἐκ πάσης αἱρέσεως, καὶ κρίσεως αἰωνίου, Βασιλείας τε τυχεῖν, οὐρανῶν τοὺς τὴν ὑμῶν, σύναξιν θείαν ὑμνοῦντας.
Θεοτοκίον
Πρεσβείαις ὑπεράγαθε, Κύριε τῆς Μητρός σου, καὶ τῶν ἐν ἑπτὰ Συνόδοις, ἀθροισθέντων Πατέρων, τὴν Ἐκκλησίαν στήριξον, καὶ τὴν Πίστιν κράτυνον. καὶ οὐρανῶν Βασιλείας, δεῖξον πάντας κοινωνούς, ὅταν ἔλθῃς ἐπὶ γῆς, τοῦ κρῖναι πᾶσαν τὴν κτίσιν.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος δ'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ οὐράνιον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατᾳ, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν.
Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, οἱ χρηστοκήρυκες, Εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, Πίστιν θεοδίδακτον.

Στίχ. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ.
Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐμπειρίαν, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λυμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται Ἱερώτατοι.
Δόξα... Ἦχος πλ. δ'
Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς περέδωκε τῇ Ἐκκλησίᾳ. Οὓς εὐφημούντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιών, οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου. Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.
Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...
Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Τῶν Πατέρων
Ἦχος πλ. δ'
Ὑπερδεδοξασμένος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν πάντας ἡμᾶς ὁδηγήσας, πολυεύσπλαγχνε δόξα σοι.
Τοῦ Ναοῦ
ουθπαρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, ει
Κοντάκιον ‘Ηχος β’.
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς. Αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος ’.

Στίχ.
Προς Τίτον Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί, 8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Ευαγγέλιον

Κυρ. δ΄ Λουκᾶ, «᾿Εξῆλθεν ὁ σπείρων» (Λκ. η΄ 5-15)•

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν
«Αἰνεῖτε». •

«Εἴδομεν τὸ φῶς».

Σημείωσις. ῾Η σημερινὴ Κυριακή, ἐν ᾗ ἀναγινώσκεται ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου ἡ παραβολὴ τοῦ σπορέως, εἰς πολλὰς περιοχὰς ἔχει καθιερωθῆ ὡς ἡ ἐπίσημος ἡμέρα τῆς ἐνάρξεως τῶν κατηχητικῶν σχολείων.
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου

24-10-2010
† ΚΥΡΙΑΚΗ ΚΒ΄ (Ϛ΄ ΛΟΥΚΑ). ᾿Αρέθα μεγαλομάρτυρος (β΄ αἰ.)• Σεβαστιανῆς μάρτυρος. ῏Ηχος πλ. α΄, ἑωθινόν ια΄.

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.

• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος πλ α’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων· Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα έσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος α'
Πανεύφημοι Μάρτυρες
Ἑβραίων ὠμότητι τὴν σήν, ἀνδρείαν ἀντέθηκας, Μάρτυς Ἀρέθα πανεύφημε· καὶ θείᾳ χάριτι, νικηφόρος ὤφθης, καὶ χορὸν προσήγαγες, Μαρτύρων τῷ Χριστῷ στρατευόμενον, ἐκ πάσης ἔνδοξε, ἡλικίας συγκροτούμενον, καὶ ἐκ γένους, παντὸς συνιστάμενον.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ἦχος α'
Πανεύφημοι Μάρτυρες
Ἑβραίων ὠμότητι τὴν σήν, ἀνδρείαν ἀντέθηκας, Μάρτυς Ἀρέθα πανεύφημε· καὶ θείᾳ χάριτι, νικηφόρος ὤφθης, καὶ χορὸν προσήγαγες, Μαρτύρων τῷ Χριστῷ στρατευόμενον, ἐκ πάσης ἔνδοξε, ἡλικίας συγκροτούμενον, καὶ ἐκ γένους, παντὸς συνιστάμενον.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ἀρέθα πανένδοξε τερπνήν, χορείαν στησάμενος, τῶν ἱερῶν συμμαρτύρων σου, μεθ' ὧν ἠγώνισαι, τὸν καλὸν ἀγῶνα, καὶ τὸν δρόμον ἤνυσας, τῆς σῆς ἀνδρειοτάτης ἀθλήσεως, Χριστὸν δυσώπησον, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα
Παρθένοι νεάνιδες Χριστοῦ, ἔρωτι πυρούμεναι, τῆς ἀσθενείας τῆς φύσεως, ἐπιλαθόμεναι, καὶ δυνάμει θείᾳ, προφανῶς ῥωννύμεναι, τὴν πλάνην τοῦ ἐχθροῦ κατεπάτησαν, μὴ δειλιάσασαι, τῶν βασάνων τὸ ἐπίπονον, καὶ καμίνου, τὸ πῦρ μὴ πτοούμεναι.

Δόξα... Ἦχος δ'
Ἀνατολίου
ᾈσματικῶς τὸν ποιμενάρχην, σήμερον πιστοί, ὁμοφρόνως τιμήσωμεν, Ἀρέθαν τὸν ἐνδοξότατον, μετὰ τῆς συνοδίας αὐτοῦ, ὅτι ἤλεγξε βασιλέα παρανομήσαντα, καὶ τὸ αἷμα ἐξέχεεν ὑπὲρ Χριστοῦ τῆς ὁμολογίας· ὅθεν καὶ πύρινον νέφος κατέφλεγεν ἀπὸ προσώπου τῆς γῆς, διελέγχον τῶν παρανόμων τὴν ἀσέβειαν. Διὸ Χριστὲ ὁ Θεός, ὁ τοὺς σούς, Ἀθλοφόρους ἐνισχύσας πρὸς σὴν δοξολογίαν, καὶ ἡμᾶς διάσωσον ὡς τῶν ὅλων Δεσπότης, ἐκ πειρασμῶν καὶ θλίψεων, ταὶς πρεσβείαις τῶν Ἁγίων σου.

Καὶ νῦν Θεοτοκίον
Ἦχος πλ. α'

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀπόστιχα Στιχηρά
Ἦχος πλ. α'
Σὲ τὸν Σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρουνοὺς ἀφέσεως πᾶσιν ἐξέβλυσας, ζωῆς καὶ σωτηρίας, σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανασίαν ἡμῖν δωρούμενος, οἰκήσας τάφῳ δέ, ἡμᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῷ ἐνδόξως ὡς Θεός, διὰ τοῦτο βοῶμεν· Φιλάνθρωπε Κύριε, δόξα σοι.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ᾅδου κάθοδος, Φιλάνθρωπε ὑπάρχει· σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστήσας ἑαυτῷ, ἐνδόξως ὡς Θεός, τὸν Παράδεισον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παραδείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔσπλαγχνος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
O δι' ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶσον ἡμᾶς.

Δόξα... Ἦχος πλ. δ'
Τὴν πονηρὰν καὶ ἄπιστον, κακοβουλίαν Ἑβραίων προδιαγνόντες, ἐν τῇ τοῦ πνεύματος τόλμῃ, ὑπὲρ Χριστοῦ μαρτυρῆσαι ἠγωνίσασθε· ὡς γὰρ ἔκπαλαι ἐν νόμῳ, τὸν ἐξ Αἰγύπτου σώσαντα, ἐν ἐρήμῳ παρώργισαν, καὶ τοῦτον σταυρῷ κατεδίκασαν. Οὕτω νῦν καὶ ὑμῖν, ἔργω τὸν λόγον παρῆλθον, καὶ ἀπιστίαν ζηλώσαντες ὑμᾶς τῷ πυρὶ κατεδίκασαν. Ὑμεῖς δὲ ὁμοφρόνως, ἀνδρείως τῇ καρτερίᾳ ἐναθλήσαντες, φοβεροὶ ἐν Μάρτυσιν ἀνεδείχθητε. Παρρησίαν ἔχοντες πρὸς Θεόν, αἰτήσασθε ῥυσθῆναι, ἐκ πταισμάτων πολλῶν τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα...
Ἀπολυτίκιον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Καὶ νῦν...
Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος πλ α’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα...
Ἀπολυτίκιον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

Καὶ νῦν...
Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Καθίσματα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. α'
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β'
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ κᾀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ'
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ια’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος πλ. α'
Ὁ Εἱρμὸς
«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.
τῶν Ἁγίων οὗτος, οὗ ἡ Ἀκροστιχίς.

Μαρτυρικὴν σύνοδον Θεοτερπέα μέλψομεν ὕμνοις.
Θεοφάνους

ᾨδὴ α' Ἦχος πλ. δ'
ᾌσμα ἀναπέμψωμεν
Μάρτυς ἀθλοφόρε τοῦ Χριστοῦ, Ἀρέθα παμμακάριστε ταῖς ἱκεσίαις σου, καὶ τῶν σὺν σοὶ Μαρτύρων, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμῶν ὑμνήσω, τὴν φωσφόρον καὶ ἔνθεον μνήμην.

Ἄνω τὸ πολὶτευμα σαφῶς, ἐν οὐρανοῖς κτησάμενος, θεομακάριστε, Χριστοῦ τῇ ἐκμιμήσει, σαυτὸν παραδέδωκας, πόθῳ τοῦ Μαρτυρίου, τοὶς ἀνόμοις Ἑβραίοις θεόφρον.

Ῥῆμα παραβὰς τὸ τοῦ Θεοῦ, Ἑβραῖος ὁ παράνομος, καὶ ἀδικώτατος τὴν θεόλεκτον ποίμνην, Χριστοῦ ἐλυμήνατο, ὅμως εἰσπράττει δίκην, τῇ δικαίᾳ καὶ θείᾳ προνοία.

Τρίβον διοδεύων ἀληθῶς, πρὸς οὐρανὸν τὴν φέρουσαν, Χριστῷ προσήγαγες, Μαρτύρων Ἐκκλησίαν, Ἀρέθα πανεύφημε, πάσης ἐξ ἡλικίας, καὶ ἐκ γένους παντὸς ἠθροισμένην.
Θεοτοκίον
Ὕμνοις τὴν πανάχραντον πιστοί, Παρθένον εὐφημήσωμεν, τὴν Θεομήτορα, τὴν κεχαριτωμένην, τὴν σκέπην τὴν ἔνθεον, τὸν εὔδιον λιμένα, τὴν ἁπάντων πιστῶν σωτηρίαν.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

ᾨδὴ γ'
Οὐρανίας ἁψῖδος
Ῥωννυμένην ὁρῶντες, τῇ τοῦ Σταυροῦ χάριτι, σοῦ τὴν Ἐκκλησίαν, Ἑβραίων παῖδες παράνομοι, φθόνῳ τηκόμενοι, ἐν αἰκισμοῖς πολυτρόποις, ἀφειδῶς ᾐκίζοντο, μόνε Φιλανθρωπε.

Ἰοβόλον τὴν γλῶσσαν, οἱ δυσσεβεῖς ἔχοντες, καὶ σὲ βλασφημοῦντες τὸν τούτων, τοὺς προγεννήτορας, ἐλευθερώσαντα, τῆς παλαιᾶς τυραννίδος, τοὺς εἰς σὲ πιστεύοντας, Σῶτερ κατέσφαξαν.

Κατὰ μόνας ὁ πλάσας, θεουργικῷ νεύματι, σὺ τὰς τῶν ἀνθρώπων καρδίας, τὶς τῆς προνοίας σου, βάθος δυνήσεται, καταλαβεῖν ὅπως ποίμνην, ἣν Χριστὲ συνήγαγες, λύκοις παρέδωκας;

Ἡ θεόφρων σου ποίμνη, βαρβαρικοῖς ξίφεσι, κατατεμνομένη προθύμως, ἐπεκαλεῖτό σε. Δέξαι τὰ πνεύματα, καὶ τὰς ψυχὰς ἡμῶν Σῶτερ, καὶ πρὸς φῶς ὁδήγησον, τῆς βασιλείας σου.
Θεοτοκίον
Νεκρωθέντα μὲ πάλαι, πρὸς τὴν ζωὴν Πάναγνε, πάλιν ἐπανήγαγες, μόνη τὴν ἐνυπόστατον, ζωὴν γεννήσασα· ᾗ προσβαλὼν διερράγη, προφανῶς ὁ θάνατος, ὁ δυσμενέστατος.
Ὁ Εἱρμὸς
«Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπη τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν
Τοῦ Σταυροῦ τῇ δυνάμει καθοπλισθείς, καὶ τῇ πίστει τειχίσας πόλιν τὴν σήν, τοῖς ἔργοις κατῄσχυνας, τοῦ τυράννου τὸ φρύαγμα, ὑπομονῆς δὲ τύπος, ἐνθέου γενόμενος, τῷ Χριστῷ προσήγαγες, ἐν ταύτῃ τοὺς Μάρτυρας· ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, Ἀρέθα ἀείμνηστε, τὴν πανέορτον μνήμην σου. Ἀθλοφόρε μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων λύτρωσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὡς πανάμωμος Νύμφη τοῦ Ποιητοῦ, ὡς ἀπείρανδρος Μήτηρ τοῦ Λυτρωτοῦ, δοχεῖον ὡς ὑπάρχουσα, τοῦ Παρακλήτου πανάμωμε, ἀνομιῶν με ὄντα, αἰσχρὸν καταγώγιον, καὶ δαιμόνων παίγνιον, ἐν γνώσει γενόμενον, σπεῦσον καὶ τῆς τούτων, κακουργίας με ῥῦσαι, λαμπρὸν οἰκητήριον, ἀρετῆς ἀπαρτίσασα, φωτοδόχε ἀκήρατε, δίωξον τὸ νέφος τῶν παθῶν, καὶ τῆς ἄνω μεθέξεως ἀξίωσον, καὶ φωτὸς ἀνεσπέρου, πρεσβείαις σου Ἄχραντε.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Μερρᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.
ᾨδὴ δ'
Σύ μου ἰσχὺς Κύριε
Συναγωγή, κραταιουμένη τῷ Πνεύματι, καὶ χορεία, θεία καὶ ὑπέρλαμπρος, μαρτυρικὸς δῆμος καὶ στρατός, ὁ τροπαιοφόρος, Ἀρέθαν ἔχων ταξίαρχον, ὑμνείσθω φιλοτίμως, ὑπὸ τῶν μελῳδούντων· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὑπὸ τῆς σῆς, συγκροτουμένη συνέσεως, ἡ θεόφρων, πόλις σου Πανόλβιε, τοῦ πολιᾷ, λάμποντος σεμνή, πρὸς τοὺς παρανόμους, ἀνδρείως διηγωνίσατο, καὶ νίκην ἀραμένη, μελῳδεῖ τῷ Σωτῆρι· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Νόμῳ καινῷ, ζωοποιοῦντι τῷ Πνεύματι, πεφραγμένη, νόμον τὸν τοῦ γράμματος, τὸν ἀναιροῦντα ἡ εὐσεβής, πόλις ὑπερέσχε, τῇ τῆς ψυχῆς καθαρότητι, καὶ τρόπων εὐγενεία, τῷ Χριστῷ μελῳδοῦσα· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Ὄντως Θεοῦ, πόλις ἐδείχθης Ὑπέρτιμε, καὶ Mαρτύρων, θεῖον ἐνδιαίτημα, καὶ περὶ σοῦ ᾄδεται φαιδρῶς, νῦν δεδοξασμένα, μεγάλα καὶ ἀξιάκουστα· χορὸν γὰρ μελῳδοῦντα, τῷ Δεσπότῃ προσῆγες· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Θεοτοκίον
Δαυϊτικῆς, ἐκ βασιλίδος βλαστήσασα, συγγενείας, τὸν παμβασιλεύοντα, τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρός, Λόγον ἀπορρήτως, καὶ ὑπὲρ νοῦν ἀναλάμψαντα, ἐγέννησας Παρθένε, Θεοτόκον· διὸ σε, θεοφρόνως πιστοὶ μακαρίζομεν.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

ᾨδὴ ε'
Ἴνα τὶ με ἀπώσω
Ὁ θεόλεκτος δῆμος, καὶ θεομακάριστος ἀγωνιζόμενος, καὶ θερμῶς ἀλλήλους, ἐνισχύοντες καὶ συνασπίζοντες, ὑπὸ τῶν ἀνόμων, ὑπὲρ Χριστοῦ σφαγιασθῆναι, εὐκλεῶς οἱ καλλίνικοι εἵλοντο.

Νευρωθέντες τῇ πίστει, καὶ τῆς εὐσεβείας τῷ ζήλῳ Σῶτερ πυρούμενοι, οἱ θεράποντές σου, παρανόμων τὸν φόβον οὐκ ἔπτηξαν, καὶ τῇ σῇ ἀγάπῃ, εἰλικρινῶς συνδεδεμένοι, ἑαυτοὺς ἑκουσίως παρέδωκαν.

Θεοῦ θείᾳ προνοίᾳ, καὶ τοῖς ἀνεφίκτοις της σοφίας κρίμασιν, ἀναθέντες πᾶσαν, τὴν ζωὴν αὐτῶν δῆμος ὁ ἔνθεος, πρὸς τὰς παρανόμους, Ἑβραϊκὰς μιαιφονίας, εὐθαρσῶς οἱ γενναῖοι ἐχώρησαν.

Ἐπὶ σοὶ πεποιθότες, καὶ πεπιστευκότες ἐν τῇ Ἀναστάσει σου, οἱ σοὶ Σῶτερ μύσται, οὐκ ἐρίζοντες οὐδὲ κραυγάζοντες, ὑπὸ τῶν ἀνόμων, ὑπὲρ τῆς σῆς ὁμολογίας, ἀνῃρέθησαν οἱ γενναιότατοι.
Θεοτοκίον
Ὁ Θεοῦ Θεὸς Λόγος, ὁ πρὸ τῶν αἰώνων Πατρὶ συναΐδιος, εὐσπλαγχνίας πλούτῳ, ἐν γαστρί σου σκηνώσας ἐπτώχευσε, καὶ βροτὸς ἐφάνη, ἐπὶ τῆς γῆς σάρξ χρηματίσας, Θεοτόκε Παρθένε πανύμνητε.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.
ᾨδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ
Τῷ αἵματι τοῦ Χριστοῦ, σημειωθέντες οἱ Ἅγιοι, τὰ αἵματα ἑαυτῶν, προθύμως ἐξέχεον, οἱ ἔνδοξοι Μάρτυρες, καὶ νῦν βασιλεύειν, σὺν αὐτῷ κατηξιώθησαν.

Εἰρήνην προφητικῶς, ἐλάλουν γλῶσσαι ψελλίζουσαι, ἐκήρυττον τὸν Χριστόν, νηπίων ψελλίσματα, παρθένοι θεόφρονες, ὑπὲρ εὐσεβείας, ἑαυτὰς Θεῷ προσήνεγκαν.

Ῥαγήσεταί σοι τὸ φῶς, ἀνατελεῖ τὰ ἱμάτια, πλουσίως παρὰ Θεοῦ, Ἀρέθα θεσπέσιε, πρὸς ὃν ἐξεδήμησας, ἀποστάζων ἔτι, τοὺς ἱδρῶτας τῆς ἀθλήσεως.

Πληθὺς σοι Μαρτυρική, ἐνθέως Σῶτερ προσήνεκται,τὰ αἵματα διὰ σέ, προθύμως κενώσασα, καὶ αἰτεῖ τὴν ἄφεσιν, τῶν ἁμαρτημάτων, τοῖς αὐτὴν ἀεὶ δοξάζουσιν.
Θεοτοκίον
Ἐξέλαμψεν ἐκ Σιών, ἡ τοῦ Ὑψίστου εὐπρέπεια, τὸ πρόβλημα τῆς σαρκός, καθ' ἕνωσιν ἄρρητον, ἐκ σοῦ Ἀπειρόγαμε, περιβεβλημένη, καὶ τὸν κόσμον κατεφώτισεν.
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηριας μου».

Κοντάκιον Ἦχος πλ. α'
Μιμητὴς ὑπάρχων πρὸς τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ.
Στίχοι
• Τμηθείς, Θεῷ προσῆξε Μάρτυς Ἀρέθας,
• Πολλοὺς ὁμοίως Μάρτυρας τετμημένους.
• Ἀρέθα εἰκάδι σὺν γνωστοῖσι τετάρτῃ τμήθης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη μιᾶς γυναικὸς καὶ τοῦ βρέφους αὐτῆς, ἣν ἰδὸν τὸ βρέφος ἐν τῷ πυρί, ἐπιρρῖψαν ἐν τῇ φλογὶ ἑαυτὸ τελειοῦται
Στίχοι
• Τῇ μητρὶ πρὸς πῦρ ἡσύχως τεφρουμένη,
• Φωναῖς ὑποψελλίζον εἵπετο βρέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Σεβαστιανῆς.
Στίχοι
• Σεβαστιανὴ τῇ τομῇ βλύζει γάλα,
• Οὐχ αἷμα καὶ σάρξ ὥς περ οὖσα πρὸς ξίφος.

Οἱ ἅγιοι Μᾶρκος, Σωτήριχος, Οὐαλεντῖνος κατὰ γῆς συρόμενοι, καὶ οἱ ἅγιοι Ἀκάκιος ὁ πρεσβύτερος καὶ Νέρδων ξίφει καὶ πυρὶ τελειοῦνται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ
Ὁ Εἱρμὸς
«Ο ὐπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀνάγων τοὺς βοῶντας· ὁ Θεὸς εὐλογητὸς εἶ.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεῷ ὃν σωματούμενον, πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ ζ'
Θεοῦ συγκατάβασιν
Αἱμάτων οἱ χείμαρροι, τῶν ἀθλητῶν σου ἀναπηγάζουσι, τὰς ἰάσεις τοῖς πίστει, τὴν τούτων Μνήμην καταγεραίρουσι, καὶ σοὶ τῷ Κτίστῃ προθύμως κραυγάζουσιν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μητέρες οἰκτίρμονες, ὡς τετρωμέναι τῆς σῆς ἀγάπης Χριστέ, οὐκ ἐφείσαντο παίδων, ἀλλ' ἐν καμίνῳ καταφλεγόμεναι, σοὶ τῷ Δεσπότῃ ἐκραύγαζον λέγουσαι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἐμώραναν ἅπασαν, οἱ Ἀθλοφόροι τὴν τῶν ἀνόμων βουλήν, ὡς τῇ θείᾳ συνέσει, καὶ ἀγχινοίᾳ κατακοσμούμενοι, καὶ γεγηθότες ἐσφάττοντο ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Λαμπάδα ἀθλήσεως, καὶ παρθενίας φαιδρῶς ἀνάψασαι, εἰς τὸν θεῖον νυμφῶνα, αἱ νικηφόροι ἀγαλλιώμεναι, σὺν ταῖς φρονίμοις Παρθένοις κραυγάζουσιν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ψυχῶν καθαρτήριον, καὶ σωτηρίας ὑπάρχεις πρόξενος, τοῖς ἐν πίστει καὶ πόθῳ, Θεοῦ Μητέρα σε καταγγέλλουσι, καὶ τῷ Υἱῷ σου συμφώνως κραυγάζουσιν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύξω ποτήριον, ὥσπερ ἀβούλητον, δύο θελήσεις· δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις, Χριστὲ εἰς τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾍδης, Χριστὲ καταγέλαστος, γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι, τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η'
Ἑπταπλασίως κάμινον
Οὐκ ἐν τῷ νόμῳ πέφυκε, προφανῶς ἡ τελείωσις, ἀλλ' ἐν τῷ Χριστῷ, ἡ σωτηρία δέδοται, ἐβόων οἱ Μάρτυρες, τοῖς θεοκτόνοις λέγοντες· ὅθεν γεγηθότες ἀναιρούμενοι πάντες, καὶ θνῄσκομεν προθύμως, καὶ αὐτῷ μελῳδοῦμεν· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Μυσταγωγεῖ τὸ νήπιον, καὶ διδάσκει τοὺς ἄφρονας, πρὸς τὴν σὴν εἰκόνα, καθορᾶν τὴν ἄχραντον, καὶ πίστιν εἰσδέξασθαι, τῆς ἐν γῇ παρουσίας σου, καὶ διαλαθόν τῶν παρανόμων τὰς χεῖρας, τὴν φλόγα ὑπεισῆλθε, τῇ τεκούσῃ συμψάλλον· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἐπὶ τῆς γῆς οἱ Μάρτυρες, εὐσεβῶς ἠγωνίσαντο, καὶ ἐν οὐρανοῖς, παρὰ Χριστοῦ τὸν στέφανον ἀξίως ἐδέξαντο, χαρμονικῶς ἀπάραντες, τῶν εὐφραινομένων, ἔνθα ἡ κατοικία, τῶν πίστει μελῳδούντων, καὶ βοώντων ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Xριστὸν εἰς τοὺς αἰῶνας.

Νενικηκότες Ἅγιοι, τὸν δεινὸν κοσμοκράτορα, καὶ τοὺς ὑπουργοῦντας, τοῖς αὐτοῦ θελήμασι πρὸς τὸν Παντοκράτορα, καὶ τὸν τῶν ὅλων Κύριον, μετὰ παρρησίας καὶ χαρᾶς ἀνεκφράστου, μετέστησε βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου Πανάχραντε, τῶν εἰλικρινῶς καὶ καθαρῶς βοώντων σοι, καὶ σὲ Θεομήτορα ὁμολογούντων Πάναγνε, τῶν ἁμαρτημάτων, αἰτουμένη τὴν λύσιν, τυχεῖν τε σωτηρίας, τοὺς πιστῶς μελῳδοῦντας· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς, ὅλος συναφθείς, μόνος ἁμαρτίας δέ, μὴ μετασχών, ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοῖς ἀχράντοις σου παθήμασι.

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Θεορρήτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευρᾶς, καὶ ζωοποιοῦ, θυσία μὲν πέπαυται, εἰδωλική, πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνή, Κόρη καὶ σεμνή, ἀλλ' ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ, τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρὶ τε καὶ τῷ Πνεύματι.
ᾨδὴ θ'
Ἔφριξε πᾶσα ἀκοὴ
Μέτοχοι δόξης τοῦ Χριστοῦ, κοινωνήσαντες θανάτου γεγόνατε, Ἅγιοι Μάρτυρες, καὶ βασιλείας τῷ διαδήματι, κατεκοσμήθητε φαιδρῶς· Θεῷ δὲ παρίστασθε, ἡμῖν αἰτούμενοι, σωτηρίαν ψυχικὴν ἀξιάγαστοι.

Νόμιμοι ὤφθητε Χριστοῦ, στρατιῶται καὶ ἀήττητοι Μάρτυρες, Ἀρέθα πάνσοφε, καὶ σοὶ προθύμως οἱ συναθλήσαντες, σὺν Ἀθλοφόροις γυναιξί, παρθένοι νεάνιδες· διὸ δεόμεθα, ἐκτενῶς ὑπὲρ ἡμῶν ἱκετεύσατε.

Ὅμιλος πρόκειται ἡμῖν, ἐκκλησία τε Μαρτύρων θεόλεκτος, δεῦτε φιλόθεοι, μετ' ἐγκωμίων τούτους ὑμνήσωμεν, ὡς νικηφόρους Ἀθλητάς, ὡς θείους θεράποντας, ὡς ἱκετεύοντας, ἐκτενῶς ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.

Ἴθυνον Λόγε τοῦ Θεοῦ, τὴν ζωήν μου καὶ κυβέρνησον Δέσποτα, τῶν θεραπόντων σου, ταὶς ἱκεσίαις τῶν ἀγαπώντων σε, καὶ καταξίωσον αὐτῶν, γενέσθαι συμμέτοχον, τὰς ἁμαρτίας μου, παρορῶν ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Θεοτοκίον
Σκήνωμα γέγονας Θεοῦ, τὸν ἀχώρητον ἐν μήτρᾳ χωρήσασα, καὶ τὸν πρὶν ἄσαρκον, σεσαρκωμένον ἡμῖν γεγέννηκας, ὃν νῦν δυσώπησον Ἀγνή, πταισμάτων συγχώρησιν, πᾶσι δωρήσασθαι, τοῖς ἐν πίστει σε ἀεὶ μεγαλύνουσιν.
Ὁ Εἱρμὸς
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».

Καταβασίες
Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΙΑ'
Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην. Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Ἀρέθα παναοίδιμε, σὺν τοῖς συνάθλοις πρέσβευε, Χριστῷ βραβεῦσαι τῷ κόσμῳ, ὁμόνοιαν καὶ εἰρήνην, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, Μεγαλομάρτυς ἔνδοξε, καὶ ἱλασμὸν τοῖς τελοῦσι, τὴν ἱερὰν ἡμῶν μνήμην.
Θεοτοκίον
Φθαρεῖσαν ἀνεκαίνισας, τὴν φύσιν τοῦ Προπάτορος, ὑπερφυῶς συλλαβοῦσα, καὶ ἀπειράνδρως τεκοῦσα, τὸν Ποιητὴν τῆς κτίσεως, ὑφ' οὗ ῥωσθέντες ἤθλησαν, χοροὶ Μαρτύρων μέλποντες, σὲ τῆς ἡμῶν σωτηρίας, τὴν ἀπαρχὴν Θεοτόκε.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος πλ. α'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὅ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια· εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἠμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
-- Κύριε, ὁ Βασιλεὺς τῶν αἰώνων, καὶ Ποιητὴς τῶν ἁπάντων, ὁ δι' ἡμᾶς σταύρωσιν, καὶ ταφὴν σαρκὶ καταδεξάμενος, ἵνα ἡμᾶς τοῦ ᾍδου ἐλευθερώσῃς πάντας, σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Κύριε, τὰ ὑπερλάμποντά σου θαύματα τὶς διηγήσεται; ἢ τὶς ἀναγγελεῖ τὰ φρικτά σου μυστήρια; ἐνανθρωπήσας γὰρ δι' ἡμᾶς, ὡς αὐτὸς ἠθέλησας, τὸ κράτος ἐφανέρωσας τῆς δυνάμεώς σου· ἐν γὰρ τῷ Σταυρῷ σου, τῷ Λῃστῇ Παράδεισον ἤνοιξας, καὶ ἐν τῇ Ταφῇ σου, τοὺς μοχλοὺς τοῦ ᾍδου συνέτριψας, καὶ ἐν τῇ Ἀναστάσει σου, τὰ σύμπαντα ἐπλούτισας. Εὔσπλαγχνε δόξα σοι.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι, λίαν πρωΐ, ἐπεζήτουν σε μυρίσαι τὸν Ἀθάνατον Λόγον καὶ Θεόν, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, ὑπέστρεφον ἐν χαρᾷ, τοῖς, Ἀποστόλοις μηνῦσαι ἐμφανῶς, ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ παρέχεις τῷ κόσμῳ ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
-- Τοῦ θεοδέγμονος τάφου, πρὸς τοὺς Ἰουδαίους οἱ φύλακες ἔλεγον· Ὢ τῆς ὑμῶν ματαιόφρονος συμβουλῆς! φυλάττειν τὸν ἀπερίγραπτον δοκιμάσαντες, μάτην ἐκοπιάσατε, κρύψαι τὴν Ἀνάστασιν τοῦ σταυρωθέντος βουλόμενοι, τρανῶς ἐφανερώσατε. Ὢ τοῦ ὑμῶν ματαιόφρονος συνεδρίου! Τὶ πάλιν κρύψαι συμβουλεύεσθε, ὃ οὐ κρύπτεται; μᾶλλον δὲ παρ' ἡμῶν ἀκούσατε, καὶ πιστεῦσαι θελήσατε τῶν γενομένων τὴν ἀλήθειαν. Ἄγγελος ἀστραπηφόρος, οὐρανόθεν κατελθών, τὸν λίθον ἀπεκύλισεν, οὐ τῷ φόβῳ νεκρώσει συνεσχέθημεν, καὶ φωνήσας ταῖς κραταιόφροσι Μυροφόροις, ἔλεγε γυναιξίν· οὐχ ὁρᾶτε τῶν φυλάκων τὴν νέκρωσιν, καὶ τῶν σφραγίδων τὴν διάλυσιν, τοῦ ᾍδου τε τὴν κένωσιν; Τὶ τὸν τὸ νῖκος τοῦ ᾍδου, καταργήσαντα, καὶ τοῦ θανάτου τὸ κέντρον συντρίψαντα, ὡς θνητὸν ἐπιζητεῖτε; Εὐαγγελίσασθε δὲ ταχὺ πορευθεῖσαι τοῖς Ἀποστόλοις τὴν Ἀνάστασιν, ἀφόβως κραυγάζουσαι· Ὄντως ἀνέστη ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δόξα ΕΩΘΙΝΟΝ ΙΑ' Ἦχος πλ. δ'
Φανερῶν σεαυτόν, τοῖς Μαθηταῖς σου Σωτὴρ μετὰ τὴν Ἀνάστασιν, Σίμωνι δέδωκας τὴν τῶν προβάτων νομήν, εἰς ἀγάπης ἀντέκτισιν, τὴν τοῦ ποιμένειν φροντίδα αἰτῶν. Διὸ καὶ ἔλεγε· Εἰ φιλεῖς με Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ποίμαινε τὰ πρόβατά μου. Ὁ δὲ εὐθέως ἐνδεικνύμενος τὸ φιλόστοργον, περὶ τοῦ ἄλλου Μαθητοῦ ἐπυνθάνετο. Ὧν ταῖς πρεσβείαις Χριστέ, τὴν ποίμνην σου διαφύλαττε, ἐκ λύκων λυμαινομένων αὐτήν.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
π Ἀπολυτίκιον Ἦχος πλ. α'

Καὶ νῦν... Ἀπολυτίκιον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

αρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, ει
Κοντάκιον ‘Ηχος β’.
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς. Αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος πλ α ’.

Συ, Κύριε, φυλάξαις ημάς και διατηρήσαις ημάς
Στίχ. Σώσον με, Κύριε, ότι εκλέλοιπεν όσιος
Προς Γαλάτας Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί, Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13 οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. 15 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. 17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. 18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Ευαγγέλιον
Κυρ. ς΄ Λουκᾶ «᾿Ελθόντι τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν» (Λκ. η΄ 27-39).

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν
«Αἰνεῖτε». •

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου

31-10-2010

† ΚΥΡΙΑΚΗ ΚΓ΄ (Ε΄ ΛΟΥΚΑ). Στάχυος, ᾿Απελλοῦ κ.λπ. ἐκ τῶν 70 (α΄ αἰ.)• ᾿Επιμάχου μάρτυρος (†250). Νικολάου νεομάρτυρος τοῦ ἐν Χίῳ (†1754). ῏Ηχος πλ. β΄, ἑωθινόν α΄.

Εἰς τὸν ἑσπερινόν
«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• ( Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• ( Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• ( Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• ( Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• ( Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• ( Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• ( Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.

• ( Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• ( Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• ( Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• ( Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• ( Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• ( Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• ( Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• ( Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• ( Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• ( Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• ( Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• ( Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• ( Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• ( Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• ( Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• ( Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος πλ β’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Στιχηρὰ Ἦχος πλ. β'
Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῶ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Στιχηρὰ Προσόμοια τρία τῶν Ἀποστόλων.
Ἦχος α'
Πανεύφημοι Μάρτυρες ὑμᾶς
Εἰς πᾶσαν ἐξέδραμε τὴν γῆν ὑμῶν ὁ σωτήριος, φθόγγος Κυρίου Ἀπόστολοι φέγγει τῆς χάριτος, καταυγάζων πάντων τὰς καρδίας ἔνδοξοι, καὶ λύων τῆς ἀπάτης τήν ζόφωσιν· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Στάχυς ὁ πανόλβιος Χριστοῦ, κήρυξ καὶ Ἀπόστολος, καὶ Ἀπελλῆς ὁ θαυμάσιος καὶ Ἀριστόβουλος, Οὐρβανός, Ἀμπλίας καὶ ὁ θεῖος Νάρκισσος, Τριάδα παναγίαν κηρύξαντες ἔθνη ἐφώτισαν καὶ δουλείας ἐλυτρώσαντο, οὓς ἐν πίστει πάντες μακαρίσωμεν.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Φωστῆρες ὑπέρλαμπροι Χριστοῦ, σκεύη καθαρώτατα, ὅλην τὴν αἴγλην τοῦ Πνεύματος πίστει χωρήσαντες, Ἐκκλησίας στῦλοι, οὐρανοὶ περίδοξοι, τὴν δόξαν τοῦ Θεoῦ διηγούμενοι, αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Καὶ τρία τοῦ Μάρτυρος
Ἦχος ὁ αὐτὸς
Τῶν οὐρανίων ταγμάτων
Τῶν οὐρανίων τὰ κάλλη, ποθήσας ἔνδοξε, τὴν τῶν προσκαίρων δόξαν, εἰς οὐδὲν ἐλογίσω· διὸ καὶ ἰσαγγέλως ἐν τῇ σαρκί, βιοτεύων ὡς ἄσαρκος τὰς πολυτρόπους κολάσεις τῶν διωκτῶν, καρτερῶς φέρεις Ἐπίμαχε.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.
Ἐν οὐρανίαις παστάσι, χορεύων ἔνδοξε, καὶ ἐντρυφῶν τῇ δόξῃ τοῦ τῶν ὅλων Δεσπότου, Ἐπίμαχε τρισμάκαρ δυσώπει αὐτόν, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, ἵνα τρυφῆς αἰωνίου καὶ τῆς χαρᾶς σὺν Ἀγγέλοις ἀπολαύσωμεν.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα
Φωστὴρ λαμπρότατος ὤφθης Μάρτυς Ἐπίμαχε τοῖς ἐν τῷ σκότει φαίνων καὶ ἀγνοίας τῷ ζόφῳ τοὺς πάλαι κρατουμένους, φωτίσας ταῖς σαῖς, ἱεραῖς παραινέσεσι, καὶ ἐναθλήσας νομίμως ὑπὲρ Χριστοῦ νίκης στέφανον ἀπείληφας.

Δόξα... Καὶ νῦν
Θεοτοκίον
Ἦχος πλ. β'
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀπόστικα Ἦχος πλ. β'
Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Πύλας συντρίψας χαλκᾶς, καὶ μοχλοὺς τοῦ ᾍδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.
Ῥεύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, Σταυρῷ προσπήγνυται καὶ τάφῳ τέθειται, ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον· Οἴμοι Σωτὴρ τῶν ἁπάντων , πῶς κατεδέξω τάφῳ οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφ' ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς αὐτὰς ἀπεβόησε. Τὸν θρῆνον παυσάμεναι, τοῖς Ἀποστόλοις εἴπατε· Ὅτι ἀνέστη ὁ Κύριος, τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
Σταυρωθεὶς ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τῇ ταφῇ σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς Θεὸς μετὰ δόξης, τῷ κόσμῳ δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Ἦχος πλ. β'
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν
Θεοτοκίον

Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος πλ β’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Δόξα...
Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Καὶ νῦν

Καθίσματα Ἦχος πλ. β'
Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα· καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν, ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Προϊστορεῖ ὁ Γεδεὼν τὴν σύλληψιν, καὶ ἑρμηνεύει ὁ Δαυῒδ τὸν τόκον σου Θεοτόκε· κατέβη γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, ὁ Λόγος ἐν τῇ γαστρί σου, καὶ ἐβλάστησας ἄνευ σπορᾶς Γῆ ἁγία, τοῦ κόσμου τὴν σωτηρίαν, Χριστὸν τὸν Θεὸν ἡμῶν ἡ Κεχαριτωμένη.

Ἡ Ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
Δόξα...
Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. β'
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Οἱ Ἀναβαθμοί
Ἀντίφωνον Α'
Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἴκτειρόν με, ἵνα ζῶ σοι.
Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία, εἴ τινι τούτων κατ' ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β'
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.
• •
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων, ὅπερ αἱ ἄνω Στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν α’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδόκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄσωμεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.
καὶ τῶν Ἁγίων οἱ δύο παρόντες.

Ὁ Κανὼν τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς.

Πιστῶς ἐπαινῶ τοὺς Θεοῦ ὑπηρέτας. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος α'
Σοῦ ἡ τροπαιοῦχος
Πίστει τους γεραίροντας ὑμῶν, τὸ ἱερὸν θεηγόροι μνημόσυνον, καὶ πανηγυρίζοντας, χαρμονικῶς παθῶν ἀχλύος ῥύσασθε, καὶ τῆς αἰωνίου, χαρᾶς μετόχους ἐργάσασθε.

Ἴχνεσιν ἑπόμενοι Χριστοῦ, τοῦ σαρκωθέντος δι' οἶκτον Πανόλβιοι, τούτου τε προστάξεσι, θεαρχικαῖς καθυπουργοῦντες ὤφθητε, πάντων πλανωμένων, καθηγηταὶ πρὸς εὐσέβειαν.

Στάχυν καὶ Ἀμπλίαν τὸν σοφόν, καὶ Οὐρβανὸν Ἀπελλῆν τε καὶ Νάρκισσον, καὶ τὸν Ἀριστόβουλον, τοὺς τοῦ Χριστοῦ Μαθητὰς χρηματίσαντας, πίστει συνελθόντες, χρεωστικῶς μακαρίσωμεν.
Θεοτοκίον
Τὸ περιφανὲς ὄρος Θεοῦ, τὴν κιβωτὸν τὴν Ἁγίαν καὶ Τράπεζαν, στάμνον τε τὴν πάγχρυσον, τὸ καθαρὸν τοῦ Κυρίου παλάτιον, τὴν εὐλογημένην, ἐν γυναιξὶ μακαρίσωμεν.

Ὁ Κανὼν τοῦ Μάρτυρος, ποίημα καὶ οὗτος τοῦ αὐτοῦ Ἰωσήφ.

ᾨδὴ α' Ἦχος δ'
ᾌσομαί σοι Κύριε
Ταῖς θείαις λαμπρότησιν Ἀθλοφόρε, τοὺς τὴν φωσφόρον καὶ σεπτήν, τελοῦντάς σου πανήγυριν, φωτίζεσθαι ἱκέτευε, Ἐπίμαχε μακάριε.

Χαίρων προσεχώρησας ταῖς βασάνοις, μὴ πτοηθεὶς τῶν διωκτῶν, τὰ θράση πανόλβιε, ἀλλ᾿ ἔρωτι τοῦ Κτίστου σου, εὐφραίνου ἀναιρούμενος.

Ἔστης ἐπὶ βήματος Ἀθλοφόρε, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ, φραττόμενος ὅλος, γενναίῳ φρονὴματι, μεγαλύνων τὸν Κύριον.
Θεοτοκίον
ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἀσπόρως ἐκ γαστρός, Παρθένου ἐτέχθης, δι' ἧς καὶ σῴζεις ἅπαντας, ὡς μόνος πολυέλεος.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε, ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ, ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι' ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
τῶν Ἀποστόλων

ᾨδὴ γ'
Ὁ μόνος εἰδὼς
Ὡς στάχυς πολύφορος σοφέ, ὡράθης λόγῳ γνώσεως, τοὺς τῷ λιμῷ τακέντας τῆς πίστεως, ἐκτρέφων Στάχυ θεομακάριστε, καὶ τροφῆς τῆς κρείττονος, κοινωνοὺς ἐν χάριτι, ἐργαζόμενος σθένει τοῦ Πνεύματος.

Σαγήνῃ τῇ γλώττῃ εὐφυῶς, χρησάμενος ἠλίευσας, ἐκ τοῦ βυθοῦ τῆς πλάνης Ἀπόστολε, καὶ προσηγάγου θεῖον ὀψώνιον, τῷ ἐλθόντι Νάρκισσε, σῶσαι τὸ πλανώμενον, Βασιλεῖ καὶ Δεσπότῃ τῆς κτίσεως.

Ἐπέδραμες οἷὰ περ ἀστήρ, Ἑῴας ἐξορμώμενος, καὶ Bρεττανίας πόλεις ἐπέφθασας, Χριστοῦ κηρύττων τὸ Εὐαγγέλιον, καὶ φωτίζων χάριτι, μάκαρ Ἀριστόβουλε, τούς πιστῶς δεχομένους τὸν λόγον σου.
Θεοτοκίον
Παστὰς φωτοφόρος τοῦ Χριστοῦ, καὶ θρόνος ὑψηλότατος, Θεογεννῆτορ ὤφθης Πανάμωμε· ἐν σοὶ γὰρ μόνος ἀναπαυσάμενος, τοὺς ἡμῶν ἀφείλετο, κόπους καὶ τὴν μέλλουσαν, τοῖς ἀξίοις ηὐτρέπισεν ἄνεσιν.

Τοῦ Μάρτυρος

Τόξον δυνατῶν
Θράσος ἀσεβῶν ἠμαύρωσεν, ἐν τῇ παντευχίᾳ,τοῦ Σταυροῦ ἐγκαυχώμενος, τροπαιοῦχος καὶ στεφανίτης, τοῦ Χριστοῦ Μάρτυς Ἐπίμαχος.

Δόξαν παριδὼν τὴν πρόσκαιρον, καὶ πρὸς τοὺς ἀγῶνας, ἀποδυσάμενος, ἔχαιρες γενναιόφρων ὡς στρατιώτης, τοῦ Χριστοῦ Μάρτυς Ἐπίμαχε.

Σῶμα αἰκισμοῖς παρέδωκας, τὴν ψυχὴν δὲ Μάρτυς, ἀσφαλῶς διετήρησας, θῦμα ἄμωμον τῷ Δεσπότῃ, σεαυτὸν προσάξας πάντιμον.
Θεοτοκίον
Χαίροις μήτηρ ἀπειρόγαμε, ἡ Θεὸν Λόγον, ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.
Ὁ Εἱρμὸς
«Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο, δύναμιν, διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου».

Κάθισμα τῶν Ἀποστόλων
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Εἰς ἅπασαν τὴν γῆν, ὁ σοφὸς ὑμῶν φθόγγος, ἐξῆλθεν ἀληθῶς, τοῦ Κυρίου αὐτόπται, Ἀπόστολοι ἔνδοξοι, Οὐρβανὲ σὺν Ἀμπλίᾳ τε, Ἀριστόβουλε, καὶ Ἀπελλῆ σὺν Ναρκίσσῳ, μετὰ Στάχυος, ὑπὲρ ὑμῶν τὸν Σωτῆρα, ἀπαύστως πρεσβεύσατε.
Δόξα... Τοῦ Μάρτυρος
Ἦχος δ'
Ταχὺ προκατάλαβε
Ταῖς θείαις λαμπρότησι καλλωπιζόμενος, τὸ σκότος ἐμείωσας, τῆς ἀθεΐας σοφέ, ἀθλήσας δι' αἵματος· ὅθεν τὴν παναγίαν, καὶ φωσφόρον σου μνήμην, πίστει ἐπιτελοῦντες, ἐξαιτούμεθα πάντες, λαβεῖν θεῖον ἔλεος, Μάρτυς Ἐπίμαχε.
Καὶ νῦν... Θεοτοκίον
Ἁγνὴ παναμώμητε, καὶ ἀπειρόγαμε, ἡ μόνη τὸν ἄχρονον, Υἱὸν καὶ Λόγον Θεοῦ, ἐν χρόνῳ κυήσασα, τοῦτον σὺν τοῖς ἁγίοις, καὶ σεπτοῖς Πατριάρχαις, Μάρτυσι καὶ Ὁσίοις καὶ Προφήταις δυσώπει, δωρήσασθαι ἡμῖν, ἱλασμὸν καὶ μέγα ἔλεος.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς· ὁ Σταυρὸς γὰρ ἐπάγη καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει· Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστήρια.
Τῶν Ἀποστόλων

ᾨδὴ δ'
Ὄρος σε τῇ χάριτι
Ἀστράψας ἐν γῇ, δικαιοσύνης ὁ Ἥλιος, ὥς περ ἀκτῖνας μυστικάς, προσεπαφῆκεν ἐμφανῶς, Στάχυν τε καὶ Νάρκισσον, καὶ Οὐρβανὸν Ἀμπλίαν καὶ Ἀριστόβουλον, καὶ Ἀπελλῆν τοὺς ἐν σκότει φωτίζοντας.

Ἰσχὺϊ τοῦ θείου, δυναμούμενος Πνεύματος, τοὺς κατοικοῦντας, Ὀδησσόν, υἱοὺς ἀπέδειξας φωτός, Ἀμπλία Ἀπόστολε, ἐπιτελῶν θαυμάτων ἔργα παράδοξα, καὶ καταργῶν τῶν δαιμόνων τὰς φάλαγγας.

Ναμάτων ἐνθέων, πεπλησμένος ἐξέδραμες, καθάπερ ῥεῦμα Οὐρβανέ, σωτηριῶδες τὰ πικρά, καὶ ἄποτα νάματα, ἀποσοβῶν καὶ καταρδεύων ἐν χάριτι, τῶν εὐσεβούντων παμμάκαρ τὸ πλήρωμα.
Θεοτοκίον
Ὡράθης Ἀγγέλων, ὑπερέχουσα Δέσποινα· τὸν γὰρ ἐκείνοις φοβερόν, ἀνερμηνεύτως ἐν γαστρί, χωρῆσαι ἠξίωσαι, καὶ ἐν χειρὶ βαστάσαι καθάπερ νήπιον, τῶν ἡμερῶν τε καὶ χρόνων ἐπέκεινα.

Τοῦ Μάρτυρος

Τοὺς οὐρανοὺς ἡ ἀρετή σου
Τῆς τῶν ἀθέων μὴ φροντίσας ἀθεότητος, πρός τους ἀγῶνας θαρσαλέως παρετάξατο, ὁ εὐκλεὴς Ἐπίμαχος· Δόξα σοι κραυγάζων φιλάνθρωπε.

Τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν νευρούμενος, τῶν ἀλγηδόνων ἀνδρείως κατεφρόνησεν, ἀναβοῶν Ἐπίμαχος· Δόξα τῇ δυνάμει σου Κύριε.

Τῶν ἐπιγείων καταπτύσας τὴν λαμπρότητα, διὰ θανάτου βασιλείαν ἐκληρώσατο, ὁ θαυμαστὸς Ἐπίμαχος, δόξαν ἀναπέμπων τῷ ζῶντι Θεῷ.
Θεοτοκίον
Χερουβικῶν ταγμάτων ὑπερέχουσα, καὶ Θεὸν ἐν ἀγκάλαις ἐποχούμενον, μετὰ σαρκὸς βαστάσασα, χαῖρε Θεοτόκε ἀνύμφευτε.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ εἰδέναι καταύγασον δέομαι, σὲ Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὑποχωρεῖ μοι τὰ Χερουβείμ, νῦν καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐκ ἔτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστὲ ἐπιστροφήν· σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον δι΄εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.
Τῶν Aποστόλων

ᾨδὴ ε'
Ὁ φωτίσας
Τοῦ Ποιμένος τοῦ καλοῦ τὰ ἀμώμητα πρόβατα, μέσον λύκων ὑπ' αὐτοῦ προφανῶς ἀπεστάλησαν, τούτους τιθασεύοντες, καὶ εἰσελαύνοντες πρὸς μάνδραν, τὴν νοητήν διὰ πίστεως.

Ὁ μέγας σε Βυζαντίου Ἀνδρέας κατέστησεν, Ἐπίσκοπον τοὺς ἐκεῖσε πιστοὺς ἐκδιδάσκοντα, Στάχυ Ἱερώτατε, καὶ κυβερνῶντα πρὸς λιμένας, τοὺς γαληνοὺς θείᾳ χάριτι.

Ὑπέρτιμον ὥς περ λίθον σε ἔσχεν ἀκρόγωνον, Ἡρακλείας ἡ σεπτὴ Ἐκκλησία στηρίζοντα, Ἀπελλῆ μακάριε, ταύτην ἐν λόγῳ ἀληθείας· ὅθεν ἀξίως ὑμνοῦμέν σε.
Θεοτοκίον
Συνέλαβες ὑπὲρ λόγον τὸν Λόγον καὶ ἔτεκες, πανύμνητε, ὃν Πατὴρ ἐκ γαστρὸς ἀπεγέννησε, πρὸ αἰώνων Ἄχραντε· ὅθεν ὡς τούτου σε Μητέρα, χρεωστικῶς μακαρίζομεν.

Τοῦ Μάρτυρος

Τὸν φωτισμόν σου Κύριε
Θωρακισθεὶς τῇ χάριτι, τῷ ὅπλῳ τοῦ Σταυροῦ, τοῖς ἀσεβέσιν ἐβόα ὁ Μάρτυς· Ξίφος τε καὶ πῦρ οὔ με χωρίσει, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως.

Ὁ εὐκλεὴς Ἐπίμαχος, βήματι παρεστώς, τοῖς ἀνομοῦσιν ἐβόα εὐθαρσῶς· Γῆν καὶ οὐρανὸν θεοὶ μὴ δρῶντες, δυσσεβῶς ἀπολέσθωσαν.

Ὁ ἀθλητὴς Ἐπίμαχος, θεόθεν ἐμπνευσθείς, Πατέρα Λόγον, καὶ Ἅγιον Πνεῦμα, φύσει ἐν μιᾷ τοῖς ἀγνοοῦσι, τὴν Τριάδα ἐκήρυξε.
Θεοτοκίον
Τὶς ἐξειπεῖν δυνήσεται,τοῦ τόκου σου Ἁγνή, τὸν ὑπὲρ Λόγον παράδοξον τρόπον; φύσει γὰρ Θεόν, σεσαρκωμένον ὑπὲρ λόγον ἐκύησας.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ' ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαρρήξας, τὸν κόσμον ἠλευθέρωσας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀδὰμ κατενήνεκται, δι' ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ' ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ' ὤμων βαστάσας, συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τῇ καρδίᾳ μου.
Τῶν Ἀποστόλων

ᾨδὴ ς'
Ἐκύκλωσεν ἡμᾶς
Θαλάσσας τῶν ἐθνῶν διαταράξαντες, ταῖς θείαις ἐπιβάσεσι, διεσώσατε τοὺς πάλαι τῇ πικρᾷ, ἅλμῃ συμπνιγέντας καὶ προσήξατε, τῷ Λυτρωτῇ διασωθέντας Θεομακάριστοι.

Ἐλέους θελητὴν Θεὸν ἐκήρυξας, καὶ πλάνης ἠλευθέρωσας, θεῖε Νάρκισσε ψυχὰς τῶν ἀσεβῶν, μέγας γεγονὼς Ἀθηνῶν πρόεδρος, καὶ φυτουργὸς φυτῶν ὡραίων Θεομακάριστε.

Ὁ θεῖος Οὐρβανὸς λόγον ζωήρυτον, καὶ χάριν τῶν ἰάσεων, ἀναβλύσας ἐφειλκύσατο λαούς, πρὸς τὸν φωτισμὸν τῆς θείας χάριτος, ὡς μιμητὴς τοῦ σαρκωθέντος, καὶ κόσμον σώσαντος.
Θεοτοκίον
Ὑμνοῦμέν σε δι' ἧς ἐδικαιώθημεν, οἱ πρότερον κατάκριτοι, καὶ συνήφθημεν ἀΰλοις Λειτουργοῖς, καὶ τοῦ Παραδείσου ἠξιώθημεν, ἐν γυναιξὶν εὐλογημένη Θεοχαρίτωτε.

Τοῦ Μάρτυρος

Ἐβόησε, προτυπῶν
Κατήργησε, τῶν εἰδώλων τὴν πλάνην Ἐπίμαχος, τῇ δυνάμει, τοῦ σαρκὶ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ στεφάνους δόξης, ἀληθῶς παρ' αὐτοῦ ἐκομίσατο.

Κατέλιπε, τὰ ἐν κόσμῳ καὶ κόσμον Ἐπίμαχος, καὶ τὸ σῶμα,ταῖς βασάνοις ἀνδρείως παρέδωκεν, ὑπὲρ τοῦ Δεσπότου, καὶ σὺν τοῖς Ἀθλοφόροις ἀγάλλεται.

Κοινωνήσας, τῶν Χριστοῦ παθημάτων Ἐπίμαχος, τῇ δυνάμει, τοῦ σαρκὶ σταυρωθέντος Θεοῦ ἡμῶν, καὶ τῆς θείας δόξης, ὡς αὐτοῦ μιμητὴς κεκοινώνηκε.
Θεοτοκίον
Δυσώπησον, ὑπὲρ τῶν οἰκετῶν σου Θεόνυμφε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα Θεὸν ἡμῶν, ὅτι σὲ καὶ μόνην, προστασίαν πιστοὶ ἐπιστάμεθα.
Ὁ Εἱρμὸς
«Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων».

Κοντάκιον Ἦχος πλ. β'
Τῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἑβράβευσε, τῷ βροτείῳ φυράματι· ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.
Ὁ Οἶκος
Τὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾍδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾍδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι' ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου.
Στίχοι
• Στάχυς δρεπάνῳ τῆς τελετῆς, ὡς στάχυς,
• Ἐκ τοῦ παρόντος ἐκθερίζεται βίου.
• Σιγᾷ στερήσει πνευμάτων ὡς κολλάβων.
• Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα.
• Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ,
• Θεῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας.
• Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου.
Στίχοι
• Οὐ δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος,
• Ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰακώβου, Ἐπισκόπου Μυγδονίας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις Θεοδωρήτου Ἐπισκόπου, περὶ βίου καὶ ἀθλήσεως Ὁμολογητοῦ τινος ἀνωνύμου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὀδυρόμενος τῷ πάθει σου ὁ ἥλιος, ζόφον περιεβάλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν Δέσποτα τὴν γῆν, τὸ φῶς συνεσκότασε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἠμφιάσαντο Χριστὲ τῇ καταβάσει σου, φέγγος τὰ καταχθόνια, ὁ προπάτωρ δέ, θυμηδίας ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Διὰ σοῦ μήτηρ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ Κτίστην σὺ τῶν ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Τῶν Ἀποστόλων

ᾨδὴ ζ'
Σὲ νοητήν, Θεοτόκε
Ὑπομονῇ, πειρασμῶν ἐρρύσθητε, ἐχθροῦ πειράζοντος ὑμᾶς, ἑπομβρίαις δὲ λογικαῖς, ἔνδοξοι Ἀπόστολοι, ὅλον κατεπτύσατε, φλογμὸν τῆς πλάνης κραυγάζοντες· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Περιφανῶς, ἄριστα βουλεύεσθαι καὶ τελειότατα τοὺς σούς, Ἀριστόβουλε φοιτητάς, μάκαρ ἐξεπαίδευσας, ὡς τὴν ἐνυπόστατον, Σοφίαν σχών σε παιδεύουσαν, τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ἡ τῶν πιστῶν, ἱερὰ ὁμήγυρις, ἱερωτάταις ἐν φωναῖς, μακαρίζει σε Ἀπελλῆ· τέλος γὰρ μακάριον ἔσχες πολιτείαν τε, ἀγγελικὴν μέλπων πάντοτε· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον
Ῥῦσαι ἡμᾶς, πειρασμῶν καὶ θλίψεων, καὶ συμφορῶν παντοδαπῶν, καὶ Bαρβάρων ἐπιδρομῆς, Δέσποινα πανύμνητε, ὅπως σε δοξάζωμεν, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόνυμφε, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Τοῦ Μάρτυρος

Ἀβραμιαῖοι ποτὲ
Καταπατῶν ἀνδρικῶς, σὺν τῷ πυρὶ τὴν πλάνην, τῷ σταυρωθέντι ὁ ἀοίδιμος, ἐβόα Ἐπίμαχος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητος εἶ.

Οὐ κατεπλάγη φλογός, οὔτε θηρῶν ἀγρίων, οὔτε βασάνων τὴν ἐπίθεσιν, κραυγάζων Ἐπίμαχος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὑπομονῇ πειρασμῶν, θεοῖς ἀψύχοις σέβας, ὁ Μάρτυς ὅλως οὐκ ἀπένειμεν, ἀλλὰ πίστει ἔκραζεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἐν τῇ ἄφλέκτῳ βάτῳ, καὶ δροσοβόλῳ καμίνῳ, σὺ προεγράφης Μητροπάρθενε, ἀφράστως κυήσασα, σεσαρκωμένον Θεόν, ἁγνὴ εὐλογημένη.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἰουδαίων τὸν πάλαι προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος νῦν ἀπειργάσατο, σὲ ἐπὶ Σταυροῦ ἀναρτήσαντα, Λόγε Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐρανίους ἁψῖδας οὐ καταλέλοιπας, καὶ εἰς ᾍδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἐν σαπρίᾳ τὸν ἄνθρωπον, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκ φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα γὰρ ἐν σοί, Κόρη, θεῖον ἐσκήνωσεν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τῶν Ἀποστόλων

ᾨδὴ η'
Ἐν καμίνῳ Παῖδες Ἰσραὴλ
Eν τῷ κόσμῳ ὥσπερ ἀστραπαί, ἐφάνητε θεόπται, φλογίζοντες μὲν τὴν πλάνην, τοὺς δὲ μέλποντας υἱούς, ἡμέρας δεικνύοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῷ νοστίμῳ ἅλατι τῶν σῶν, Ἀμπλία διδαγμάτων, τῆς πλάνης σηπεδόνα, ἀπεκάθηρας· διό, τιμῶντές σε ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀνυμνείσθω Στάχυς ὁ κλεινός, Ἀμπλίας Ἀπελλῆς τε, καὶ Νάρκισσος Οὐρβανός τε, καὶ ὁ πάνσοφος βοῶν, πιστῶς Ἀριστόβουλος· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Σὲ καὶ τεῖχος καὶ καταφυγήν, καὶ κλίμακα πρὸς ὕψος, μετάγουσαν τὸ ἀνθρώπινον, παναμώμητε. Ἁγνή, εἰδότες κραυγάζομεν. Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Μάρτυρος

Τὸν ἐν τῷ Σταυρῷ προσηλωθέντα
Πάθος τὸ σεπτὸν ἐξεικονίζων, ἐν τοῖς σοῖς μέλεσι Σοφέ, ὑπέφερες ἀνδρείως, πεῖραν πολλῶν βασάνων, Χριστὸν τὸν Θεὸν ἡμῶν ἀνακηρύττων.

Στάζουσιν οἱ σοὶ ἱδρῶτες Μάρτυς, θεοσεβείας γλυκασμόν, ἐξαίροντα πικρίαν, πλάνης ἀθεότητος· διό, Ἐπίμαχε δοξάζεις, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἔχαιρες ποιναῖς προσομιλήσας, παντοδαπαῖς πανευσθενῶς, Ἐπίμαχε παμμάκαρ, κράζων· Ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Σῶσόν με Ἁγνὴ ἡ τὸν Σωτῆρα, ἀποκυήσασα Xριστὸν ἡμῖν ὁμοιωθέντα, ὅπως ἐν αἰνέσει σε ἀεί, μακαρίζωμεν εὐλογημένη.
Ὁ Εἱρμὸς
«Τὸν ἐν τῷ Σταυρῷ προσηλωθέντα, καὶ ἀποδείξαντα ἡμῖν ὅπλον εἰς σωτηρίαν, Παῖδες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας».

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκί, προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας πάθος, Σωτὴρ ἡμῶν· μόνος γάρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φθορὰν θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον, ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾍδῃ οὐ καταλέλειπται, ἀλλ' ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βροτοὶ ἐν χείλεσιν, ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄρρητον καὶ ὑπερένδοξον, Πνεύματος Παναγίου, δύναμιν σέβομεν· μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος.
Τῶν Ἀποστόλων

ᾨδὴ θ'
Tύπον τῆς ἁγνῆς
Ἵνα τὰ τῆς γῆς πληρώματα, πεπληρωμένα πλάνης τοῦ πολεμήτορος, καὶ μεμεστωμένα, σκοτασμοῦ ἀθεότητος, τῷ φωτὶ καταυγάσῃς τῆς γνώσεως, τὰς σὰς σωτηριώδεις, αὐγὰς Οἰκτίρμον τούτοις ἔπεμψας.

Ὤφθης φερωνύμως ἔνδοξε, σωτηριώδης στάχυς, σῖτον τοῖς χρῄζουσι, φέρων στηριγμόν, θεογνωσίας παρέχοντα, καὶ λιμοῦ νοητοῦ ἐξαιρούμενον, τοὺς πίστει σε καὶ πόθῳ, Ἱεροκῆρυξ μακαρίζοντας.

Στόμα τοῦ Θεοῦ γενόμενος, τὰς τῶν ῥητόρων γλώσσας ἀλάλους ἔδειξας, καὶ ἐκ φάρυγγος, τοῦ δυσμενοῦς Ἀριστόβουλε, ἀνιμήσω ψυχὰς καὶ προσήγαγες, Κυρίῳ σεσωσμένας, διὰ τελείας ἐπιγνώσεως.

Ἤδη οὐρανοὺς γηθόμενοι, θεοειδεῖς οἰκοῦντες, Θεοῦ Ἀπόστολοι, τοὺς ἐπὶ τῆς γῆς, εἰλικρινῶς ὑμᾶς σέβοντας, καὶ γνησίως ὑμᾶς μακαρίζοντας, μετόχους αἰωνίου,καταξιώσατε λαμπρότητος.
Θεοτοκίον
Φέρεις τὸν τὰ πάντα φέροντα, καὶ γαλουχεῖς τὸν πᾶσι τροφὴν παρέχοντα μέγα καὶ φρικτόν, τὸ ὑπὲρ νοῦν σου μυστήριον, κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, Παρθένε Θεοτόκε· ὅθεν πιστῶς σε μακαρίζομεν.

Τοῦ Μάρτυρος

Εὔα μὲν τῷ τῆς παρακοῆς
Ἰσχὺϊ ῥωννύμενος Χριστοῦ Ἐπίμαχε, Ἀθλοφόρε ἐταπείνωσας, κράτος ἀνίσχυρον δαιμόνων· καὶ νίκης τὸ λαμπρὸν ἦρας τρόπαιον, χοροῖς τῶν Ἀθλητῶν στεφανούμενος· ὅθεν σε πίστει μακαρίζομεν.

Ὤφθη ὥς περ κρήνη ἀληθῶς Ἐπίμαχε, ἡ σὴ θήκη ἀναβλύζουσα, χάριν θαυμάτων παραδόξων, καὶ νέφος τῶν παθῶν ἐκδιώκουσα, τῶν πίστει προσερχομένων σοι πάντοτε, Μάρτυς θεόφρον ἀξιάγαστε.

Συνέτριψας πάσας τοῦ ἐχθροῦ πανεύφημε, τὰς παγίδας καὶ ἠφάνισας, τούτου τὸ ὄνομα μετ' ἤχου, Xριστὸν ὁμολογήσας ἐνώπιον, τυράννων καὶ βασιλέων Ἐπίμαχε· ὅθεν σε πάντες μακαρίζομεν.

Ἡλίου λαμπρότερον ἡμῖν ἐξέλαμψε, σοῦ ἡ Μνήμη παναοίδιμε, πάντων φωτίζουσα καρδίας, ἐν ταύτῃ τῶν πιστῶν εὐφημούντων σε, παμμάκαρ Ἀθλοφόρε Ἐπίμαχε· ὅθεν σε πάντες μακαρίζομεν.
Θεοτοκίον
Φωτὸς οἰκητήριον ἁγνὴ γεγένησαι, διὰ τοῦτο ἱκετεύω σε· Φώτισον Δέσποινα τὰς κόρας, τῆς τεταπεινωμένης καρδίας μου, παθῶν ταῖς χαλεπαῖς ἀμαυρότησιν, ὅπως ἐν πίστει μακαρίζω σε.
Ὁ Εἱρμὸς
«Eὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

Καταβασίες
Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Α'
Τοῖς Μαθηταῖς συνέλθωμεν, ἐν ὄρει Γαλιλαίας, πίστει Χριστὸν θεάσασθαι, λέγοντα ἐξουσίαν, λαβεῖν τῶν ἄνω καὶ κάτω, μάθωμεν πῶς διδάσκει, βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρός, ἔθνη πάντα, καὶ τοῦ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ συνεῖναι, τοῖς Μύσταις ὡς ὑπέσχετο, ἕως τῆς συντελείας.
Θεοτοκίον
Τοῖς Μαθηταῖς συνέχαιρες, Θεοτόκε Παρθένε, ὅτι Χριστὸν ἑώρακας, ἀναστάντα ἐκ τάφου, τριήμερον καθὼς εἶπεν, οἷς καὶ ὤφθη διδάσκων, καὶ φανερῶν τὰ κρείττονα, καὶ βαπτίζειν κελεύων ἐν τῷ Πατρί, καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τοῦ πιστεύειν, αὐτοῦ ἡμᾶς τὴν ἔγερσιν, καὶ δοξάζειν σε Κόρη.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι Ἦχος πλ. β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
-- Κύριε, μέγα καὶ φοβερὸν ὑπάρχει, τῆς σῆς Ἀναστάσεως τὸ μυστήριον· οὕτω γὰρ προῆλθες ἐκ τοῦ τάφου, ὡς νυμφίος ἐκ παστάδος, θανάτῳ θάνατον λύσας, ἵνα τὸν Ἀδὰμ ἐλευθερώσῃς· ὅθεν ἐν οὐρανοῖς, Ἄγγελοι χορεύουσι, καὶ ἐπὶ γῆς ἄνθρωποι δοξάζουσι, τὴν εἰς ἡμᾶς γενομένην, εὐσπλαγχνίαν σου φιλάνθρωπε.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Ὦ παράνομοι, Ἰουδαῖοι, ποῦ εἰσιν αἱ σφραγῖδες, καὶ τὰ ἀργύρια, ἃ ἐδώκατε τοῖς στρατιώταις; οὐκ ἐκλάπη ὁ θησαυρός, ἀλλὰ ἀνέστη ὡς δυνατός, αὐτοὶ δὲ κατῃσχύνθητε, ἀρνησάμενοι Χριστόν, τὸν Κύριον τῆς δόξης, τὸν παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν, αὐτὸν προσκυνήσωμεν.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Σφραγισθέντος τοῦ μνήματος, πῶς ἐσυλήθητε Ἰουδαῖοι, φύλακας καταστήσαντες, καὶ σημεῖα θέντες, τῶν θυρῶν κεκλεισμένων, προῆλθεν ὁ Βασιλεύς, ἢ ὡς νεκρόν παραστήσατε, ἢ ὡς Θεὸν προσκυνήσατε, σὺν ἡμῖν μελῳδοῦντες· Δόξα Κύριε τῷ Σταυρῷ σου, καὶ τῇ Ἀναστάσει σου.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
-- Τὸ ζωοδόχον σου μνῆμα, αἱ μυροφόροι Γυναῖκες, ὀδυρόμεναι κατέλαβον Κύριε, καὶ μύρα βαστάζουσαι, τὸ Σῶμά σου τὸ ἄχραντον μυρίσαι ἐπεζήτουν, εὗρον δὲ φωτοφόρον Ἄγγελον, ἐν τῷ λίθῳ καθήμενον, καὶ πρός, αὐτὰς φθεγγόμενον καὶ λέγοντα· Τὶ δακρύετε τὸν ἐκ πλευρᾶς πηγάσαντα τῷ κόσμῳ τὴν ζωήν; τὶ ἐπιζητεῖτε ὥσπερ θνητὸν ἐν μνήματι τὸν Ἀθάνατον; δραμοῦσαι δὲ μᾶλλον, ἀπαγγείλατε τοῖς αὐτοῦ Μαθηταῖς, τῆς αὐτοῦ ἐνδόξου Ἀναστάσεως τὴν παγκόσμιον χαρμονήν, ἐν ᾗ καὶ ἡμᾶς Σωτήρ φωτίσας, δώρησαι ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Δόξα ΕΩΘΙΝΟΝ Α' Ἦχος α'
Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος, καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ' οὐρανὸν ἐξαπεστέλλοντο, κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν , καὶ τὴν εἰς Οὐρανοὺς ἀποκατάστασιν· οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

αρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, ει
Κοντάκιον ‘Ηχος β’.
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς. Αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος πλ. β ’.

Σώσον τον λαόν σου και ευλόγησον την κληρονομιαν σου
Στίχ. Προς σε, Κύριε, κεκράξομαι, ο Θεός μου
Προς Εφεσίους Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί, 4 ὁ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσῳσμένοι· 6 καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, 7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. 8 τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, 9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10 αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

Ευαγγέλιον
Κυρ. ε΄ Λουκᾶ, «῎Ανθρωπός τις ἦν πλούσιος» (Λκ. ιϛ΄ 19-31).

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν
«Αἰνεῖτε». •

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου

7-11-2010

† ΚΥΡΙΑΚΗ ΚΔ΄ (Ζ΄ ΛΟΥΚΑ). Τῶν ἐν Μελιτινῇ 33 μαρτύρων (γ΄ αἰ.), Λαζάρου ὁσίου τοῦ ἐν τῷ Γαλησίῳ ὄρει (†1053). ῏Ηχος βαρύς• ἑωθινὸν β΄.

Εἰς τὸν ἑσπερινόν
«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• ( Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• ( Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• ( Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• ( Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• ( Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• ( Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• ( Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• ( Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• ( Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• ( Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• ( Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• ( Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• ( Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• ( Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• ( Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος βαρύς.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Ἦχος βαρὺς
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τῷ συντρίψαντι θανάτου τὸ κράτος, καὶ φωτίσαντι ἀνθρώπων τὸ γένος, μετὰ τῶν Ἀσωμάτων κραυγάζοντες· Δημιουργὲ καὶ Σωτὴρ ἡμῶν δόξα σοι.
Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ταφὴν δι' ἡμᾶς, θανάτῳ δὲ ὡς Θεός, θάνατον ἐνέκρωσας· διὸ προσκυνοῦμεν τὴν τριήμερόν σου ἀνάστασιν, Κύριε δόξα σοι.
Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
πόστολοι ἰδόντες τὴν Ἔγερσιν τοῦ Δημιουργοῦ, ἐθαύμασαν βοῶντες τὴν αἴνεσιν τὴν Ἀγγελικήν. Αὕτη ἡ δόξα τῆς Ἐκκλησίας, οὗτος ὁ πλοῦτος τῆς Βασιλείας, ὁ παθὼν δι' ἡμᾶς, Κύριε δόξα σοι.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Κἂν συνελήφθης Χριστέ, ὑπὸ ἀνόμων ἀνδρῶν, ἀλλὰ σύ μου εἶ Θεός, καὶ οὐκ αἰσχύνομαι, ἐμαστίχθης τὸν νῶτον, οὐκ ἀρνοῦμαι. Σταυρῷ προσηλώθης, καὶ οὐ κρύπτω· εἰς τὴν Ἔγερσίν σου καυχῶμαι· ὁ γὰρ θάνατος σου ζωή μου. Παντοδύναμε καὶ φιλάνθρωπε, Κύριε δόξα σοι.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Στιχηρὰ Προσόμοια τῶν Μαρτύρων.

Ἦχος δ'
Ὡς γενναῖον
Θεοσύλλεκτον σύνταγμα, ἱερώτατον στράτευμα, Ἐκκλησία ἔνθεος, δῆμος ἅγιος, φάλαγξ Μαρτύρων θεόπνευστος, ὡραία ὁμήγυρις, ἀρραγὴς συνασπισμός, ἀληθῶς ἀνεδείχθητε, ἀξιάγαστοι, καὶ τῆς ἄνω πολῖται ἐπαξίως, μητροπόλεως ἐντεῦθεν, χρεωστικῶς μακαρίζεσθε.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Σὺν Νικάνδρῳ Ἡσύχιον, Ἀθανάσιον Μάμαντα, θεῖόν τε Bαράχιον καὶ Καλλίνικον, καὶ Θεαγένην καὶ Νίκωνα, Λογγῖνον Θεόδωρον, Οὐαλέριον ὁμοῦ, καὶ Ξανθίαν Θεόδουλον καὶ Καλλίμαχον, καὶ Εὐγένιον πάντες συνελθόντες, σὺν τῷ θείῳ Θεοδόχῳ καὶ Ὀστρυχίῳ τιμήσωμεν.
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Τὸν γενναῖον, Ἱέρωνα, τὸν κλεινὸν Ἐπιφάνιον, Mαξιμιανὸν ὁμοῦ καὶ Δουλκίτιον, Κλαυδιανὸν καὶ Θεόφιλον, τὸν θεῖον Γιγάντιον καὶ Δωρόθεον πιστῶς, καὶ Θεόδοτον μέλψωμεν, καὶ Καστρίκιον, καὶ Ἀνίκητον ἅμα θεμελίῳ, Εὐτυχίῳ τε συμφώνως, τῆς ἀληθείας τοὺς Μάρτυρας.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Καὶ τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Ὅλην ἀποθέμενος, τὴν τῶν παθῶν ἀλογίαν, καὶ σάρκα τῷ πνεύματι, ὑποτάξας γέγονας ἀρετῆς κανών, Μοναστῶν ἔρεισμα, Ἀσκητῶν ἄγαλμα, τῶν Ὁσίων ἐγκαλλώπισμα, καὶ νῦν τὸ ἄρρητον, κάλλος ἐποπτεύων τοῦ Κτίστου σου, τρυφᾷς ἀεὶ τοῖς κάλλεσι, τοῖς ἐπουρανίοις τῷ πνεύματι· ὅθεν συνελθόντες, ᾀσμάτων ἐμμελέσιν ἐν ᾠδαῖς, τὴν σὴν σεπτὴν καὶ πανίερον, μνήμην ἑορτάζομεν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.
Ὕλης ἀχθοφόρημα, ἐκτιναξάμενος ἄπαν, καὶ σαρκὸς προσπάθειαν, καὶ γηΐνης σχέσεως πᾶσαν ἔφεσιν, ὑψηλῆς ὥδευσας, πολιτείας τρίβον, εὐσταλῶς μεταρσιούμενος, καὶ ἀνυψούμενος, πάσης ἀρετῆς εἰς ἀκρώρειαν, καὶ τρέπων τὸν ἀντίπαλον, ἄϋλον ἐχθρὸν ὕλῃ σώματος· ὅθεν τοῖς Ἀγγέλων, ἀὔλοις συγκατείλεξαι χοροῖς, Λάζαρε Πάτερ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα
Κόσμον ἀπωσάμενος, ἀπαρνησάμενος σάρκα, καὶ τὰ πάθη Ὅσιε, μετὰ τῶν προλήψεων βδελυξάμενος, ἀκριβὴς γέγονας, τηρητὴς Λάζαρε, προσταγμάτων τοῦ Κυρίου σου, καὶ φύλαξ ἄριστος· ὅθεν σὺν Πατρὶ καὶ τῷ Πνεύματι, μονὴν ἐν σοὶ πεποίηται, καὶ τὰ ὑπὲρ φύσιν χαρίσματα, νέμει σοι πλουσίως, θαυμάτων ἐξαισίων αὐτουργόν, καὶ τῶν ἐν θλίψει θερμότατον, ῥύστην ἀναδείξας σε.
Δόξα... Ἦχος πλ. α'
Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν καὶ τὸ σῶμα, τῶν παθῶν ἠλευθέρωσας, καὶ σεαυτὸν ἡτοίμασας τοῦ Πνεύματος καταγώγιον· ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρὰ σοὶ ἐποιήσατο, καὶ τῆς ὁμοουσίου Τριάδος θεράπων γενόμενος, μεγαλοκήρυξ Πατὴρ ἡμῶν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν Θεοτοκίον
Ἦχος βαρύς
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀπόστιχα Στιχηρά
Ἦχος βαρὺς
Ἀνέστης ἐκ τοῦ τάφου, Σωτὴρ τοῦ κόσμου, καὶ συνήγειρας τοὺς ἀνθρώπους, σὺν τῇ σαρκί σου, Κύριε δόξα σοι.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ φωτίσαντα τὰ πάντα, δεῦτε προσκυνήσωμεν· ἐκ τῆς τοῦ ᾍδου γὰρ τυραννίδος, ἡμᾶς ἠλευθέρωσε, διὰ τῆς αὐτοῦ τριημέρου Ἐγέρσεως, ζωὴν ἡμῖν δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.
Ὑπὸ τὸν ᾍδην κατελθὼν Χριστέ, θάνατον ἐσκύλευσας, καὶ τριήμερος ἀναστάς, ἡμᾶς συνανέστησας, δοξάζοντας τὴν σὴν παντοδύναμον Ἔγερσιν, Κύριε φιλάνθρωπε.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
Φοβερὸς ὤφθης Κύριε, ἐν τάφῳ κείμενος ὡς ὁ ὑπνῶν, ἀναστὰς δὲ τριήμερος ὡς δυνατός, τὸν Ἀδὰμ συνανέστησας κραυγάζοντα· Δόξα τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε.
Δόξα... Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα...
Ἀπολυτίκιον Ἦχος δ'
Ταχὺ προκατάλαβε
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν...
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστύριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος βαρύς
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα...
Ἀπολυτίκιον Ἦχος δ'
Ταχὺ προκατάλαβε
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν...
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστύριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ἦχος βαρὺς
Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον

Ὡς τῆς ἡμῶν Ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ, ἔσωσας τεκοῦσα τὴν σωτηρίαν, ἡ πρὸ τόκου Παρθένος, καὶ ἐν τόκῳ Παρθένος, καὶ μετὰ τόκον πάλιν οὖσα Παρθένος.

Καθίσματα Ἦχος βαρὺς
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα...
Ἐπὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον· Παντοδύναμε Κύριε, δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος βαρὺς
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

Οἱ Ἀναβαθμοὶ Ἀντίφωνον Α'
• Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κᾀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.
• Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος, αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.
Ἀντίφωνον β'
• Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.
• Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.
Ἀντίφωνον Γ'
• Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.
• Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῶ· λατρευτὸν γάρ.
Προκείμενον
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν β’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος βαρὺς
Ὁ Εἱρμὸς
«Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, ᾠδὴν ἐπινίκιον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.
Ὁ Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.

Δόξα κροτείσθω Χριστὸς ἡ τῶν Μαρτύρων.
Ποίημα Ἰωάννου Μοναχοῦ

ᾨδὴ α' Ἦχος β'
«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται».

Δεῦτε πιστοί, ἅπαντες χεῖρας κροτήσωμεν, καὶ θεοφθόγγοις ᾄσμασι, πανηγυρίσωμεν, τῶν Μαρτύρων τοὺς ἄθλους, Χριστόν, δοξολογοῦντες, ὅτι δεδόξασται.

Ὅπλον ἡμῖν, θεῖον ἐδόθη καὶ καύχημα, τὸ τοῦ Σωτῆρος τρόπαιον, ἡ ἀκαθαίρετος, τοῦ Σταυροῦ πανοπλία, δι' ἧς οἱ νικηφόροι, στέφονται Μάρτυρες.

Ξίφος καὶ πῦρ, βόθρον σταυρόν τε καὶ θάνατον, τοῖς ἀοιδίμοις Μάρτυσιν, ἐπανετείνοντο, οἱ τοῦ θείου διῶκται, ζωὴν πρὸς τὴν ἀμείνω, τούτους ἐνάγοντες.
Θεοτοκίον
Ἄρτον ζωῆς, τὸν ἐπουράνιον τέτοκας, σεσαρκωμένον Πάναγνε, τὸν πρὶν ἀσώματον, ἐνυπόστατον Λόγον, ὃν περ οἱ τῶν Μαρτύρων, δῆμοι δοξάζουσιν.

Ὁ Κανὼν τοῦ Ὁσίου, ἔχων Ἀκροστιχίδα.

Λάζαρε μάκαρ, τοὺς ἐμοὺς ὕμνους δέχου.

ᾨδὴ α' Ἦχος δ'
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα».

Λαμπτὴρ θεαυγέστατε, φωτοειδέστατε Λάζαρε, τὸ σκότος ἀπέλασον, τῆς διανοίας μου, λαμπηδόσι με, φωτὸς αὐγάσας θείου, ὅπως εὐφημήσω σου, τὰ κατορθώματα.

Ἀστράψας ὡς ἥλιος, φωταγωγεῖς τὴν ὑφήλιον, φωτὸς οἰκητὴριον, φῶς θεῖον Λάζαρε, ἀνατέλλων τε, καὶ δύνων φωτοφόρος, γεννήσεως θαύματι, καὶ τῆς κοιμήσεως.

Ζωῆς ἐφιέμενος, τῆς ἀϊδίου καὶ κρείττονος, εἰκότως ἠλόγησας, τῆς ἐπικήρου ζωῆς, μακρυνόμενος, σαρκίνης συγγενείας, Χριστῷ συννεκρούμενος, καὶ συζωούμενος.
Θεοτοκίον
Ἁγνὸν εὑραμένη σε, ἡ πανυπέραγνος Δέσποινα, πανόσιε Λάζαρε, ἐπιφοιτῶσα πρὸς σέ, ὡς εὐγνώμονα, οἰκέτην σε προσεῖπε, μεθ' ἧς τὸν φιλάνθρωπον, ἡμῖν ἱλέωσαι.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι' ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντείῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾍδην, καταβεβηκώς με συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον.
Τῶν Μαρτύρων

ᾨδὴ γ'
«Ἐν πέτρᾳ μὲ τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· Οὐκ ἔστι δίκαιος πλήν σου Κύριε».

Καθεῖλον οἱ καλλίνικοι Ἀθλοφόροι, τῷ πάθει σου τῷ θείῳ δυναμωθέντες, τῆς πλάνης τὴν πολύθεον ἀθεΐαν· Οὐκ ἔστι κράζοντες, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε.

Ῥανίσι θείου αἵματος καθαρθέντες, καὶ αἵμασιν οἰκείοις τελειωθέντες, θυσίαις οὐκ ἐχράνθητε Ἀθλοφόροι, δαιμόνων κράζοντες· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Ὅλον σε κεκτημένοι οἱ Ἀθλοφόροι, ταῖς ἑαυτῶν καρδίαις εἰσοικισθέντα, τρανοῦντες τὴν εὐσέβειαν ἀνεβόων· Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Θεοτοκίον
Τὴν μόνην παρθενεύουσαν μετὰ τόκον, πρὸς πίστιν τῆς Θεότητος τοῦ τεχθέντος, τιμῶντές σε κραυγάζομεν τῷ Υἱῷ σου· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

Τοῦ Ὁσίου
Τοὺς σοὺς ὑμνολόγους
Ῥωννύμενος σθένει τοῦ Δεσπότου, νηπίων τοξεύματα Σοφέ, τὰ κατὰ σοῦ ἀπέδειξας, τοῦ πονηροῦ τεχνάσματα, οὗ καὶ ἡμᾶς ἐνίσχυσον, ἀποφυγεῖν μηχανήματα

Ἐν σώματι Ἄγγελος ἐδείχθης, Θεῷ σὺν Ἀγγέλοις λειτουργῶν, πάχους σαρκὸς καὶ φύσεως, ὑπερηρμένος Λάζαρε, θεουργικῶς λαμπόμενος, καὶ θαυμαστῶς κλεϊζόμενος.
Θεοτοκίον
Μεσίτρια σκέπη καὶ προστάτις, γενοῦ μοι Γεννήτρια Θεοῦ, τὰ τῆς ζωῆς ἰθύνουσα, ἐχθροὺς ἀποτειχίζουσα, καὶ συμπαθῶς με σῴζουσα, καὶ σῷ Υἱῷ καταλλάττουσα.
Ὁ Εἱρμὸς
«Τους σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον».
Κάθισμα τῶν Μαρτύρων
Ἦχος δ' Ταχὺ προκατάλαβε
Ἱέρων ὁ ἔνδοξος, καὶ σὺν αὐτῷ ὁ χορός, Μαρτύρων ὁ ἔνθεος, τῆς ἀθεΐας πυράν, τοῖς αἵμασι σβέσαντες, τὰς διαιωνιζούσας, ἀπολαύσεις κληροῦνται, καὶ τοὺς τῶν ἀσθενούντων, ἰατρεύουσι πόνους· Αὐτῶν Χριστὲ πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Τοῦ Ὁσίου
Ἦχος πλ. δ' Τὴν Σοφίαν
Τὸν λαμπτῆρα τὸν μέγαν καὶ φαεινόν, τὸν πραότατον ἅμα καὶ συμπαθῆ, τὸν φύσιν νικήσαντα, καὶ σαρκὸς τὰ κινήματα, χαλινώσαντα πάντα, ἀοίδιμον Λάζαρον, καὶ Χριστῷ ἀπείρῳ, τῷ πόθῳ λατρεύσαντα, καὶ συγκληρονόμον, τῆς αὐτοῦ βασιλείας, γενόμενον ἅπαντες, οἱ πιστοὶ εὐφημήσωμεν, πρεσβευτὴν ὡς θερμότατον· Πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην αὐτοῦ.
Καὶ νῦν... Θεοτοκίον
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι· πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν ἑαυτοῦ νῶτον δεδωκώς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρεστηκὼς βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος.
Τῶν Μαρτύρων
ᾨδὴ δ'
«Εἰσακήκοα Κύριε, τὴν ἀκοήν, τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε».
Ἐμιμήσαντο Κύριε,οἱ ἀθληταί, τὸ πάθος σου τὸ θεῖον, ἑαυτοὺς προθύμως δόντες εἰς θάνατον.
Ἱκετεύοντας Κύριε, τοὺς ἀθλητάς, προσδέχου καὶ κινδύνων, καὶ πταισμάτων λύσιν ἡμῖν κατάπεμψον.
Σεσιώπηται Κύριε, δαιμόνων πλάνη· ὄντως γὰρ Θεὸν σε, ἄληθῆ οἱ μάρτυρες ἀνεκήρυξαν.
Θεοτοκίον
Θεοτόκον σε σέβοντες, οἱ ἀθληταί, Θεὸν σεσαρκωμένον, τὸν Υἱόν σου Δέσποινα καταγγέλλουσιν.

Τοῦ Ὁσίου
Ὁ καθήμενος ἐν δόξῃ
Ἀπηλλάγης ἐκ δουλείας, δολερῶς ἠρτημένης σοι, καὶ τῷ ῥυσαμένῳ δοῦλος ὡς εὐγνώμων ἐδούλευσας, συντονωτάτῃ ἀσκήσει, λυτρωσάμενος, τὴν ψυχὴν ἐκ δουλείας, παθῶν θεῖε Λάζαρε.

Καταράττεται πρὸς ᾍδην, συρρηγνύμενος Λάζαρε, ἐπικρήμνοις πέτραις, σῶν ὑποθηκῶν ὁ παρήκοος, καὶ γλυκασμοῦ μελιτώδους, ἀντιδρέπεται, οἰκτροτάτου θανάτου, πικρίαν ὁ δείλαιος.

Ἀνηνέχθης ὑπερτάτην, ἀρετῶν εἰς ἀκρώρειαν, ἐν ἀβάτῳ ὄρει, Πάτερ τῷ Θεῷ συγγενόμενος, ὡς Μωϋσῆς καὶ Ἠλίας, ὧν τὴν εὔκλειαν, ὡς τὸν βίον ζηλώσας, αὐτῶν ἐναπείληφας.
Θεοτοκίον
Ῥυομένην σου τὴν ποίμνην, Θεοτόκε ἐπίφανον, καταδυναστείας, πάσης καὶ δεινῆς ἐπιθέσεως, τῶν μηδαμῶς κηρυττόντων,τὴν ἀλήθειαν, καὶ τὸν Κλῆρόν σου, δίδου νικᾶν τὸν ὀρθόδοξον.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου· διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὑπὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσί σοι· Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τῇ θεϊκῇ σου δυνάμει Χριστέ, δι' ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητήν με θανάτου Σῶτερ, δι' Ἀναστάσεως ἀνέδειξας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς πανύμνητε, ἐπεὶ οὐκ ἔγνως ἄρρενος εὐνήν, ἀλλ' ἐξ ἁγίου κύεις Πνεύματος.
Τῶν Μαρτύρων
ᾨδὴ ε'
«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν».
Ὡραιοτάτην στολήν, πεφοινιγμένην εὐσεβῶς αἵματι, μαρτυρικῷ καὶ ἐξυφασμένην, τῇ χάριτι τῇ σῇ, σοῦ οἱ ἀθλοφόροι, Χριστὲ ἠμφιάσαντο.
Χάρις καὶ ἔλεος, τοῦ παντοκράτορος Θεοῦ στέφουσι, τοὺς Ἀθλητάς, πόθῳ καταλλήλως, τοῦ νέμοντος ἰσχύν, δι' ἧς νικηφόροι ἐδείχθησαν Μάρτυρες.
Ῥάβδον δυνάμεως, τοῖς Ἀθλοφόροις τὸν Σταυρὸν δέδωκας, καὶ τῶν ἐχθρῶν, κατακυριεύειν ἐποίησας αὐτούς· διό σου ὑμνοῦμεν, Χριστὲ τὴν θεότητα.
Θεοτοκίον
Ἱερουργὸν ἐκ Δαυΐδ, καταγομένη τὸν Χριστὸν τέτοκας· ὅθεν Ἁγνή, τῆς ἱερωσύνης μετατιθεμένης, δικαίως καὶ νόμου μετάθεσις γίνεται.

Τοῦ Ὁσίου
Ἐξέστη τὰ σύμπαντα
Τῷ κρείττονι Λάζαρε, τὸ χεῖρον καθυπέταξας, ταῖς πρακτικωτάταις ἐργασίαις, εἰς θεωρίας φθάσας ἀκρότητα· ὅθεν ἐν μεθέξει θεωθείς, θαύματα ἐξαίσια, αὐτουργῶν ἐναπέφηνας.

Ὁδοῖς ἐφεπόμενος, τοῦ Βαπτιστοῦ κατῴκησας, ἔρημον εἰς ἄβατον θεόφρον, οἰκείοις δ' αὖθις ἐπαναδέδειξαι, Πάτερ ὡς ἐκεῖνος Ἰσραήλ, πάλαι τῷ ἀγνώμονι, ὁδηγῶν εἰς μετάνοιαν.

Ὑπήρεισε Λάζαρε, στύλοις ἑπτὰ τοῦ Πνεύματος, Πάτερ ἑπταρίθμοις ἐπιπνοίαις, οἶκον οἰκεῖον σε ἡ ἐνούσιος, καὶ ζῶσα σοφία τοῦ Θεοῦ, ᾧ ἐπανεπαύσατο, σὺν Πατρὶ καὶ τῷ Πνεύματι.
Θεοτοκίον
Στενούμενος θλίψεσι, καὶ πάθεσι χωννύμενος, σὲ τῶν οὐρανῶν τὴν πλατυτέραν, καθικετεύω Μήτηρ τοῦ ζῶντος Θεοῦ, πλάτος εἰρηναίας μοι ζωῆς, ὕψος ἀπαθείας τε· ταῖς πρεσβείαις σου βράβευσον.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐμνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν Δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο, ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Πρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν, ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν, ἀλλ' ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον, πανταχοῦ ἐκήρυξε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε Θεόνυμφε, τοῦ δι' ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο.
Τῶν Μαρτύρων
ᾨδὴ ς'
«Ἄβυσσος ἁμαρτημάτων, ἐκύκλωσέ με ἐσχάτη, ἀλλ' ὡς τὸν Προφήτην Ἰωνᾶν, ἀνάγαγε Κύριε Κύριε, ἐκ φθορᾶς τὴν ζωήν μου».
Σάλπιγγος ἦχος κροτείτω, πνευματικῆς ἐπαξίως, λογικῶν χειλέων καρδίας, ὕμνον ἐκπέμπουσα, καὶ μέλπουσα τῶν Μαρτύρων τοὺς ἄθλους.
Σήμερον ἡ οἰκουμένη, φαιδρύνεται ἐν τῇ μνήμῃ, τῶν σεπτῶν Χριστοῦ Ἀθλοφόρων, πίστει δοξάζουσα, τὸν τῇ χειρί, στεφανώσαντα τούτους.
Τέτρωται καταπληγεῖσα, τῶν δυσμενῶν ἡ καρδία· Χριστὸς γὰρ ἐντείνας τὸν Σταυρόν, ὡς τόξον ἀπέστειλε, τοὺς Μάρτυρας, βέλη ἠκονημένα.
Θεοτοκίον
Ὄντως σε Θεοῦ Μητέρα, οἱ Ἀθλοφόροι εἰδότες, τὸν σεσαρκωμένον Θεόν, τῷ κόσμῳ ἐκήρυξαν, εἰς θάνατον, τὰς ψυχὰς προδιδόντες.
Τοῦ Ὁσίου
Τὴν θείαν ταύτην
Ἐρρύσω κόρην καὶ ἔσωσας, ἁγνείας ἐραστὴν ἀδιάφθορον, ὡς καὶ ἀδούλωτον· διὸ κἀμὲ κινδυνεύοντα, ἀπαγωγῆς βιαίας, ῥῦσαι καὶ θλίψεων.

Μυστῶν δυάδα διέσωσας, γυναίων τῶν αἰσχρῶν ἐπιθέσεων,τὸν μὲν φωνήματι, Πάτερ ἐγείρας τῆς πράξεως, τὸν δὲ σοφῷ τῷ ὄντι ἐπινοήματι.

Ὀ στήσας ὕδασιν ὅρια, ὁ θρέψας δι' ἀγγέλων θεράποντας, ἀγγέλου ὕδατι, σὲ παραδόξως ἐπότισεν, ὑπερβάλλουσα δόξῃ, αὐτὸς ἐκτρέφων σε.
Θεοτοκίον
Ὑμνοῦσι τάξεις Ἀγγέλων σε, δοξάζει καὶ βροτῶν τὰ συστήματα, Θεογεννήτρια, ὡς ἀφανίσασαν δαίμονας, καὶ σωτηρίαν κόσμῳ, παντὶ βραβεύσασαν.
Ὁ Εἱρμὸς
«Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».
Κοντάκιον Ἦχος βαρὺς
Οὐκ έτι φλογίνη ῥομφαία
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ, δεσμεῖται ὁ ᾍδης, Προφῆται συμφώνως ἀγάλλονται. Ἐπέστη λέγοντες Σωτήρ, τοῖς ἐν πίστει, ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον ὁ ᾍδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος, ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾍδου ἰδόντες σε ἔπτηξαν, ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ. Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Μαρτύρων τῶν ἐν Μελιτινῇ, Ἱέρωνος καὶ τῶν λοιπῶν.
Στίχοι
Ὢ πῶς, Ἱέρων οὐδὲν ἐξ εὐτολμίας
Ἄτολμον εἶδεν, οὐδ' ἀγενὲς πρὸς ξίφος!
Διὰ ξίφους ἀνεῖλον ἄνδρας τρὶς δέκα,
Ἄνδρες πονηροί, καὶ μίαν ξυνωρίδα.
Ουδ' ἔλαθ' ἑβδομάτῃ Ἱέρων ξίφει αὐχένα τμηθείς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λαζάρου, τοῦ ἐν τῷ Γαλησίῳ ὄρει ἀσκήσαντος.
Στίχοι
Ἑτοίμασον τὸν κόλπον, Ἀβραὰμ Πάτερ,
Οὐχ ὑστεροῦντι Λαζάρῳ σοῦ Λαζάρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μελασίππου, Κασίνης, καὶ Ἀντωνίου.
Στίχοι
Οὐ σάρκες ἦσαν, ἀλλ' ἄσαρκός τις φύσις.
Ὁ Μελάσιππος πρὸς ξέσεις καὶ Κασίνη.
Στὰς Ἀντώνιε, τὴν τομὴν χαίρων δέχου,
Καὶ δέξεταί σε τῆς χαρᾶς θεῖος τόπος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Αὔκτου, Ταυρίωνος, καὶ Θεσσαλονίκης.
Στίχοι
Ἐφεῦρον Αὖκτος, Ταυρίων εὐκτὸν τέλος,
Ξίφει τμηθέντες, οἷα ταῦροι Κυρίου.
Φυγὴν κατακριθεῖσα πατρῴου πέδου,
Πέδον χλόης ᾤκησε Θεσσαλονίκη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθηνοδώρου.
Στίχοι
Ἐκ γῆς καλοῦσιν Ἀθηνόδωρον Νόες,
Πρὸς τὰς νοητὰς δωρεὰς τοῦ Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλέξανδρος ὁ ἐκ Θεσσαλονίκης, ξίφει τελειοῦται.
Στίχοι
Τῆς Θετταλῶν γῆς Ἀλέξανδρος φὺς κλάδος,
Ἀθλήσεως ἥπλωσεν ἐκτμηθεὶς κλάδους.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ξύλῳ νεκροῦται, Ἀδὰμ ἑκουσίως, παρακοὴν ἐργασάμενος, ὑπακοῇ δὲ Χριστοῦ ἀναπέπλασται· δι' ἐμὲ σταυροῦται γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὑπερένδοξος.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὲ ἀναστάντα, Χριστὲ ἐκ τοῦ τάφου, ἡ κτίσις πᾶσα ἀνύμνησε· σὺ γὰρ ζωὴν τοῖς ἐν ᾅδῃ ἐξήνθησας, τοῖς νεκροῖς ἀνάστασιν, τοῖς ἐν σκότει τὸ φῶς, ὁ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαῖρε Θυγάτηρ, Ἀδὰμ τοῦ φθαρέντος, χαῖρε ἡ μόνη Θεόνυμφος, χαῖρε δι' ἧς ἡ φθορὰ ἐξωστράκισται, ἡ Θεὸν κυήσασα, ὃν δυσώπει Ἁγνή, σωθῆναι πάντας ἡμᾶς.
Τῶν Mαρτύρων
ᾨδὴ ζ'
«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Σαρκῶν Δανιήλ, οὐ κατίσχυσαν ποτὲ λεόντων χάσματα, ἀλλ' οὐδὲ θάνατος τῶν Μαρτύρων σου· ἐν τῇ χειρί σου γὰρ Κύριε, ζῶσιν αἱ ψυχαὶ τῶν δικαίων, καὶ ἀνακράζουσι χαίρουσαι· Εὐλσγητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἡ φλὸξ τοῖς τρισίν, ἐδροσίζετο Παισὶν ἐν Βαβυλῶνι ποτέ, τοῖς Ἀθλοφοροις δὲ ἡ πολύθεος, κατεμαραίνετο κάμινος· ὅθεν τὴν ἀπάτην ὁρῶντες, τεφρουμένην ἐκραύγαζον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῷ πόθῳ Χριστέ, ἐκκαιόμενοι τῷ σῷ οἱ Ἀθλοφόροι σου, ὥσπερ ἀνάλγητον περικείμενοι, τὸ τῆς σαρκὸς περιβόλαιον, βασάνων πικρῶν κατεφρόνουν, σοὶ ἐντρυφῶντες καὶ λέγοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν
Ὡς εὔπλοκος ὤν, καὶ ὡραῖος ὁ χορὸς τῶν Ἀθλοφόρων σου, ἡ πολυπόθητος καὶ θεόκλητος, τῶν ἐκλεκτῶν σου ὁμήγυρις, Πνεύματι τῷ σῷ κροτουμένη, ἐν ῥυθμῷ ἀνακρούεται· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νικᾶται ἐν σοί, πάσης φύσεως θεσμὸς καὶ ἐγκωμίων, μόνη Παρθένε ἀπειρόγαμε· σὺ γὰρ ἀσπόρως συνέλαβες, καὶ τίκτεις ἀφθόρως τὸν Λόγον, τοῦ Πατρὸς τὸν ἀΐδιον· ὃν ἀνυμνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.
Τοῦ Ὁσίου
Οὐκ ἐλάτρευσαν τῇ κτίσει
Συναγάλλου οὐρανέ, συνευφραινέσθωσαν, ἀνθρώποις σήμερον, Ἀγγέλων αἱ στρατιαί, βροτὸς ἐπουράνιος, Ἄγγελος γήϊνος ἑορτάζεται, νῦν ὁ θεόφρων Λάζαρος, εἰς τιμὴν Θεοῦ των ὅλων.
Ὑψιβάμων ἀρεταῖς ὑπερουράνιος, πάνσοφε Λάζαρε, τῇ πολιτείᾳ τελῶν, τὸ φρόνημα μέτριος, ὑπῆρχες καὶ ταπεινός, ὑπὲρ ἅπαντας, Θεὸς σε καὶ ἀνύψωσεν, ὑπὲρ πάντας θαυμασίως.

Μετὰ πεῖραν φανερὰν ἥττάν τε πρόδηλον, Σατὰν ὁ δόλιος, ἐκ δεξιῶν σε συλᾶν, ἐπείρα ὡς Ἄγγελος, ὑπούλως Λάζαρε, ὁ παμπόνηρος, ἀλλὰ καὶ οὕτως ᾔσχυνας, τάς αὐτοῦ μηχανουργίας.
Θεοτοκίον
Νεμομένην τοῦ θανάτου ῥύμην ἔστησας, σεμνὴ τῷ τόκῳ σου, τοὺς δὲ βροτοὺς πρὸς ζωήν, Παρθένε ἀνήγαγες, τῷ Κτίστῃ μέλποντας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἄφλεκτος πυρί, ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ, καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους ἐν πυρί, ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄχραντος, Ἀμνός, λογικὸς ὑπὲρ τοῦ κόσμου, σφαγιασθεὶς κατέπαυσε, τὰ κατὰ νόμον προσφερόμενα, καθάρας τοῦτον χωρὶς παραπτωμάτων ὡς Θεός, τὸν ἀεὶ κράζοντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἄφθαρτος οὐκ οὖσα, πρὸ πάθους ἡ ληφθεῖσα, ὑπὸ τοῦ Κτίστου σάρξ ἡμῶν, μετὰ τὸ πάθος καὶ τὴν ἔγερσιν, ἀπρόσιτος τῇ φθορᾷ, κατεσκευάσθη, καὶ θνητοὺς καινουργεῖ κράζοντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοῦ τὸ καθαρόν, καὶ πανάμωμον Παρθένε, τὸ ῥυπαρὸν καὶ ἔμμυσον, τῆς οἰκουμένης ἀπεκάθηρε, καὶ γέγονας τῆς ἡμῶν, πρὸς τὸν Θεὸν καταλλαγῆς αἰτία Πάναγνε· πάντες διό σε, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τῶν Μαρτύρων
ᾨδὴ η'
«Τὸν ἀρρήτῳ σοφίᾳ, συστησάμενον πάντα Θεὸν Λόγον, καὶ ἐκ μὴ ὄντων, εἰς τὸ εἶναι παραγαγόντα, εὐλογεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας».
Μεμηνότων τυράννων, τὴν δυσκάθεκτον ὁρμὴν καταβαλόντες, οἱ Ἀθλοφόροι μελῳδοῦντες, διαπρυσίως ἐβόων· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἀνανήψατε πλάνοι, καὶ ἐπίγνωτε τὸν Θεὸν τὸν ὄντα, πρὸς τοὺς τυράννους οἱ Ἀθληταί, μελῳδοῦντες ἐβόων· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥητορεύειν μηδόλως, μελετήσαντες οἱ Χριστοῦ Ἀθλοφόροι, Πνεύματος θείου ἐμπλησθέντες φαιδρῶς ἀνεβόων· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Τὸν ἐκ Πατρὸς προελθόντα, προαιώνιον καὶ ἄναρχον Θεὸν Λόγον, καὶ ἐπ' ἐσχάτων ἀνατείλαντα ἐκ τῆς Παρθένου, εὐλογεῖτε ἀπαύστως τὰ ἔργα τὸν Κύριον.
Τοῦ Ὁσίου
Ἄκουε Κόρη Παρθένε
Ὄφις ποτὲ τὸν γενάρχην Ἀδάμ, ἐξέωσεν ἐκ τῆς Ἐδέμ, ἀπάτη Εὔας, σοὶ δὲ Σοφὲ προσβαλών, δολίως τῇ τῆς αἰσχρᾶς ὁρμῇ Mοναχῆς, κατῃσχύνθη καὶ νενίκηται, τῇ καρτερᾷ ἐνστάσει σου· διὸ νῦν χαίρων βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὕλην τὴν κάτω προσνεύειν ἀεί, φιλοῦσαν δὴ ὡς γεηράν, εἰς πόλον ἕλκων τῷ σῷ συνανύψωσας, ἐν στύλῳ βιβάζων αἰθερίως Σοφέ, ὑπὲρ Κόσμου μεσιτεύων τε, ἐνθέρμως τῷ Δεσπότῃ σου, καὶ σὺν Ἀγγέλοις βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σκότους τὸν προστάτην καθεῖλες φωτί, τῶν θείων Πάτερ ἐντολῶν τοῦ σοῦ Δεσπότου· σὺ γὰρ τηρήσας αὐτάς, διώδευσας ἀληθῶς ὁδὸν τὴν στενήν, εὐσχημόνως φωτιζόμενος ταῖς ἀκτῖσι ταῖς τοῦ Πνεύματος, καὶ μέλπων διηνεκῶς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Δέξαι Παρθένε δεσμίων φωνάς, ἀνθ' ὧν τὴν πίστιν τὴν καθαράν, αἱρετικῶν οὐκ ἐμίαναν μολυσμῷ, καὶ δίδου τὰς νίκας εὐσεβεῖ Βασιλεῖ· ἱκετεύει γὰρ ὁ δοῦλος σου, σὺν σοὶ καὶ φίλος Λάζαρος, ὑπὲρ ἡμῶν εὐσεβῶς, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς
«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ· Διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀ πείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου Σὲ μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οἱ τῇ Θεότητι πάθη προσεφαρμόζοντες, ἐπιστομίζεσθε πάντες ἀλλοτριόφρονες· Κύριον δόξης γάρ, σαρκὶ ἐσταυρωμένον, ἀσταύρωτον δὲ φύσει, τῇ θείᾳ, ὡς ἐν δύο, ἕνα φύσεσι μεγαλύνομεν.
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Οἱ τῶν σωμάτων τὴν ἔγερσιν ἀθετήσαντες, πρὸς τὸ Χριστοῦ πορευθέντες μνῆμα διδάχθητε, ὅτι νενέκρωται, καὶ ἐγήγερται πάλιν, ἡ σάρξ τοῦ ζωοδότου, εἰς πίστωσιν ἐσχάτης, Ἀναστάσεως, ἣν ἐλπίζομεν.
Τριαδικὸν
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐ θεοτήτων Τριάδα, ἀλλ' ὑποστάσεων, οὐδὲ Μονάδα προσώπων, ἀλλὰ Θεότητος, σέβοντες, τέμνομεν, τοὺς ταύτην διαιροῦντας, συγχέομεν δὲ πάλιν, τοὺς σύγχυσιν τολμῶντας, κατὰ ταύτης, ἣν μεγαλύνομεν.
Τῶν Μαρτύρων
ᾨδὴ θ'
«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν».
Ὑλομανήσασαν πάλαι, τῶν εἰδώλων τὴν πλάνην, Χριστὲ ἐν ταῖς καρδίαις τῶν βροτῶν, σὺ τῷ πυρὶ τῆς θεότητος καταφλέξας Μαρτύρων, τῆς εὐσεβείας ἤθροισας χορούς, ἐπαξίως σε ὕμνοις, ἀπαύστως μεγαλύνοντας.
Ῥευστὴν οἱ Μάρτυρες δόξαν, καὶ τὸν ἄστατον πλοῦτον, Χριστὲ καταλιπόντες ἐπὶ γῆς, σὲ τὸ τῆς δόξης ἀπαύγασμα, ἀναφαίρετον πλοῦτον, εὗρον τῶν αἰωνίων ἀγαθῶν, ἐπαξίως σε ὕμνοις, ἀπαύστως μεγαλύνοντες.

Ὡς ἐλευθέρα ἡ φύσις, τῶν ἀνθρώπων ἡ πάλαι, τῆς πλάνης ὑποκύψασα ζυγῷ, σοῦ τῇ σαρκώσει γεγένηται, τοῦ τῶν ὅλων Δεσπότου, ὃν ἐπιγνοῦσα κήρυκας τοὺς νῦν, τῆς ἡμῶν σωτηρίας, τοὺς Μάρτυρας προβάλλεται.
Θεοτοκίον
Νύμφη καὶ Μήτηρ Παρθένε, σὺν Ἀγγέλων χορείαις, τὸν σὸν Υἱὸν ἱκέτευσον ἁγνή, πάντων ἡ μόνη ἐλπὶς τῶν πιστῶν, τὴν εἰρήνην τῷ κόσμῳ, νίκας τῷ φιλοχρίστῳ Βασιλεῖ, καὶ ἡμῖν σωτηρίαν, βραβεῦσαι τοῖς ὑμνοῦσί σε.
Τοῦ Ὁσίου
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ
Εὐλογήσας τὴν ἅλω ποιεῖς, ἀκάρπου ἐκ καλάμης καρποδότιν· θῆρας θανατοῖς τετολμηκότας, βεβρωκέναι σοφέ, Μαθητῶν σου τὸ ὀνάριον· ὅθεν ἀκαρπίας με ῥῦσαι, θῆρας κατ' ἐμοῦ φονῶντας, σαῖς προσευχαῖς θανατῶν.
Χειροήθεις ὡς ἄρνες ἐν σοί, καὶ λέοντες καὶ ἄρκτοι ὑπεχώρουν, Λάζαρε κρηπὶς καὶ ἐγκαλλώπισμα Ὁσίων· διὸ ἱκετεύομεν τὰ τέκνα σου, ὅρμημα χαλίνωσον ἅπαν, πάντων τῶν λεόντων δίκην, ἐπεμβαινόντων ἡμῖν.
Οὐ θανεῖν ἀλλὰ ζῆν καὶ θανών, ζωὴν τὴν κρυπτομένην ἐπιστώσω, τὰς διαταγὰς καὶ μετὰ τέλος αὐτοχείροις· Ταῖς σαῖς ἐν σημειώσεσι πιστούμενος, Λάζαρε Πατέρων ἀκρότης· ὅθεν καὶ ἡμᾶς θανάτου, ῥῦσαι τὰ τέκνα σου.
Θεοτοκίον
Ὑπεφθάρη ποιμέσι πολλοῖς, ἡ ἄμπελος τῆς ποίμνης σου Παρθένε, πάναγνε Ποιμένα, τὸν καλὸν ἡ τετοκυῖα, αὐτῶν τῆς φθορᾶς ταύτην ἐξάρπασον, ἅμα τῷ ποιμένι Λαζάρῳ, πρέσβυς ὑπὲρ ταύτης οὖσα, σεμνὴ καὶ ὑπέρμαχος.
Ὁ Εἱρμὸς
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω·Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά σοῦ».
Καταβασίες
Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τὴν Εἴσοδον
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ Σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες, ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τὰ ἱερὰ Εἰσόδια, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Β'
Τὸν λίθον θεωρήσασαι, ἀποκεκυλισμένον, αἱ Μυροφόροι ἔχαιρον· εἶδον γὰρ Νεανίσκον, καθήμενον ἐν τῷ τάφῳ, καὶ αὐτὸς ταύταις ἔφη· Ἰδοὺ Χριστὸς ἐγήγερται, εἴπατε σὺν τῷ Πέτρῳ, τοῖς Μαθηταῖς· Ἐν τῷ ὄρει φθάσατε Γαλιλαίας, ἐκεῖ ὑμῖν ὀφθήσεται, ὡς προεῖπε τοῖς φίλοις.
τοῦ Ὁσίου
Τοῖς Μαθηταῖς συνέλθωμεν
Ἐκ μητρικῆς ἡγίασε, σὲ νηδύος ὁ Πλάστης, καὶ Πνεύματος εἰργάσατο, σκήνωμα τοῦ Ἁγίου· ὅθεν φωστὴρ ἀνεδείχθης, Μοναζόντων θεόφρον, ἐκ σκότους παραπτώσεων, ὁδηγῶν πρὸς τὸ φέγγος τῶν τοῦ Θεοῦ, ἐνταλμάτων Λάζαρε καὶ προσάγων, Χριστῷ ὃν καθικέτευε, τοὺς ὑμνοῦντάς σε σῶσαι.
Θεοτοκίον
Ὄρος ποτὲ ἑώρακεν, ὁ Προφήτης σε Κόρη, ἐξ οὗ βροτείων ἄνευθεν, χειρῶν λίθος ἐτμήθη, καὶ τοὺς βωμοὺς τῶν εἰδώλων, καὶ δαιμόνων τὰς στήλας, ἐλέπτυνε Θεόνυμφε· ὃν δυσώπει συντρῖψαι, τὰ ἐμπαθῆ, τοῦ νοός μου εἴδωλα καὶ τὴν τούτου, εἰκόνα ἀνεγεῖραί μου, νοερῶς ἐν καρδίᾳ.
ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι Ἦχος βαρὺς
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι' ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· ὁ Θεὸς ἡμῶν δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Ὁ τοῦ Κυρίου τὴν ζῶσαν ἐζωσμένος, μυρίπνοον νέκρωσιν ἐν τῇ σαρκὶ αὐτοῦ, Λάζαρος ἄλλος καὶ φίλτατος, ἐκ τῶν ἱδρώτων, αὐτοῦ καὶ πόνων ἔτι ἀτμίζουσαν, στολήν περικείμενος, νῦν ἡμῖν πρόκειται, εἰς πανδαισίαν ἀδάπανον, καὶ εὐφημίαν· Δεῦτε συμφώνως τοῦτον τιμήσωμεν, ὡς τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, οἰκονόμον πιστόν καὶ θεράποντα, Μοναζόντων τὰ πλήθη, φιλεόρτων τὰ συστήματα.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Ὁ τοῦ Κυρίου τὴν ζῶσαν ἐζωσμένος, μυρίπνοον νέκρωσιν ἐν τῇ σαρκὶ αὐτοῦ, Λάζαρος ἄλλος καὶ φίλτατος, ἐκ τῶν ἱδρώτων, αὐτοῦ καὶ πόνων ἔτι ἀτμίζουσαν, στολήν περικείμενος, νῦν ἡμῖν πρόκειται, εἰς πανδαισίαν ἀδάπανον, καὶ εὐφημίαν· Δεῦτε συμφώνως τοῦτον τιμήσωμεν, ὡς τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, οἰκονόμον πιστόν καὶ θεράποντα, Μοναζόντων τὰ πλήθη, φιλεόρτων τὰ συστήματα.
«Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ»
Ὡς ἐν θαλάμῳ φωτὸς πεπληρωμένῳ, τῷ στύλῳ παρέμεινας, ὦ ἱερώτατε, κύκλῳ δὲ τούτου παρέστησας, ὥς περ ἐνόπλους, ὑπασπιστὰς τὰς πράξεις σου Ὅσιε, ἐναποτειχίζοντας παρεμβολὰς τῶν παθῶν, ἐν τῷ νυμφῶνι δὲ ἢλασας, τῷ θείῳ μάκαρ, ἐν παρρησίᾳ νῦν παριστάμενος, τῷ σῷ νυμφίῳ καὶ Θεῷ ἡμῶν, τῇ αὐτοῦ ἐντρυφῶν ὡραιότητι· ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
«Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον»
Ὁ ἐξ ὀσφύος μητρὸς ἡγιασμένος, ὁ ὅσιος Λάζαρος τὸ τοῦ Χριστοῦ καθαρόν, θῦμα καὶ θύτης γενόμενος, εἰς εὐωχίαν, τῆς αὐτοῦ Mνήμης νῦν συνεκάλεσε, τοὺς πάντας ἐν Πνεύματι εὐωδιάζων σαφῶς· Δεῦτε λοιπὸν καὶ συνδράμωμεν, καὶ εὐλογίας, ἐκ τῶν τιμίων τούτου μετάσχωμεν, θείων λειψάνων, καὶ δοξάσωμεν, τὸν ἐν ἁγίοις Χριστόν τὸν Θεὸν ἡμῶν, θαυμαζόμενον ὄντως, καὶ αὐτοῖς ἀναπαυόμενον.
Δόξα ΕΩΘΙΝΟΝ Β' Ἦχος β'
Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ Μαριὰμ Γυναιξί, καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος Νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς. Ἠγέρθη γὰρ φήσιν, Ἰησοῦς ὁ Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, ὡς ζωοδότην καὶ Κύριον.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ταῖς ἐπαγρύπνοις προσευχαῖς, ἐν ὀχετοῖς δακρύων τὸν στῦλον κατέβρεχες, καὶ τοῖς ἐκ βάθων στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας ποιμήν, τοῖς προσιοῦσι νέμων συγχώρησιν, Ὅσιε Πατὴρ ἡμῶν Λάζαρε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, ει
Κοντάκιον ‘Ηχος β’.
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς. Αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος βαρύς .
Κύριος ισχύν τω λαώ αυτού δώσει
Στίχ. Ενέγκατε τω Κυρίω, υιοί Θεού, ενέγκατε τω Κυρίω υιούς κριών, ενέγκατε τω Κυρίω δόξαν και τιμήν.
Προς Εφεσίους Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί, 14 αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, 15 τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, 16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· 17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, 18 ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν πατέρα. 19 ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, 20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, 21 ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· 22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.

Ευαγγέλιον
: Κυρ. γ΄ Λουκᾶ, «᾿Επορεύετο ὁ ᾿Ιησοῦς εἰς πόλιν καλουμένην Ναΐν» (Λκ. ζ΄ 11-16).

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν
«Αἰνεῖτε».

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου

14-11-2010

† ΚΥΡΙΑΚΗ ΚΕ΄ (Η΄ ΛΟΥΚΑ). [/b]† Φιλίππου τοῦ ἀποστόλου ἐκ τῶν ιβ΄ (α΄ αἰ.). Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ (†1340), Κωνσταντίνου νεομάρτυρος τοῦ ῾Υδραίου (†1800). ῏Ηχος πλ. δ΄• ἑωθινὸν γ΄.

Εἰς τὸν ἑσπερινόν
«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• ( Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• ( Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• ( Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• ( Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• ( Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• ( Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• ( Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• ( Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• ( Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• ( Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• ( Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• ( Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• ( Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• ( Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• ( Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος πλ. δ’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Στιχηρὰ
Ἦχος πλ. δ'
Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.
Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον∙ σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Δόξα σοι Χριστὲ Σωτήρ, Υἱέ, Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Πρᾶξιν μὲν ἐπίβασιν, εἰλικρινοῦς θεωρίας, θεωρίαν τέλος δέ, φιλοθέου πράξεως Μάκαρ θέμενος, τὸν Χριστὸν ἠξίωσας, τοῦ Πατρὸς τὴν δόξαν, ὑποδεῖξαί σοι τήν ἄφραστον· καὶ γὰρ ἐφίεται, πᾶσα λογικὴ φύσις ἔνδοξε, Θεοῦ τοῦ ὑποστήσαντος, καὶ τοῦ ποθουμένου τετύχηκας, τούτου παραυτίκα, δεξάμενος σφραγῖδα τὸν Υἱόν· ὃν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Πρᾶξιν μὲν ἐπίβασιν, εἰλικρινοῦς θεωρίας, θεωρίαν τέλος δέ, φιλοθέου πράξεως Μάκαρ θέμενος, τὸν Χριστὸν ἠξίωσας, τοῦ Πατρὸς τὴν δόξαν, ὑποδεῖξαί σοι τήν ἄφραστον· καὶ γὰρ ἐφίεται, πᾶσα λογικὴ φύσις ἔνδοξε, Θεοῦ τοῦ ὑποστήσαντος, καὶ τοῦ ποθουμένου τετύχηκας, τούτου παραυτίκα, δεξάμενος σφραγῖδα τὸν Υἱόν· ὃν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Θείαις ἀναβάσεσι, διαπαντὸς κεχρημένος, ὡς Μωσῆς τὸ πρότερον, τὸν Θεὸν θεάσασθαι ἐπεπόθησας· καὶ γνωστῶς εἶδες δέ, τὴν αὐτοῦ εἰκόνα, δεδεγμένος πρὸς ἐμφέρειαν· Πατρὸς γὰρ σύντομος, γνῶσις ὁ Υἱὸς καὶ ἀπόδειξις, Υἱοῦ δὲ καὶ Γεννήτορος, μία ἡ οὐσία γνωρίζεται, καὶ ἡ διὰ πάντων, ταυτότης ἀναφαίνεται σεπτῶς, καὶ βασιλεία καὶ δύναμις, δόξα καὶ προσκύνησις.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα
Ὄργανον κρουόμενον, ταῖς θεϊκαῖς ἐπιπνοίαις, καὶ ταῖς ὑφηγήσεσι, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας, καὶ τὸ ὑπερκόσμιον, μελῳδῶν ἐν κόσμῳ, τοῦ Σωτῆρος Εὐαγγέλιον, πυρίνῃ γλώσσῃ σου, πᾶσαν τὴν ἀπάτην κατέφλεξας, ὡς ὕλην εὐκατάπρηστον, καὶ ὡς χόρτον γῆς μαραινόμενον, καὶ τὸν ἐπὶ πάντων, Δεσπότην τε καὶ Κύριον Χριστόν, τῇ οἰκουμένῃ ἐκήρυξας, Φίλιππε θεσπέσιε.

Δόξα... Ἦχος πλ. β'
Bύζαντος
Τοῦ μεγάλου Φίλιππε φωτός, ταῖς ἀστραπαῖς πυρωθείς, παγκόσμιος ἐξέλαμψας φωστήρ, τὸν Πατέρα δὲ τῶν φώτων, ἐν Υἱῷ ζητήσας εὗρες, ἐν τῷ φωτὶ· τὸ φῶς γὰρ εὑρίσκεται, καὶ γὰρ οὗτος σφραγὶς ἰσότυπος, δηλῶν τὸ ἀρχέτυπον· Ὃν Ἀπόστολε δυσώπει, τοὺς ἐσφραγισμένους τῷ θείῳ, περισῴζεσθαι αἵματι.

Καὶ νῦν Θεοτοκίον
Ἦχος πλ. δ'

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀπόστιχα Στιχηρά
Ἦχος πλ. δ'
Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Χριστὸν δοξολογήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν∙ ψυχὴν καὶ σῶμα γὰρ ἀναλαβών, τῷ πάθει ἀπ' ἀλλήλων διέτεμε, τῆς ἀχράντου μὲν ψυχῆς ἐν ᾍδῃ κατελθούσης, ὅν καὶ ἐσκύλευσε, τάφῳ δὲ διαφθορὰν οὐκ οἶδε τὸ ἅγιον σῶμα, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Ψαλμοῖς καὶ ὕμνοις δοξολογοῦμεν Χριστέ, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δι' ἧς ἡμᾶς ἠλευθέρωσας, τῆς τυραννίδος τοῦ ᾍδου, καὶ ὡς Θεὸς ἐδωρήσω, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
Ὦ Δέσποτα τῶν ἁπάντων, ἀκατάληπτε Ποιητὰ οὐρανοῦ καὶ γῆς, διὰ Σταυροῦ παθών, ἐμοὶ ἀπάθειαν ἐπήγασας, ταφὴν δὲ καταδεξάμενος, καὶ ἀναστὰς ἐν δόξῃ, συνανέστησας τὸν Ἀδὰμ χειρὶ παντοδυνάμῳ. Δόξα τῇ σῇ τριημέρῳ Ἐγέρσει, δι' ἧς δεδώρησαι ἡμῖν, τὴν αἰώνιον ζωήν, καὶ ἱλασμὸν ἁμαρτιῶν, ὡς μόνος εὔσπλαγχνος.
Δόξα... Ἦχος β' Βυζαντίου
Καταλιπὼν τὰ ἐπὶ γῆς, ἠκολούθησας Χριστῷ, καὶ σφραγισθεὶς τῷ ἐμφυσήματι τοῦ Ἁγίου Πνεύματος, ἀπεστάλης ὑπ' αὐτοῦ, εἰς τὰ ἔθνη τὰ ἀπολωλότα, ἐπιστρέφειν τοὺς ἀνθρώπους, εἰς φῶς θεογνωσίας, Φίλιππε Ἀπόστολε, καὶ τελέσας τὸν ἀγῶνα τοῦ θείου σου πόθου, διὰ βασάνων πολυπλόκων, τὴν ψυχήν σου τῷ Θεῷ παρέδωκας. Αὐτὸν ἱκέτευε παμμακάριστε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν
Θεοτοκίον
Ἦχος πλ. β'
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Δόξα...Ἀπολυτίκιον Ἦχος γ'
Aπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Και νυν...Ἦχος γ'.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν, τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε∙ ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος πλ. δ’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Δόξα...Ἀπολυτίκιον Ἦχος γ'
Aπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Και νυν...Ἦχος γ'.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν, τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε∙ ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς Φιλάνθρωπος.

Καθίσματα Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα∙ Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Δόξα... Τὴν σοφίαν καὶ Λόγον
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο∙ ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε∙ Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν∙ τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.
Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.
Δόξα...
Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον. Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Καὶ νῦν... Θεοτοκίον
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν∙ τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. δ'
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον∙ Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος∙ συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β'
Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων∙ εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ'
Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία∙ ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ'
Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως. Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν γ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζει∙ Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε∙ διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
καὶ τοῦ Ἀποστόλου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Τὸν εὐκλεῆ Φίλιππον ὑμνῶ πῥοφρόνως. Θεοφάνους.

ᾨδὴ α' Ἦχος πλ. β'
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

Ταῖς ὑπερφώτοις ἀκτῖσι τῆς τοῦ Χριστοῦ, θεϊκῆς λαμπρότητος, ἐνηδόμενος τρανῶς, θεοκήρυξ Φίλιππε ταῖς σαῖς, κατὰ μέθεξιν αὐγαῖς, ἡμᾶς καταύγασον.

Ὁ τοῦ Πατρὸς σοι τὴν δόξαν δι' ἑαυτοῦ, ὑποδείξας Φίλιππε, τῷ χορῷ τῶν Μαθητῶν, σὲ Χριστὸς ἐνέταξε τὴν σήν, προγινώσκων ἀρετήν, θεομακάριστε.

Νῦν οὐκ αἰνίγμασι βλέπεις οὐδὲ σκιαῖς, ουδ' ἐσόπτροις Πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρεκτῶν τὸ ἔσχατον Xριστόν, ἀλλὰ πρόσωπον ὁρᾷς, σαφῶς πρὸς πρόσωπον.
Θεοτοκίον
Ἐκλελοιπότων Ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν Ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς, νῦν ἐβασίλευσεν.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ∙ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε∙ σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε∙ διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
ᾨδὴ γ'
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας, ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Ὑπάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ φωτὶ τῷ μεγάλῳ, γενομένῳ μεθ' ἡμῶν, κατηξιώθης Χριστῷ, λειτουργῆσαι, Φίλιππε θεσπέσιε.

Κρηπὶς δογμάτων εὐσεβῶν, ἡ σὴ μυσταγωγία, τοῖς πιστοῖς ἀνεδείχθη· δι' αὐτῆς γὰρ τὸν Υἱόν, ἐπέγνωμεν συμφυῶς, ἡνωμένον, ὄντα τῷ Γεννήτορι.

Λυχνία γέγονας χρυσή, δᾳδουχῶν τοῖς ἀνθρώποις, τὸ ἀΐδιον φέγγος, καὶ φωτίζων τῇ αὐτοῦ, τὴν οἰκουμένην σαφῶς, ἐπιγνώσει, Φίλιππε πανάριστε.
Θεοτοκίον
Ἐπὶ σοὶ πάναγνε σεμνή, πεποιθὼς μὴ ἐκπέσω, τῆς εἰς σὲ προσδοκίας, ἀλλ' ὡς Μήτηρ συμπαθής, τοῦ φιλανθρώπου Θεοῦ, τῶν παγίδων, τοῦ ἐχθροῦ με λύτρωσαι.
Ὁ Εἱρμός
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας, ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».
Κοντάκιον Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς
Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεὸν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος, ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.
Ὁ Οἶκος
Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.
Κάθισμα
Ἦχος πλ. δ' Τὴν Σοφίαν
Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Ὅμοιον
Ὀμβροφόρος νεφέλη πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς καρδίας ἡμῶν· διαδραμὼν γὰρ τῷ λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων, τὰ μύρα τῇ λάρνακι· ὅθεν διαπνεύσας, ταῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν ... Θεοτοκίον
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τι πράξαι, οὐδὲ καταφύγιον, ἀλλ' ουδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι· Φεῦ μοι τῷ ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα, ἀνέθηκα Δέσποινα.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω∙ τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ, φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅδην πλούτου κενούμενον, τῆς θείας δυναστείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν∙ πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

ᾨδὴ δ'
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Ἡλίου σκήνωμα, Χριστοῦ τοῦ ὄντως φωτός, καὶ ναὸς ἀνεδείχθης χωρητικός, τούτου τῆς λαμπρότητος, καὶ οὐρανὸς δόξαν Θεοῦ, τοῖς ἀνθρώποις διηγούμενος.

Φθαρείσης πάθεσι, τῆς ἀνθρωπότητος, ἐμβληθεὶς θεῖον ἅλας παρὰ Χριστοῦ, ταύτης ἀπεξήρανας, τὴν σηπεδόνα τὴν δεινήν, θεοφάντορ ἀξιάγαστε.

Ἰσχὺϊ Φίλιππε, Χριστοῦ ῥωννύμενος, τῶν δαιμόνων τοῦ στίφους καὶ δυσσεβῶν, ὤφθης δυνατώτερος, τοῖς ἐπὶ γῆς ἀναβοῶν, ζωῆς θείας εὐαγγέλια.
Θεοτοκίον
Λιμένα εὔδιον, Χριστὸς ἀνέδειξε, τοῖς ἐν πίστει καὶ πόθῳ σε ἀληθεῖ, Δέσποινα πανάμωμε, ἐκ διανοίας καθαρᾶς, Θεοτόκον καταγγέλλουσιν.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
ᾨδὴ ε'
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Ἰὸν ψυχόλεθρον τοῦ ἐχθροῦ, ταῖς ἀλεξικάκοις σου, θεορρῆμον παλάμαις ἐξήρανας, τοὺς θανατηφόρῳ κεκρατημένους βυθῷ, χαλεπῆς ἀλγηδόνος ἀναρρυόμενος.

Πυρίπνους ὅλος ἀναδειχθεὶς τῇ τοῦ Παρακλήτου ἐπιδημίᾳ, καὶ χάριτι Φίλιππε, τοὺς ἀποψυγέντας, ἐν ἀθεΐας κρυμῷ, τῇ τῆς πίστεως θέρμῃ ἐζωοποίησας.

Πλησίον γέγονας τοῦ Χριστοῦ, τὰς ἐνδιδομένας σοι, λαμπηδόνας ἀμέσως δεχόμενος, καὶ διαβιβάζων τοῖς σοὶ προστρέχουσι, φωτίζων καὶ προσάγων, τούτους τῷ Κτίστῃ σου.
Θεοτοκίον
Ὁ λόγῳ πάντα δημιουργῶν, καὶ σοφῇ προνοίᾳ κυβερνῶν, μόνος ὡς βούλεται Κύριος, ἄκρᾳ εὐσπλαγχνίᾳ, δημιουργεῖται ἐκ σοῦ, καὶ σάρξ ἀνερμηνεύτως Πάναγνε γίνεται.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ∙ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι∙ πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθεὶς Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
ᾨδὴ ς'
«Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε».

Νεμομένην, καὶ λυμαινομένην, βλέπων τὴν πλάνην τοῦ ἐχθροῦ, τὸ τῶν ἀνθρώπων γένος, τὰ σὰ βέλη τὰ ἠκονημένα, τοὺς Ἀποστόλους τείνας ἐξαπέστειλας, καὶ διήνοιξας θώρακος πτύξιν, Χριστὲ τοῦ δράκοντος, ἅπαντας τῆς αὐτοῦ, λύμης καὶ φθορᾶς Σῶτερ ἰώμενος.

Ὑπερτέρῳ, φέγγει καταλάμπων, ὤφθης καθάπερ ἀστραπῇ, τῇ οἰκουμένῃ φαίνων, καὶ ὡς ὄρος γλυκασμὸν σταλάζων, ὡς Θεοῦ δρόσος οὐρανόθεν πίπτουσα, ὡς Ἀπόστολος ἐκλελεγμένος, τὴν δωδεκάριθμον, φάλαγγα συμπληρῶν, τὴν τῶν Μαθητῶν Χριστοῦ Πανόλβιε.

Μυηθείς σου, τὸ τοῦ μυστηρίου, βάθος ὁ θεῖος Μαθητής, ὡς ποταμὸν εἰρήνης, ἐπιβλύζοντα τρυφῆς χειμάρρουν, ὡς ἐπικλύζον κῦμα δόξαν ἔθνεσι, σὲ ἐκήρυξε μεγαλοφώνως, καὶ τὴν σὴν ἔνδοξον, κένωσιν Ἀγαθέ, τὴν ὑπὲρ ἡμῶν εὐηγγελίσατο.
Θεοτοκίον
Νεκρουμένους, καὶ ἀπολλυμένους, πάντας θανάτῳ τοὺς βροτούς, σὺ τὸν Χριστὸν τεκοῦσα, τὴν ἀκήρατον ἀθανασίαν, ἀνεκαλέσω πρὸς ζωὴν αἰώνιον, καὶ ἐφώτισας ἐσκοτισμένους, καὶ ἠλευθέρωσας, λύσασα τὰ δεσμά, τῆς ἀπαγωγῆς ἡμῶν Πανύμνητε.
Ὁ Εἱρμός
«Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε».

Κοντάκιον Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾍδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε∙ διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα.
Στίχοι
• Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,
• Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει.
• Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ.

Tῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ' Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτέ∙ διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδὶ ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ἔνδοξος κένωσις ὁ θεῖος πλοῦτος, τῆς σῆς πτωχείας Χριστὲ καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι, τοὺς πίστει κραυγάζοντας∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον∙ ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.

ᾨδὴ ζ'
«Οἱ Παῖδες ἐν Bαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Ὡς φέγγος ἐξαπεστάλης, βολίδος δίκην Ἀπόστολε, σελασφόροις βολαῖς καταυγάζων, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Πλουσίαις φωτοχυσίαις, τοῦ θείου Μάκαρ κηρύγματος, διαλάμπων φαιδρῶς τοὺς ἐν σκότει, μελῳδεῖν κατεφώτισας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ῥητόρων ἀδολεσχίαν, καὶ λόγων πᾶσαν δεινότητα, τῷ συντόνῳ λόγῳ ἐκνικήσας, τῷ τῆς πίστεως ἔψαλλες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Οὐσίας ὑπερουσίως, Παρθένε δύο γεγέννηκας, ἡνωμένας Ἁγνὴ ἀσυγχύτως, τῷ Χριστῷ, ᾧ κραυγάζομεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἑπταπλασίως κάμινον, των Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα∙ οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε∙ σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου τὴν ἰσχύν, ὃν ἀπαύστως, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν∙ ὑπὸ τῆς ζωῆς γάρ, τὸ θνητόν κατεπόθη, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η'
«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Bαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὒκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Φῶς σε τοῦ κόσμου ἀπετέλεσε, τὸ πατρικὸν φῶς, Λόγος ὁ ἐνυπόστατος, ἐκλεξάμενος Ἀπόστολον, ἐκ τοῦ κόσμου Τρισμάκαρ, καὶ καθοπλίσας, θείᾳ δυναστείᾳ τῇ αὐτοῦ, ἐπαφῆκεν ἀήττητον, ὡς ὁπλίτην βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ῥώμῃ τῇ θείᾳ δυναμούμενος, τὰς ἀντιπάλους τάξεις ὑπερενίκησας, τὴν ἀτίθασον παράταξιν, τὴν αὐτῶν καταλύσας· τὴν γὰρ εἰρήνην, κλῆρον ἀναφαίρετον λαβών, εἰρηναίαν κατάστασιν, ἐφύτευσας τῷ κόσμῳ· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὅλῳ τῷ πόθῳ προσεπέλασας, τῷ σαρκωθέντι Λόγῳ Θεοῦ Ἀπόστολε, μαθητὴς τούτου γενόμενος, καὶ θεῖος ὑπηρέτης, καὶ μυστολέκτης· ὅθεν ὑπ' αὐτοῦ ἀποσταλείς, εἰς τὰ ἔθνη ἐκήρυξας, αὐτοῦ τὴν παρουσίαν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὅλος ἡνώθη ὑπὲρ ἔννοιαν, ἀναλλοιώτως ὅλῃ τῇ ἀνθρωπότητι, ὁ ὑπέρθεος ἐν μήτρᾳ σου, Παναγία Παρθένε· ὅθεν ἐν δύο φύσεσι, γνωρίζεται Χριστός, εἷς ὑπάρχων ἀμφότερα, ὃν ὑμνοῦντες βοῶμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμός
«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Bαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὒκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν∙ διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός∙ διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιὼν ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς Ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

ᾨδὴ θ'
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».

Νῦν ἀπορρήτου δόξης, καὶ φωτὸς ἀνεσπέρου, ἠξιωμένος ἔνθα ἡ ἀνέκφραστος, ὑπάρχει εὐφροσύνη, ἔνθα ἡ χαρὰ ἡ ἄληκτος, ἐν ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἔνθα, δικαίων αἱ σκηναί, πάντων Χριστιανῶν ὑπερεύχου, Φίλιππε, πάνσοφε.

Ὡραϊσμένος κάλλει, νοητῆς εὐπρεπείας, καὶ βασιλείας στέφος περικείμενος, θεόφρον καὶ πλουσίαις, Φίλιππε περιχεόμενος, φωτοδοσίαις, τῆς τοῦ ὑπερουσίου, φωτός μαρμαρυγῆς, χαίρων τῷ τοῦ Δεσπότου σου, θρόνῳ μάκαρ παρίστασαι.

Σὺν Ἀποστόλοις πᾶσι, σεπτοῖς τε καὶ Προφήταις, καὶ σὺν Ἀθλοφόροις Φίλιππε Ὁσίοις, Ἱεράρχαις Δικαίοις, σὺν τῇ Θεοτόκῳ πρέσβευε, λύσιν πταισμάτων, καὶ τῶν ἀμπλακημάτων, δοθῆναι ἱλασμόν, πίστει τοῖς τὴν φωσφόρον καὶ θείαν, μνήμην τελοῦσί σου.
Θεοτοκίον
Σεσαρκωμένον Λόγον, τὸν πρὶν ἄσαρκον ὄντα, ὑπερφυῶς Παρθενομῆτορ τέτοκας· διὸ σὲ Θεοτόκον, πάντες εὐσεβῶς κηρύττομεν, ἀληθεστάτην σοι τὴν προσηγορίαν, ἁρμόζοντες Ἁγνή· σὺ γὰρ τῆς τῶν πιστῶν σωτηρίας, ῥίζα καθέστηκας.
Ὁ Εἱρμός.
«Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν».

Καταβασίες
Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τὴν Εἴσοδον
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ Σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες, ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τὰ ἱερὰ Εἰσόδια, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Γ'
Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι, Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς· ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.
Ἐξαποστειλάριον
Ἐν πνεύματι τῷ Ἱερῷ
Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.
Θεοτοκίον
Ὑπεραγία Παρθένε, δέησιν νῦν τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ θείῳ καὶ θεηγόρῳ, προσφέρουσα ἐκ παντοίων, κακῶν περίσῳζε πάντας.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι Ἦχος πλ. δ'
1. τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε· διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τῶν οὐρανίων ταγμάτων
Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων, δι' ὧν τὸν Υἱόν, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τῶν οὐρανίων ταγμάτων
Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων, δι' ὧν τὸν Υἱόν, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν.

«Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ»
Ὡς ἑωσφόρον σε πάντες τῶν Ἀποστόλων Χριστοῦ, καὶ φαεινὸν λαμπτῆρα, τῆς σεπτῆς Ἐκκλησίας, Φίλιππε τρισμάκαρ, ἔχοντες νῦν, τὰς ψυχὰς φωτιζόμεθα, καὶ ἐκ κινδύνων λυτρούμεθα δυσχερῶν, ταῖς πρεσβείαις σου πανεύφημε.

«Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα»,
Διὰ σταυροῦ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, διηνεκῶς τῆς νίκης, ἀνεδήσω στεφάνους, Φίλιππε ἀξίως, μεθ' ὧν εἰσελθών, εἰς τὰ ἄνω βασίλεια, συμπαρεδρεύεις Ἀπόστολε τῷ Χριστῷ, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.

Δόξα ΕΩΘΙΝΟΝ Γ' Ἦχος γ'
Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο· καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι' αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.
Ἀπολυτίκιον Ἦχος γ'
Aπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
καὶ τοῦ ναοῦ…
Κοντάκιον. Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Ο καθαρώτατος ναός του Σωτήρος, η πολυτίμητος παστάς και Παρθένος, το ιερόν θησαύρισμα της δόξης του Θεού, σήμερον εισάγεται, εν τω οίκω Κυρίου, την χάριν συνεισάγουσα, την εν Πνεύματι Θείω. ην ανυμνούσιν Aγγελοι Θεού. Αύτη υπάρχει σκηνή επουράνιος.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος α ’.
• Γένοιτο, Κύριε, το έλεος σου εφ΄ ημάς
Στίχ. Αγαλλιάσθε δίκαιοι, εν Κυρίω
Προς Κορινθίους Α’ Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ· 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Ευαγγέλιον
Κυρ. η΄ Λουκᾶ, «Νομικός τις προσῆλθε τῷ ᾿Ιησοῦ» (Λκ. ι΄ 25-37).

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν
«Αἰνεῖτε». •

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου

21-11-2010
† ΚΥΡΙΑΚΗ ΚϚ΄. † ΤΑ ΕΙΣΟΔΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΜΑΡΙΑΣ ). ῏Ηχος α΄, [ἑωθινὸν δ΄].
Εἰς τὸν ἑσπερινόν
«Εὐλογητὸς ὁ Θεός»,

Ἦχος α’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου. Ἦχος α’.
Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι Ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν ἀνάστασιν.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Κυκλώσατε λαοὶ Σιών, καὶ περιλάβετε αὐτήν, καὶ δότε δόξαν ἐν αὐτῇ, τῷ ἀναστάντι ἐκ νεκρῶν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Δεῦτε λαοὶ ὑμνήσωμεν, καὶ προσκυνήσωμεν Χριστόν, δοξάζοντες αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ, τὸν κόσμον λυτρωσάμενος.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Εὐφράνθητε οὐρανοί, σαλπίσατε τὰ θεμέλια τῆς γῆς, βοήσατε τὰ ὄρη εὐφροσύνην· ἰδοὺ γὰρ ὁ Ἐμμανουὴλ τὰς ἁμαρτίας ἡμῶν, τῷ Σταυρῷ προσήλωσε, καὶ ζωὴν ὁ διδούς, θάνατον ἐνέκρωσε, τὸν Ἀδὰμ ἀναστήσας, ὡς φιλάνθρωπος.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἦχος α'
Ὢ τοῦ παραδόξου θαύματος
Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίῳ ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη Ἁγνή, προσφέρεται τῷ Ναῷ, τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ἔτερα Στιχηρὰ Προσόμοια
Ἦχος δ' Ὡς γενναῖον
Τῶν Ἁγίων εἰς Ἅγια, ἡ Ἁγία καὶ ἄμωμος, ἐν Ἁγίῳ Πνεύματι εἰσοικίζεται, καὶ δι' Ἀγγέλου ἐκτρέφεται, τῷ ὄντι ὑπάρχουσα, ἁγιώτατος ναός, τοῦ Ἁγίου Θεοῦ ἡμῶν, τοῦ τὰ σύμπαντα, ἁγιάσαντος ταύτης εἰσοικήσει, καὶ θεώσαντος τὴν φύσιν, τὴν τῶν βροτῶν ὀλισθήσασαν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Αἱ νεάνιδες χαίρουσαι, καὶ λαμπάδας κατέχουσαι, τῆς λαμπάδος σήμερον προπορεύονται, τῆς νοητῆς καὶ εἰσάγουσιν, αὐτὴν εἰς τὰ Ἅγια, τῶν Ἁγίων ἱερῶς, προδηλοῦσαι τὴν μέλλουσαν, αἴγλην ἄρρητον, ἐξ αὐτῆς ἀναλάμψειν καὶ φωτίσειν, τοὺς ἐν σκότει καθημένους, τῆς ἀγνωσίας ἐν Πνεύματι.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα
Γηθομένη ὑπόδεξαι, Ζαχαρία ἐβόησεν, Ἄννα ἡ πανεύφημος, ἣν ἐκήρυξαν, Θεοῦ Προφῆται ἐν Πνεύματι, καὶ ταύτην εἰσάγαγε, εἰς τὸν ἅγιον Ναόν, ἱερῶς ἀνατρέφεσθαι, ὅπως γένηται, τοῦ Δεσπότου τῶν ὅλων, θεῖος θρόνος, καὶ παλάτιον καὶ κλίνη, καὶ φωταυγὲς ἐνδιαίτημα.

Δόξα... Καὶ νῦν ...
Ἦχος πλ. δ'
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

τὰ Ἀναγνώσματα.

Τῆς Ἐξοδου τὸ Ἀνάγνωσμα
(Κεφ. 40, 15, 7, 9, 14, 28-29)
Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, λέγων. Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου στήσεις τὴν Σκηνὴν τοῦ Μαρτυρίου. Καὶ θήσεις τὴν Κιβωτὸν τοῦ Μαρτυρίου, καὶ σκεπάσεις αὐτὴν τῷ καταπετάσματι. Καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ τὴν Λυχνίαν, καὶ θήσεις τὸ θυμιατήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾶν ἐναντίον τῆς Κιβωτοῦ τοῦ Μαρτυρίου. Καὶ ἐπιθήσεις τὸ κάλυμμα τοῦ καταπετάσματος ἐπὶ τὴν θύραν τῆς Σκηνῆς τοῦ Μαρτυρίου. Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν Σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία. Καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωϋσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν Σκηνὴν τοῦ Μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή. Καὶ οὐκ ἠδυνήθη Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ Μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή.
Βασιλειῶν Γ' το Ἀνάγνωσμα
(Κεφ. 8, 1-11)
Ἐγένετο, ὡς συνετέλεσε Σολομῶν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ ἐξεκκλησίασε πάντας τοὺς Πρεσβυτέρους Ἰσραὴλ ἐν Σιών, τοῦ ἀνενεγκεῖν τὴν Κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ πόλεως Δαυΐδ, αὕτη ἐστὶ Σιών. Καὶ ἦραν οἱ Ἱερεῖς τὴν Κιβωτόν, καὶ τὸ Σκήνωμα τοῦ Μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ Σκηνώματι τοῦ Μαρτυρίου. Καὶ ὁ Βασιλεύς, καὶ πᾶς Ἰσραήλ, ἔμπροσθεν τῆς Κιβωτοῦ, καὶ εἰσφέρουσιν οἱ Ἱερεῖς τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δαβὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ. Ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς Κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν Κιβωτόν, καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνω. Καὶ οὐκ ἦν ἐν τῇ Κιβωτῷ, πλὴν αἱ δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωϋσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος. Καὶ ἐγένετο, ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ Ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον Κυρίου. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησεν ἡ δόξα Κυρίου τὸν οἶκον Κυρίου.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 27 & 44, 14)
Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ Ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με. Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ εἰσελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Εἰς τὴν Λιτὴν
Στιχηρὰ ἰδιόμελα
Ἦχος α' Γεωργίου Νικομηδείας
Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται. Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ' Τοῦ αὐτοῦ
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων το μέγα ἔλεος.
Ὁ αὐτὸς
Δεῦτε πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθεῖσαν, τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Ἦχος πλ. α'
Λέοντος Μαΐστορος
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

Ἀπόστιχα Στιχηρά
Τὸ Ἀναστάσιμον. Ἦχος α’.
Τῷ πάθει σου, Χριστέ, παθῶν ἠλευθερώθημεν, καὶ τῇ ἀναστάσει σου ἐκ φθορᾶς ἐλυτρώθημεν· Κύριε δόξα σοι.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Τὰ κατ’ Ἀλφάβητον.
Ἀγαλλιάσθω ἡ κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, χεῖρας κροτείτω τὰ ἔθνη μετ’ εὐφροσύνης· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, τῷ Σταυρῷ προσήλωσε τὰς ἁμαρτίας ἡμῶν, καὶ τὸν θάνατον νεκρώσας, ζωὴν ἡμῖν ἐδωρήσατο, πεπτωκότα τὸν Ἀδὰμ παγγενῆ ἀναστήσας, ὡς φιλάνθρωπος.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Βασιλεὺς ὑπάρχων οὐρανοῦ καὶ γῆς, Ἀκατάληπτε, ἑκὼν ἐσταύρωσαι διὰ φιλανθρωπίαν· Ὃν ὁ ᾅδης συναντήσας κάτωθεν ἐπικράνθη, καὶ δικαίων ψυχαὶ δεξάμεναι, ἠγαλλιάσαντο· Ἀδὰμ δὲ ἰδών σε τὸν Κτίστην ἐν τοῖς καταχθονίοις ἀνέστη. Ὢ τοῦ θαύματος! πῶς θανάτου ἐγεύσατο ἡ τῶν ἁπάντων ζωὴ; ἀλλ’ ἢ ὡς ἠβουλήθη, κόσμον φωτίσαι, κραυγάζοντα καὶ λέγοντα· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
Γυναῖκες μυροφόροι μύρα φέρουσαι, μετὰ σπουδῆς καὶ ὀδυρμοῦ τὸν τάφον σου κατέλαβον, καὶ μὴ εὑροῦσαι τὸ ἄχραντον Σῶμά σου, παρὰ δὲ τοῦ Ἀγγέλου μαθοῦσαι τὸ καινόν, καὶ παράδοξον θαῦμα, τοῖς Ἀποστόλοις ἔλεγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν ... Ἦχος πλ. β'
Σεργίου Ἁγιοπολίτου
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένoι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνoῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Δόξα... Ἀπολυτίκιον Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Και νυν... Ἀπολυτίκιον Ἦχος δ'

Μετὰ τὴν α’ Στιχολογίαν,
Καθίσματα Ἀναστάσιμα. Ἦχος α’.
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην· σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα.
Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον.
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
.

Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα.
Τοῦ λίθου σφραγισθέντος.
Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.
Δόξα.
Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἢγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀναστάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.
Καὶ νῦν. Θεοτοκίον.
Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.

Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς
Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον. (δις)
Δόξα... Καὶ νῦν ...
Πάλιν τὸ αὐτὸ

Αίτησις
ἡ Ὑπακοή.
Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α’.
Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.

Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾂσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.

Ἀντίφωνον Β’.
Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.

Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ’.
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία.

Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ’ οὐ προσώποις.
Προκείμενον Ἦχος δ'
Ἄκουσον θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...

Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός(χύμα)

Δόξα... Ἦχος β'
Σήμερον ὁ ναὸς ὁ ἔμψυχος, τοῦ μεγάλου Βασιλέως, ἐν Ναῷ εἰσέρχεται, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, Λαοὶ ἀγαλλιᾶσθε.
Καὶ νῦν ... Τὸ αὐτὸ

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

ἰδιόμελον
Ἦχος δ' Τοῦ αὐτοῦ
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Κανὼν Ἀναστάσιμος.
Ἦχος α’. ᾨδὴ α’. Ὁ Εἱρμός.
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῷσον ἡμᾶς.

Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.
Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου.

Ποίημα τοῦ κυρίου Γεωργίου

ᾨδὴ α' Ἦχος δ'
Ὁ Εἱρμὸς
«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον».

Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.

Ὑπέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.

Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.

Ἡ πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.

Κανὼν δεύτερος

Ποίημα τοῦ Κυρίου Βασιλείου

ᾨδὴ α' Ἦχος α'
«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται».

Συνδράμωμεν σήμερον, τῇ Θεοτόκῳ· Τιμῶντες ἐν ᾄσμασι, καὶ πανηγυρίσωμεν, πνευματικὴν ἑορτήν· ἐν τῷ Ναῷ γὰρ τῷ Θεῷ, δῶρον προσφέρεται.

ᾨδαῖς ἀνυμνήσωμεν, τῆς Θεοτόκου, τὴν ἔνδοξον πρόοδον· τῷ Ναῷ γὰρ σήμερον, ὡς καὶ ναὸς τοῦ Θεοῦ, προσφέρεται προφητικῶς, δῶρον πολύτιμον.

Ἡ Ἄννα ἡ ἄμεμπτος, ἠγαλλιᾶτο, ὡς δῶρον πολύτιμον, τῷ Θεῷ προσφέρουσα, ἐν τῷ ναῷ μητρικῶς, Ἰωακεὶμ δὲ σὺν αὐτῇ, πανηγυρίζει φαιδρῶς.

Δαυῒδ ὁ προπάτωρ σε, ὕμνησε πάλαι, Παρθένε Θεόνυμφε, θυγατέρα λέγων σε, τοῦ Βασιλέως Χριστοῦ, ὃν καὶ τεκοῦσα μητρικῶς, βρέφος ἐθήλασας.

Σαρκὶ τριετίζουσα, ἡ Θεοτόκος, Κυρίῳ προσάγεται, Ζαχαρίας ταύτην δέ, ὁ Ἱερεὺς τοῦ Θεοῦ, δεξάμενος ἐν τῷ Ναῷ, χαίρων ἀνέθετο.

Παρθένοι χορεύσατε, λαμπαδηφόροι, ἐξάρξατε σήμερον, καὶ μητέρες ᾄσατε, τῇ Βασιλίδι Μητρί, προσερχομένῃ τῷ Ναῷ, τοῦ Βασιλέως Χριστοῦ.
Δόξα...
Τριὰς ὁμοούσιε, Πάτερ καὶ Λόγε, καὶ Πνεῦμα τὸ Ἅγιον, σὲ πιστῶς δοξάζομεν, ὡς Ποιητὴν τοῦ παντός, καὶ σοὶ βοῶμεν εὐσεβῶς, σῶσον ἡμᾶς ὁ Θεός.
Καὶ νῦν ...
Βαφῆς ἐξ αἱμάτων σου, τὴν ἁλουργίδα, φορέσας Πανάχραντε, προελθὼν ἀνέπλασεν, ὁ Βασιλεὺς καὶ Θεός, τὸ γένος ἅπαν τῶν βροτῶν, τῇ εὐσπλαγχνίᾳ αὐτοῦ.

ᾨδὴ γ’. Ὁ Εἱρμός.
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, κἄν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον».

Νυμφοστόλoς σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.

Δαυῒδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.

Ἐξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.

Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.

Κανὼν δεύτερος

Στερεωθήτω ἡ καρδία μου
Πανηγυρίσωμεν φιλέορτοι, καὶ συνευφρανθῶμεν τῷ πνεύματι, ἐν τῇ ἁγίᾳ Ἑορτῇ, εὐωχούμενοι σήμερον, θυγατρὸς τοῦ Βασιλέως, καὶ Μητρὸς τοῦ Θεοῦ ἡμῶν.

Ἰωακεὶμ εὐφραίνου σήμερον, καὶ ἀγάλλου Ἄννα τῷ πνεύματι, τὴν γεννηθεῖσαν ἐξ ὑμῶν, τῷ Κυρίῳ προσάγοντες, τριετίζουσαν ὡς δάμαλιν, σεμνὴν τὴν Πανάμωμον.

Τὸ τοῦ Θεοῦ κατοικητήριον, ἐν Ναῷ ἁγίῳ προσφέρεται, ἡ Θεοτόκος Μαριάμ, τῇ σαρκὶ τριετίζουσα, καὶ αὐτῆς λαμπαδουχοῦσαι, αἱ παρθένοι προτρέχουσιν.

Ἡ τοῦ Θεοῦ ἀμνὰς ἡ ἄσπιλος, ἡ περιστερὰ ἡ ἀμόλυντος, ἡ θεοχώρητος σκηνή, τὸ τῆς δόξης ἁγίασμα, ἐν σκηνώματι ἁγίῳ, κατοικεῖν ᾑρετίσατο.

Ἡ τριετίζουσα τῷ σώματι, καὶ πολυετὴς ἐν τῷ πνεύματι, ἡ πλατυτέρα οὐρανῶν, καὶ τῶν ἄνω Δυνάμεων, ὑπερτέρα εὐφημείσθω, ἐν ᾠδαῖς ἡ Θεόνυμφος.

Τῆς Θεοτόκου ἑορτάζοντες, τὴν ἐν τοῖς ἀδύτοις προέλευσιν, λαμπαδουχοῦντες νοητῶς, ἐν φαιδρότητι σήμερον, καὶ ἡμεῖς σὺν ταῖς παρθένοις, τῷ Ναῷ πλησιάσωμεν.

Οἱ Ἱερεῖς Θεοῦ ἐνδύσασθε, τὴν δικαιοσύνην ἐν χάριτι, καὶ ὑπαντήσατε φαιδρῶς, ὡς εἰσόδους παρέχοντες, θυγατρὶ τοῦ Βασιλέως, καὶ Θεοῦ εἰς τὰ Ἅγια.
Δόξα...
Φῶς ὁ Πατήρ, φῶς ὁ Υἱὸς αὐτοῦ, καὶ τὸ Πνεῦμα φῶς τὸ Παράκλητον· ὡς γὰρ Ἠλίου ἐξ ἑνός, ἡ Τριὰς ἀπαστράπτουσα, θεϊκῶς λαμπαδουχεῖ, καὶ συντηρεῖ τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν ...
Σὲ οἱ προφῆται προεκήρυξαν, κιβωτὸν Σεμνὴ ἁγιάσματος, θυμιατήριον χρυσοῦν, καὶ λυχνίαν καὶ τράπεζαν, καὶ ἡμεῖς ὡς θεοχώρητον, σκηνὴν ἀνυμνοῦμέν σε.
Κοντάκιον Ἦχος α'
Ὅταν ἔλθῃς ὁ Θεὸς
Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον. Ἀπενεχθήσονται εἰπών, τῷ Βασιλεῖ μυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς, καὶ θαυμαστὴν ἐργάζου καὶ παγκόσμιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν. Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας ἡ πρόξενος.

ᾨδὴ δ’. Ὁ Εἱρμός.
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν Σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε».

Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.

Ὄρος τὸ κατάσκιον ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.

Ἴδωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.

Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νoμικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε.

Κανὼν δεύτερος

Ἐν πνεύματι προβλέπων
Προφῆτα Ἡσαΐα, προφήτευσον ἡμῖν· ἡ Παρθένος τὶς ἐστιν, ἡ ἔχουσα γαστρὶ; Ἡ ἐξ Ἰούδα τῆς ῥίζης ἀναφυεῖσα, καὶ γεννηθεῖσα ἐκ Δαυῒδ τοῦ Βασιλέως, σπέρματος ἁγίου καρπὸς εὐκλεής.

Ἐξάρξατε παρθένοι, καὶ ᾄσατε ᾠδάς, ταῖς χερσὶ κατέχουσαι, λαμπάδας τῆς Ἁγνῆς, καὶ Θεοτόκου τὴν πρόοδον εὐφημοῦσαι, νῦν ἀπιούσης ἐν Ναῷ τῷ τοῦ Κυρίου, ἅμα σὺν ἡμῖν ἑορτάζουσαι.

Ἰωακεὶμ καὶ Ἄννα, εὐφραίνεσθε νυνί, ἐν Ναῷ προσάγοντες, Κυρίῳ τὴν ἁγνήν, Θεοῦ Μητέρα Χριστοῦ τοῦ παμβασιλέως, γενησομένην, ἐξ ὑμῶν δὲ γεννηθεῖσαν, οἷον τριετίζουσαν δάμαλιν.

Ἁγία τῶν Ἁγίων, ὑπάρχουσα σεμνή, ἐν Ναῷ ἠγάπησας, ἁγίῳ κατοικεῖν, καὶ τοῖς Ἀγγέλοις Παρθένε προσομιλοῦσα, προσεκαρτέρεις παραδόξως οὐρανόθεν, ἄρτον δεχομένη, τροφὲ τῆς ζωῆς.

Τεκόντες παρ' ἐλπίδα, τὴν ἄχραντον Ἁγνήν, εὐσεβῶς ὑπέσχοντο, προσάξειν τῷ Θεῷ, καὶ ἐκπληροῦσι παρέχοντες ὥς περ θῦμα, τὴν γεννηθεῖσαν ἐξ αὐτῶν Ἰωακείμ τε, σήμερον καὶ Ἄννα ἐν οἴκῳ Θεοῦ.

Ἐβλάστησεν ἡ ῥάβδος, ποτὲ τοῦ Ἀαρών, προτυποῦσα Ἀχραντε τὸν θεῖον τοκετόν, ὅτι ἀσπόρως συλλήψῃ, καὶ οὐ φθαρήσῃ, καὶ μετὰ τόκον παρθενεύουσα ὀφθήσῃ, βρέφος γαλουχοῦσα τὸν πάντων Θεόν.

Παρθένοι τῇ Παρθένω, Mητέρες τῇ Μητρί, εὐσεβῶς προσδράμετε, τιμῶσαι σὺν ἡμῖν, τὴν γεννηθεῖσαν ὡς ἄμωμον ἱερεῖον, καὶ τὴν τεκοῦσαν ὡς Θεῷ καρποφοροῦσαν, πάντες οὖν φαιδρῶς ἑορτάσωμεν.
Δόξα...
Τριάδα τοῖς προσώποις, Μονάδα τῇ μορφῇ, εὐσεβῶς δοξάζομεν, Θεὸν ἀληθινόν, ὃν ἀνυμνοῦσιν Ἀγγέλων καὶ Ἀρχαγγέλων, ταξιαρχίαι ὡς τῆς κτίσεως Δεσπότην, ἅπαντες πιστῶς προσκυνοῦντες ἀεί.
Καὶ νῦν ...
Ἱκέτευε ἀπαύστως πανάχραντε Ἁγνή, ὃν σαρκὶ ἐκύησας, Υἱόν σου καὶ Θεόν, ἐκ πολυτρόπων παγίδων τοῦ διαβόλου, καὶ ἐκ παντοίων πειρασμῶν ἐπερχομένων, πάντας λυτρωθῆναι τοὺς δούλους σου.

ᾨδὴ ε’ Ὁ Εἱρμός.
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν· ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐρρύσατο.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτῃ· σὲ γὰρ προστάτιν κεκτήμεθα.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα».

Ἁγίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.

Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.

Ὢ τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.

Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.

Κανὼν δεύτερος

Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον
Λαμπροφορήσωμεν οἱ Ὀρθόδοξοι, πάντες συντρέχοντες, καὶ δοξάζοντες, τὴν θεομήτορα, ὅτι Κυρίῳ, σήμερον προσφέρεται, ὡς θῦμα εὐπρόσδεκτον.

Ἀγαλλιάσθωσαν οἱ Προπάτορες, σήμερον Δέσποινα, καὶ εὐφραινέσθω ἡ τεκοῦσά σε, σὺν τῷ πατρί σου· ὅτι ὁ καρπὸς αὐτῶν, Κυρίῳ προσάγεται.

Τὴν πολυώνυμον καὶ περίδοξον, ἄμωμον δάμαλιν, ὡς ἐν σαρκὶ κυοφορήσασαν, τὸν θεῖον μόσχον, πάντες ἀνυμνήσωμεν, πιστῶς ἑορτάζοντες.

Τὰ τῆς νυμφεύσεως ἀπογράφονται, θεῖα συμβόλαια, τῆς ὑπὲρ νοῦν κυοφορίας σου, ἁγνὴ Παρθένε, σήμερον ἐν Πνεύματι, ἁγίῳ ἐν οἴκῳ Θεοῦ.

Ἐξανοιγέσθωσαν τὰ προπύλαια, δόξης Θεοῦ ἡμῶν, καὶ δεχέσθωσαν τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα, ὥς περ τριετίζουσαν, ἀμίαντον δάμαλιν.

Τὸ πολυτίμητον καὶ κατάσκιον, ὄρος ὑμνήσωμεν, τὴν ἀειπάρθενον, Θεοῦ Μητέρα γενομένην· αὐτὴ γὰρ ἐξήστραψε, τὸ φῶς ἐν τοῖς πέρασι.
Δόξα...
Τὴν ὑπεράρχιον καὶ ἀΐδιον, μίαν θεότητα, δοξολογοῦντες προσκυνήσωμεν, τρισὶ προσώποις, φύσει ἀδιαίρετον, καὶ δόξῃ ἰσότιμον.
Καὶ νῦν ...
Λιμένα εὔδιον καὶ ἀπόρθητον, τεῖχος κεκτήμεθα, τὴν πρεσβείαν σου ἐν περιστάσεσι, Θεοκυῆτορ, πάντοτε λυτρούμενοι, κινδύνων καὶ θλίψεων.
ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Tὴν θείαν, ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες».

Ὁ πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.

Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.

Ὡς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀπορρήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.

Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν προρρηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.

Κανὼν δεύτερος
Τὸν Προφήτην Ἰωνᾶν
Ἑορτάσωμεν Πιστοί, ἑορτὴν πνευματικήν, τὴν Μητέρα τοῦ Θεοῦ, ἀνυμνοῦντες εὐσεβῶς· ὑπάρχει γάρ, ἁγιωτέρα τῶν οὐρανίων Νοῶν.

Ἐν ᾠδαῖς πνευματικαῖς, εὐφημήσωμεν πιστοί, τὴν Μητέρα τοῦ Φωτός, ὅτι σήμερον ἡμῖν, ἐπέφανε, προερχομένη ἐν τῷ ναῷ τοῦ Θεοῦ.

Ἡ ἀμίαντος ἀμνάς, καὶ ἁγνὴ περιστερά, προσηνέχθη κατοικεῖν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ ἄμωμος, προορισθεῖσα γενέσθαι Μήτηρ Θεοῦ.

Ἐν Ναῷ τῷ νoμικῷ, τὰς εἰσόδους ἐκτελεῖ, ὁ ναὸς ὁ τοῦ Θεοῦ, ἡ οὐράνιος σκηνή, ἐξ ἧς ἡμῖν, τοῖς ἐν τῷ σκότει τὸ φῶς ἐξέλαμψεν.

Νηπιάζουσα σαρκί, καὶ τελεία τῇ ψυχῇ, ἡ ἁγία κιβωτός, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, εἰσέρχεται, κατατρυφῆσαι τῆς θείας χάριτος.

Ἐκ παντοίων πειρασμῶν, καὶ κινδύνων ψυχικῶν, ἐλευθέρωσον ἡμᾶς, τοὺς προστρέχοντας εἰς σέ, πανύμνητε ταῖς σαῖς πρεσβείαις, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Δοξα...
Ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, τρισυπόστατε Μονάς, καὶ ἀχώριστε Τριάς, ἐλέησον τοὺς προσκυνοῦντας, τὸ θεῖον κράτος σου.
Καὶ νῦν ...
Ἐν γαστρί σου χωρητός, ὁ ἀχώρητος παντί, Θεομῆτορ γεγονώς, προελήλυθεν ἐκ σοῦ, πανάχραντε, διπλοῦς τῇ φύσει, Θεὸς καὶ ἄνθρωπος.
Κοντάκιον Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Ὁ Οἶκος
Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος.
Στίχοι
Ἔνδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη,
Ἥξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων.
Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι πρώτῃ.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διερράγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ’ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παράδεισε τρυφῆς· Χαῖρε τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χαρά, δι’ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὀδὴ ζ'
Ὁ Εἱρμὸς
«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνoν ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.

Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.

Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.

Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Κανὼν δεύτερος

Ἡ κάμινος Σωτὴρ ἑδροσίζετο
Χορεύσωμεν φιλέορτοι σήμερον, ὑμνήσωμεν τὴν ἄχραντον Δέσποιναν, Ἰωακεὶμ καὶ Ἄνναν, ἐπαξίως γεραίροντες.

Προφήτευσον ὁ λέγων ἐν Πνεύματι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀπενεχθήσονταί σοι, εἰς Ναὸν τῇ Βασιλίδι Μητρί.

Ἠγάλλοντο Ἀγγέλων τὰ τάγματα, ηὐφραίνοντο Δικαίων τὰ πνεύματα, ὅτε Θεοῦ ἡ Μήτηρ εἰς τὰ Ἅγια προσήγετο.

Καὶ σώματι καὶ πνεύματι ἔχαιρε, σχολάζουσα Μαρία ἡ ἄμωμος, ἐν τῷ Ναῷ Κυρίου, ὥσπερ σκεῦος Ἱερώτατον.

Λαμβάνουσα τροφὴν τὴν οὐράνιον, προέκοπτε σοφίᾳ καὶ χάριτι, ἡ γενομένη Μήτηρ, κατὰ σάρκα τοῦ Σωτῆρος Χριστοῦ.

Εἰσέφερον Ναοῦ εἰς ἐνδότατον, οἱ σώφρονες Πατέρες σου Ἄχραντε, ἀνατραφῆναι ξένως, εἰς κατοίκησιν Χριστοῦ τοῦ Θεοῦ.
Δόξα...
Δοξάσωμεν Τριάδα ἀχώριστον, ὑμνήσωμεν τὴν μίαν Θεότητα, σὺν τῷ Πατρὶ τὸν Λόγον, καὶ τὸ Πνεῦμα τὸ Πανάγιον.
Καὶ νῦν ...
Ἱκέτευε ὃν ἔτεκες Κύριον, ὡς εὔσπλαγχνoν τῇ φύσει ὑπάρχοντα, Θεογεννῆτορ σῶσαι, τὰς ψυχὰς τῶν ἀνυμνoύντων σε.
ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις καὶ ὀχυρώμασι τοῦ ᾅδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η'
Ἧς ἡ Ἀκροστιχὶς κατὰ ἀλφάβητον
Ὁ Εἱρμος
«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Boῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμoί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Mητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Νόμιμον ὄντως τὸ ἔργον ἐστίν, ὁ Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥώννυμαι ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ. Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Yποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Φωσφόρος ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κανὼν δεύτερος

Ὃν φρίττουσιν Ἄγγελοι
Εὐφραίνεται σήμερον, φαιδρῶς Ἰωακείμ, καὶ Ἄννα ἡ ἄμεμπτος, Κυρίῳ τῷ Θεῷ, προσφέρει θυσίαν τὴν δοθεῖσαν αὐτῇ, ἐξ ἐπαγγελίας, ἁγίαν θυγατέρα.

Kαυχῶνται οἳ Ἅγιοι, Δαυῒδ καὶ Ἰεσσαὶ· Ἰούδας σεμνύνεται· ἐκ ῥίζης γὰρ αὐτῶν, ἐβλάστησε γόνος, ἡ Παρθένος ἁγνή, ἐξ ἧς ἐγεννήθη, Θεὸς ὁ πρὸ αἰώνων.

Μαρία ἡ ἄχραντος, καὶ ἔμψυχος σκηνή, προσφέρεται σήμερον, ἐν οἴκῳ τοῦ Θεοῦ, καὶ δέχεται ταύτην, Ζαχαρίας χερσίν, ὡς ἡγιασμένον, κειμήλιον Kυρίου.

Ὡς πύλην σωτήριον, καὶ ὄρος νοητόν, ὡς κλίμακα ἔμψυχον, Τιμήσωμεν πιστοί, τὴν ὄντως Παρθένον, καὶ Mητέρα Θεοῦ, τὴν εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.

Προφῆται, Ἀπόστολοι, καὶ Μάρτυρες Χριστοῦ, Ἀγγέλων τὰ τάγματα, καὶ πάντες γηγενεῖς, τιμήσωμεν ὕμνοις, τὴν Παρθένον ἁγνήν, ὡς εὐλογημένην, Mητέρα τοῦ Ὑψίστου.

Ναῷ σε προσέφερον, πανάχραντε Ἁγνή, οἱ θείως τεκόντες σε, ὡς θῦμα καθαρόν, καὶ ξένως αὐλίζῃ, ἐν ἀδύτοις Θεοῦ, προετοιμασθῆναι, εἰς κατοικίαν Λόγου.

Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Kύριον.

Ὑμνείσθω τρισάγιος, Πατὴρ καὶ ὁ Υἱός, καὶ Πνεῦμα, τὸ Ἅγιον, ἀμέριστος Μονάς, ἡ μία θεότης, ἡ κρατοῦσα δρακί, τὴν σύμπασαν κτίσιν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν ...
Ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος ἐν σαρκί, τεχθεὶς ὡς ηὐδόκησε, Θεός τε καὶ βροτός, ἐκ Κόρης Παρθένου, ἀναπλάττων ἡμᾶς, τοὺς πρὶν πεπτωκότας, δι' ἄκραν εὐσπλαγχνίαν.

Καταβασίες
«Χριστὸς γεννᾶται»
Ὠδὴ α’. Ἦχος α’.
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.

Ὠδὴ ε’
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.

Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Ἦς ἡ Ἀκροστιχίς, κατ' ἀλφάβητον ἀντιστρόφως.
Mεγαλυνάριον
Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.
Ὁ Εἱρμὸς
«Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή».

Ἄγγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Ὡς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ' ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Ὑπερίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Ἄγγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Ἄγγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Μελῳδῶν σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Ἄγγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.

Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Ἄγγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Κανων δεύτερος
Τὴν φωτοφόρον Νεφέλην
Μεγαλυνάριον
Μεγάλυνον ψυχή μου, τὴν προσενεχθεῖσαν, ἐν τῷ ναῷ Κυρίου, καὶ εὐλογηθεῖσαν, χερσὶ τῶν Ἱερέων.

Σ η μ ε ί ω σ ι ς
Τὸ Μεγαλυνάριον τοῦτο ἐπαναλαμβάνεται καὶ εἰς τὰ ἐφεξῆς Τροπάρια μέχρι τοῦ Δοξαστικοῦ.

Ἐκ τῶν Δικαίων προῆλθεν, Ἰωακεὶμ καὶ τῆς Ἄννης, ἐπαγγελίας ὁ καρπός, ἡ θεόπαις Μαρία, καὶ ὡς θυμίαμα δεκτόν, σαρκὶ νηπιάζουσα προσφέρεται, Ἱερῷ ἐν ἁγίῳ, ὡς Ἁγία, εἰς τὰ Ἅγια οἰκεῖν.

Τὴν νηπιάζουσαν φύσει, καὶ ὑπὲρ φύσιν Μητέρα, ἀναδειχθεῖσαν τοῦ Θεοῦ, εὐφημήσωμεν ὕμνοις, ἐν τῷ Ναῷ τῷ νομικῷ· Κυρίῳ γὰρ σήμερον προσφέρεται, εἰς ὀσμήν εὐωδίας, τῶν Δικαίων, ὡς καρπὸς πνευματικός.

Σὺν τῷ Ἀγγέλῳ τὸ χαῖρε, τῇ Θεοτόκῳ προσφόρως, ἀναβοήσωμεν πιστοί· Χαῖρε πάγκαλε Νύμφη, χαῖρε νεφέλη φωτεινή, ἐξ ἧς ἡμῖν ἔλαμψεν ὁ Κύριος, τοῖς ἐν σκότει ἀγνοίας, καθημένοις, χαῖρε πάντων ἡ ἐλπίς.

Ὕμνον ἐπάξιον πᾶσα, τῇ Θεοτόκῳ ἡ κτίσις, σὺν τῷ Ἀγγέλῳ Γαβριήλ, ἀνακράζει βοῶσα, Χαῖρε ἡ Μήτηρ τοῦ Θεοῦ, δι' ἧς ἐλυτρώθημεν πανάμωμε, τῆς ἀρχαίας κατάρας, γεγονότες ἀφθαρσίας κοινωνοί.

Ἡ τῶν Ἁγίων Ἁγία, καὶ Θεομήτωρ Μαρία, ταῖς ἱκεσίαις σου Ἁγνή, ἐλευθέρωσον ἡμᾶς, ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης αἱρέσεως καὶ θλίψεως, τοὺς πιστῶς προσκυνοῦντας, τὴν εἰκόνα, τῆς ἁγίας σου μορφῆς.

Τῶν Χερουβὶμ ὑπερτέρα, τῶν Σεραφὶμ ἀνωτέρα, καὶ πλατυτέρα οὐρανῶν, ἀνεδείχθης Παρθένε, ὡς τὸν ἀχώρητον παντί, ἐν μήτρᾳ χωρήσασα Θεὸν ἡμῶν, καὶ τεκοῦσα ἀφράστως, ὃν δυσώπει, ἐκτενῶς ὑπὲρ ἡμῶν.
Δόξα...
Μεγάλυνον, ψυχή μου, τῆς Τρισυποστάτου, καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.

Τὴν Τρισυμόστατον φύσιν, καὶ ἀδιαίρετον δόξαν, τὴν ἐν Θεότητι μιᾷ, ὑμνουμένην ἀπαύστως, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Τριάδα ἀχώριστον δοξάσωμεν, σὺν Υἱῷ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα προσκυνοῦντες εὐσεβῶς.
Καὶ νῦν ...
Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω Στρατευμάτων.

Ὑπὸ τὴν σὺν εὐσπλαγχνίαν, τοὺς καταφεύγοντας πίστει, καὶ προσκυνoῦντας εὐσεβῶς, τὸν Υἱόν σου Παρθένε, Θεογεννῆτορ ὡς Θεόν, τοῦ κόσμου καὶ Κύριον ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, καὶ παντοίων πειρασμῶν.
Ὠδὴ θ’.
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ σπήλαιον· θρόνον, χερουβικόν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Δ'
Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι.

Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Ἣν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ. (δις).

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι Ἦχος α'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ὁ σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον, Κύριε δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Λαμπαδηφόροι παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν Πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν ναόν μετὰ δόξης Παρθενικῆς, νηπιόθεν ἐμβιβαζεται.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἣ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.
«᾿Απενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι»

Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Nαῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, οὗ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.

«᾿Απενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως»
Ἐξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ· τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ, ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν ὡς Μητέρα αὐτοῦ.

Δόξα...
Ἦχος β' Λέοντος Μαΐστορος
Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· Tαύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α

Ἀντίφωνον α'
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον β'
Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ αναστάς...

Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ αναστάς...

Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ αναστάς...

Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ αναστάς...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Αντίφωνον γ’
• • Το πρόσωπόν σου λιτανεύσουσιν οί πλούσιοι τού λαού.

Ήχος δ’
Σήμερον τής ευδοκίας Θεού τό προοίμιον, καί τής τών ανθρώπων σωτηρίας η προκήρυξις. Εν Ναώ τού Θεού τρανώς η Παρθένος δείκνυται, καί τόν Χριστόν τοίς πάσι προκαταγγέλλεται, Αυτή καί ημείς μεγαλοφώνως βοήσωμεν. Χαίρε τής οικονομίας τού Κτίστου η εκπλήρωσις.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Ἀπολυτίκιον Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Ἀπολυτίκιον Ἦχος δ'
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Κοντάκιον. Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Ο καθαρώτατος ναός του Σωτήρος, η πολυτίμητος παστάς και Παρθένος, το ιερόν θησαύρισμα της δόξης του Θεού, σήμερον εισάγεται, εν τω οίκω Κυρίου, την χάριν συνεισάγουσα, την εν Πνεύματι Θείω. ην ανυμνούσιν Aγγελοι Θεού. Αύτη υπάρχει σκηνή επουράνιος.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος γ ’.
• Μεγαλύνει η ψυχή μου τον Κύριον και ηγαλλίασε το πνεύμα μου επι τώ Θεώ τω σωτήρι μου.
Στίχ. Ότι επέβλεψεν επί την ταπείνωσιν της δούλης αυτού
Προς Εβραίους Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί, 1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων

Ευαγγέλιον
ὁμοίως, 8 Σεπτ., «Εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς κώμην τινά» (Λκ. ι΄ 38-42, ια΄ 27-28).

Είς το Εξαιρέτως... «῎Αγγελοι τὴν εἴσοδον... ῾Ως ἐμψύχῳ Θεοῦ».
Κοινωνικὸν
«Ποτήριον σωτηρίου»•
«Εἴδομεν τὸ φῶς».

Ἐν τῇ τραπέζῃ κατάλυσις ἰχθύος.

Εἰδήσεις.
1. ᾿Απὸ σήμερον ἕως τῆς 24ης Δεκεμβρίου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι «Χριστὸς γεννᾶται».
2. Τῇ 22ᾳ καὶ τῇ 24ῃ Νοεμβρίου τῶν κανόνων τοῦ Μηναίου εἰς τὸν ὄρθρον προτάσσεται ὁ α΄ κανὼν τῆς ἑορτῆς, τῇ δὲ 23ῃ ὁ β΄ κανών.
3. Ἀπὸ σήμερον μέχρι τῆς 25ης Νοεμβρίου σχολάζει ἡ παρακλητική (πλὴν Κυριακῆς), εἰς δὲ τὴν θ. λειτουργίαν ἀντίφωνα τὰ τῆς ἑορτῆς.
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου

28-11-2010
† ΚΥΡΙΑΚΗ ΚΖ΄ (ΙΓ΄ ΛΟΥΚΑ). Στεφάνου ὁσίου τοῦ νέου ὁμολογητοῦ (†767), Εἰρηνάρχου μάρτυρος (†303). Τῶν πεντεκαίδεκα μαρτύρων τῶν ἐν Τιβεριουπόλει μαρτυρησάντων (πολιούχων Κιλκίς). ῏Ηχος β΄, ἑωθινὸν ε΄.
Εἰς τὸν ἑσπερινόν
«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• ( Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• ( Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• ( Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• ( Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• ( Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• ( Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• ( Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• ( Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• ( Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• ( Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• ( Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• ( Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• ( Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• ( Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• ( Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος β'

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος β'
Tὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε, προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτὴς ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος· Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἐν τῷ Σταυρῷ σου κατήργησας, τὴν τοῦ ξύλου κατάραν, ἐν τῇ ταφῇ σου ἐνέκρωσας, τοῦ θανάτου τὸ κράτος, ἐν δὲ τῇ Ἐγέρσει σου, ἐφώτισας τὸ γένος τῶν ἀνθρώπων· διὰ τοῦτό σοι βοῶμεν· Εὐεργέτα Χριστέ, ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ἠνοίγησάν σοι Κύριε, φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν· πύλας γὰρ χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς σιδηροῦς συνέθλασας, καὶ ἐξήγαγες ἡμᾶς ἐκ σκότους, καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς ἡμῶν διέρρηξας.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
τοῦ Ὁσίου.
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκὼς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος· καὶ γὰρ συγκλείσας σου, οἴκῳ στενοτάτῳ μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἐνοπτρίζεσθαι, τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στερρότατα.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι
Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκὼς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος· καὶ γὰρ συγκλείσας σου, οἴκῳ στενοτάτῳ μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἐνοπτρίζεσθαι, τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στερρότατα.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Τεσσαρακονθήμερον, ὡς ὁ Δεσπότης νηστεύσας, ἐν εἱρκτῇ φρουρούμενος, σεαυτὸν πρὸς ἄθλησιν παρεσκεύασας, Ἱερὲ Στέφανε, Μοναστῶν ἔρεισμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα· ὅθεν ὡς θῆρές σοι, οἱ ἀνηλεεῖς ἐπιθέμενοι, ἀρνίον ὥς περ ἄκακoν, σύραντες ἀδίκως ἐσπάραξαν, καὶ μετὰ ἀνόμων, κατέθεντο ἀθλήσαντα στερρῶς, καὶ παρρησίᾳ πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Λαὸς ὁ παράνομος, παρανομίαις ὑπείκων, παρανόμου Ὅσιε, βασιλέως λίθοις σε ὡς τὸν Πρώταθλον, ἀφειδῶς ἔβαλε, καὶ τὴν κάραν Πάτερ, τὴν ἁγίαν σου συνέτριψε, ταῖς λεωφόροις τε, σύρων ὠμοτάτως ἐξέχεε, τὰ σπλάγχνα σου πανόλβιε, μηδὲ μετὰ πότμον οἰκτείρας σε. Ὢ τῆς σῆς ἀνδρείας! ὢ γνώμης! ὢ πολλῆς ὑπομονῆς! δι' ἧς ἀπείληφας Στέφανε, στέφος ἀμαράντινον.

Δόξα... Ἦχος πλ. β'
Τοῦ Στουδίτου
Ἐκ βρέφους τῷ Θεῷ, ἀνετέθης Ἱερώτατε Στέφανε, ὥς περ ὁ μέγας προφήτης Σαμουήλ, καὶ ἐν τῷ ὄρει ἀνελθών, μοναδικῶς εὐηρέστησας αὐτῷ. Αὖθις δὲ πρὸς ἄθλησιν, ἐπεδύσω ἀνδρικῶς· καὶ ὑπὲρ τῆς εἰκόνος αὐτοῦ, ἐξορίας καὶ θλίψεις ὑπέστης καρτερώτατα, καὶ δεσμοῖς καὶ φυλακαῖς ἐνεκαρτέρησας· συρόμενος δὲ καὶ τυπτόμενος, καὶ λιθαζόμενος, καὶ τὴν κάραν συντριβόμενος, τῶν στεφάνων ἠξιώθης παρὰ Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκέτευε, τοὺς ἐκ πόθου τελοῦντας τὴν ἀεισέβαστον μνήμην σου, λυτρωθῆναι ἐκ παθῶν καὶ πειρασμῶν, καὶ τῆς μελλούσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν Θεοτοκίον
Ἦχος β'
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀπόστιχα Στιχηρά
Ἀναστάσιμα Ἦχος β'
Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτήρ, ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Τὰ κατ’ Ἀλφάβητον.
Διὰ ξύλου Σῶτερ κατήργησας, τὴν τοῦ ξύλου κατάραν, κράτος θανάτου τῇ ταφῇ σου ἐνέκρωσας, ἐφώτισας, δὲ τὸ γένος ἡμῶν τῇ Ἐγέρσει σου· διὸ βοῶμέν σοι· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.
Ἐν τῷ Σταυρῷ Χριστέ, φανεὶς καθηλωμένος, ἠλλοίωσας κάλλος κτισμάτων, καὶ τὸ μὲν ἀπάνθρωπον στρατιῶται δεικνύμενοι, λόγχῃ πλευράν σου ἐκέντησαν. Ἑβραῖοι δὲ σφραγῖσαι τάφον ᾐτήσαντο, τὴν σὴν ἐξουσίαν οὐκ ἐπιστάμενοι, ἀλλ' ὁ δι' οἶκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καὶ τριήμερος ἀναστάς, Κύριε δόξα σοι.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
Ζωοδότα Χριστέ, ἑκουσίως Πάθος ὑποστὰς διὰ θνητούς, ἐν ᾍδῃ δὲ κατελθὼν ὡς δυνατός, τοὺς ἐκεῖ τὴν ἔλευσιν μένοντας τὴν σήν, ἀφαρπάσας ὡς ἐκ χειρὸς κραταιοῦ, Παράδεισον ἀνθ' ᾍδου, οἰκεῖν δεδώρησαι· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. δ'
Τὸ κατ' εἰκόνα τηρήσας ἀλώβητον, Ὅσιε Πάτερ, ὑπὲρ τῆς Χριστοῦ εἰκόνος, ἀντέστης ἀνδρικώτατα, μὴ ὑποπτήξας τοῦ Κοπρωνύμου τὰς ἀπειλάς, ἀλλὰ τῷ τοῦ Πνεύματος ξίφει, τοῦτον ἀπέκτεινας. Διὸ παρρησίαν κεκτημένος πρὸς Θεόν, περίσῳζε τὴν ποίμνην σου, ἐξ αἱρέσεων πασῶν, Στέφανε πολύαθλε.

Καὶ νῦν
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Δόξα..
Ἀπολυτίκιον τοῦ Ὅσίου Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ· αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς Πίστεως ξίφει, καὶ δι' ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε.
Και νυν...Ἦχος δ'.
Το απ’ αιώνος απόκρυφον, και Αγγέλοις άγνωστον μυστήριον, δια σου Θεοτόκε τοις επί γης πεφανέρωται, Θεός εν ασυγχύτω ενώσει σαρκούμενος, και Σταυρόν εκουσίως υπέρ ημών καταδεξάμενος, δι’ ου αναστήσας τον πρωτόπλαστον, έσωσεν εκ θανάτου τας ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος β’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα...
Ἀπολυτίκιον τοῦ Ὅσίου

Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἀναστάσιμα
Ἦχος β'
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα
Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.
Δόξα...
Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Σταυροθεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἠμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος β'
Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.

Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β'
Εἰμὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;

τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ' ἐμοῦ κινοῦνται· καὶ γὰρ οἱ ἐχθροί μου.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.

Ἀντίφωνον Γ'
Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.

Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.

Προκείμενον
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ε’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.

Χριστὸς στέφει σε Μαρτύρων στέφει, μάκαρ Ἰωσήφ.

ᾨδὴ α' Ἦχος πλ. β'
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν».

Χαρμονικῶς διοδεύσας σὺ τὴν στενήν, τρίβον τῆς ἀσκήσεως, μαρτυρίου πλατυσμῷ, δυσμενῶν ἐστένωσας ὁρμήν, καὶ εὐρύχωρον ζωὴν Μάκαρ κεκλήρωσαι.

Ῥίζα σε ἄκαρπος πρώην καρπογονεῖ, Ἄννης ἡ ὁμώνυμος, ὡς τὸν πάλαι Σαμουήλ, καὶ δοτὸν σε δίδωσι Θεῷ, τὴν τοῦ βίου σου Σοφὲ χάριν σημαίνουσα.

Ἱερωτάτως τῷ θείῳ τῶν Μοναστῶν, προσχωρήσας τάγματι, ὡς φαιδρότατος ἀστήρ, ἀρεταῖς ἐξέλαμψας πιστούς, καταυγάζων μυστικῶς, Ὅσιε Στέφανε.

Στενοχωρήσας τὸ σῶμα τῷ συγκλεισμῷ, τῆς στενῆς οἰκήσεως, ἀνεπτέρωσας τὸν νοῦν, πρὸς τὰ ἐπουράνια Σοφέ, ἀναβάσει καλῶς προσπλατυνόμενος.
Θεοτοκίον
Τὴν ἀδιόδευτον πύλην τὸ καθαρόν, τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξί, τὴν ἁγίαν Δέσποιναν φωναῖς, ἱεραῖς ὁ Ἱερὸς λαὸς δοξάσωμεν.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ' ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς κατ' εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὀ σε Θεοτόκε, πίστει σέβομεν.
Τοῦ Ὁσίου

ᾨδὴ γ'
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Ὁ νοῦς σου νεύσει πρὸς Θεόν, καλλυνόμενος Πάτερ, ὡραιότατος ὤφθη, καὶ χαρίσματος παντός, ἀνάπλεως ἀληθῶς, καὶ τῆς θείας, μέτοχος λαμπρότητος.

Σεπτὴν εἰκόνα τοῦ Χριστοῦ, καὶ τῆς τοῦτον Τεκούσης, ἀσπαζόμενος Μάκαρ, βασιλέως δυσσεβοῦς, τὸ δόγμα τὸ δυσσεβές, ἑβδελύξω, σθένει θείου Πνεύματος.

Σιδήρῳ σε τὸν σιδηρᾶν, κεκτημένον καρδίαν, ὁ παράφρων δεσμεύσας, παραπέμπει φυλακαῖς, ὡς φύλακα τῶν Πιστῶν, διδαγμάτων, Στέφανε πανόλβιε.

Τοὺς σοὺς ὡραίους προφανῶς, ἔσχες Ὅσιε πόδας, μαρτυρίου πρὸς τρίβους, βηματίζοντας λαμπρῶς, καὶ κεφαλὰς δυσμενῶν, γενναιόφρον, Στέφανε συνθλάττοντας.
Θεοτοκίον
Ἐκ σοῦ τῆς μόνης καθαρᾶς, ὁ ὑπέρθεος Λόγος, ἐσαρκώθη ὡς οἶδε, καὶ διέσωσεν ἡμᾶς, τοὺς προσκυνοῦντας αὐτοῦ, τὴν δι' οἶκτον, θείαν συγκατάβασιν.
Κάθισμα τοῦ Ὁσίου
Ἦχος δ' Ὁ ὑψωθεὶς
Τῶν Μοναστῶν ὑπογραμμὸς ἀνεδείχθης, τῶν Ἀθλητῶν καλλωπισμὸς ἀνεφάνης, δι' ἀμφοτέρων Στέφανε κοσμούμενος· ὅθεν ἀξιάγαστε, καὶ διπλοῦς τοὺς στεφάνους, ἔλαβες ἀσκήσεως, καὶ ἀθλήσεως Πάτερ. Ἀλλ' ἐκτενῶς Χριστὸν ὑπὲρ ἡμῶν, τῶν σὲ ὑμνούντων, ἱκέτευε Στέφανε.
Δόξα... Τοῦ Μάρτυρος, ὅμοιον
Γῆ καὶ ὑγρὰ τοὺς καρτερούς σου ἀγῶνας, κατεμερίσθη Ἀθλητὰ γενναιόφρον, δι' ὧν τῆς πλάνης ἔλυσας τὸ φρύαγμα, καὶ τὴν ὑπερκόσμιον, μετὰ πάντων Μαρτύρων, δόξαν αἰωνίζουσαν, ἐκληρώσω παμμάκαρ. Ἀλλ' ὑπὲρ πάντων πρέσβευε Χριστῷ, τῶν σὲ τιμώντων, τρισμάκαρ Εἰρήναρχε.
Καὶ νῦν ... Θεοτοκίον
Καταφυγὴ τῶν ἐν δεινοῖς ὑπαρχόντων, καταλλαγὴ πρὸς τὸν Θεὸν τῶν πταιόντων, Ὑπεραγία Δέσποινα περίσῳζε ἡμᾶς, πάσης περιστάσεως, καὶ κακίας ἀνθρώπων, καὶ φρικτῆς κολάσεως, καὶ παθῶν ἀτιμίας, τοὺς ἀδιστάκτῳ πίστει σὲ ἀεί, προσκαλουμένους, Παρθένε πανύμνητε.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρίστασο ὡς κριτής, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ὁσίου

ᾨδὴ δ'
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Φωτὶ τοῦ Πνεύματος, καταλαμπόμενος, δι' ἐντεύξεως θείας, τυφλοῖς τὸ φῶς, Πάτερ ἐχορήγησας, τὸν σὸν Δεσπότην καὶ Θεόν, μιμησάμενος Θεόπνευστε.

Ἐφαίνου πόρρωθεν, τοῖς θαλαττεύουσι, κυβερνῶν τούτους μάκαρ πρὸς γαληνόν, ὅρμον θείᾳ χάριτι, προσκαλουμένους σου πιστῶς, Πάτερ Στέφανε τὸ ὄνομα.

Ἱερουργούμενος, καθάπερ σφάγιον, ἱερὸν προσηνέχθης τῷ διὰ σέ, τεθυμένῳ Στέφανε, καὶ πρωτοτόκων ἐν σκηναῖς, ἀνεπαύσω εὐφραινόμενος.

Σεπτῷ σου ῥήματι, ὁ πρὶν ἡμίξηρος, ὑγιὴς ὅλος ὤφθη καταπλαγείς, Μάρτυς τὴν δοθεῖσάν σοι, χάριν ἐξ ὕψους δαψιλῶς, εἰς ἀνθρώπων περιποίησιν.
Θεοτοκίον
Ἐν σοὶ Πανάμωμε, τῆς σωτηρίας μου, τὰς ἐλπίδας ἐθέμην, ἐπὶ τὴν σήν, σκέπην καταπέφευγα, γενοῦ μοι Κόρη βοηθός, τῶν δεινῶν ἐξαιρουμένη με.
ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ' οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

Τοῦ Ὁσίου

ᾨδὴ ε'
«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ τὸν ὄντως Θεὸν ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Μαρτυρικαῖς ἔστεψε τιμαῖς, τοὺς ἀσκητικούς σου ἀληθῶς καμάτους Ὅσιε Στέφανε, ὁ ἀγωνοθέτης μόνος Θεὸς ἡμῶν, κατὰ τῶν παλαμναίων ἐνδυναμώσας σε.

Ἀγωνιζόμενος εὐκλεῶς, δῆμον συμμαρτύρων ταῖς εἱρκταῖς, προσομιλῶν Μάρτυς εὕρηκας· σὲ γὰρ ὡς ἀστέρες ἄδυτον ἥλιον, κυκλοῦντες ἐπὶ πλεῖον κατελαμπρύνοντο.

Ῥήμασι θείοις τοὺς ἱερούς, Ὁμολογητὰς καὶ μιμητάς, θείων παθῶν μακαρίζομεν, τοὺς τριακοσίους καὶ τεσσαράκοντα, καὶ δύο τοὺς ἀθέους καταπαλαίσαντας.

Τριχῶν ἀφαίρεσιν παικτικῶς, ὤτων ἐκκοπήν τε καὶ χειρῶν, μελῶν τε θείων κατάφλεξιν, ὑπὲρ τῆς εἰκόνος Χριστοῦ ὑπήνεγκεν, ὁ δῆμος τῶν Ὁσίων ὁ εὐκλεέστατος.
Θεοτοκίον
Ὑπεραγία ἡ τὸν Θεόν, μόνη ἐπὶ γῆς ὡς ἀληθῶς, τὸν ὑπεράγιον τέξασα τοὺς σὲ Θεοτόκον ἀεὶ κηρύττοντας, ἁγίασον καὶ σῶσον τῇ μεσιτείᾳ σου.
ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δι' ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι' ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.
Τοῦ Ὁσίου

ᾨδὴ ς'
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῷ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε».

Ῥημάτων σου δυνάμιν, ὁ κακίας εὑρετής, ὑπενεγκεῖν οὐκ ἴσχυσεν· ὅθεν δεσμοῖς σε Στέφανε καὶ ποιναῖς, θανάτῳ βιαίῳ τε, ὠμοτάτως ὁ πλάνος παραδέδωκεν.

Ὡς ἄρτος ὀπτώμενος, τῷ πυρὶ καὶ ἐκ ποδῶν ἀνηλεῶς κρεμάμενος, ὡλοκαυτώθης Παῦλε καὶ τῷ Θεῷ, θυσία προσήνεξαι, συναυλίας Μαρτύρων ἀξιούμενος.

Νομίμως ἐνήθλησαν, συγκλεισθέντες καὶ πνιγμῷ, τὸν βίον καταλύσαντες, ἐν τῇ Ἐφέσῳ Ὅσιοι Μονασταί, ὀκτὼ καὶ τριάκοντα, οὓς ἐν πίστει καὶ πόθῳ μακαρίσωμεν.

Στερρῶς τῷ δικάζοντι, ἀντετάξω καὶ πληγαῖς, καταξανθεὶς τὸ σῶμά σου, θανατωθῆναι εἵλου διὰ Χριστόν, τὸν μόνον ἀθάνατον, ἀξιάγαστε Πέτρε μεγαλώνυμε.
Θεοτοκίον
Τὴν μόνην πανύμνητον, τὴν καλὴν ἐν γυναιξί, τὴν τοῦ Θεοῦ λοχεύτριαν, Χριστιανῶν τὸ τεῖχος τὸ ἀρραγές, τὴν ἄχραντον Δέσποιναν, ἀδιστάκτῳ καρδία μακαρίσωμεν.
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Οἶκος
Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾍδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Συναξάριον
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου.
Στίχοι
Πληγεὶς νέε Στέφανε τὴν κάραν ξύλῳ,
Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος.
Εἰκάδι ὀγδοάτῃ Στεφάνου Νέου κράτα θραῦσαν.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται.
Στίχοι
Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω.
Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται.
Στίχοι
Ἂν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν,
Εὕρωσιν αὐτὸν πέτρινoν τῷ σαρκίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου, τελειοῦται.
Στίχοι
Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην,
Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ Ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων.
Στίχοι
Τιμῶντες εἰκόνισμα σαρκός σου Λόγε,
θνῄσκουσιν οἱ ἅγιοι βίαιον μόρον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου, καὶ τῶν σὺν αὐτῷ ἑπτὰ Ἁγίων γυναικῶν.
Στίχοι
Τὸν Εἰρήναχον ἡ φονεύτρια σπάθη
Σῷ Σῶτερ εἰρήναρχε συντάττει μέρει.
Ἔδειξε νεκρὰς ἐν Σεβαστείᾳ πόλει
Γυναῖκας ἑπτὰ πανσεβάστους τὸ ξίφος.

Οἱ Ἅγιοι Μάρτυρες Τιμόθεος καὶ Θεόδωρος οἱ Ἐπίσκοποι. Πέτρος, Ἰωάννης, Σέργιος, Θεόδωρος καὶ Νικηφόρος οἱ ἱερεῖς, Bασίλειος καὶ Θωμᾶς οἱ διάκονοι, Ἱερόθεος, Δανιήλ, Χαρίτων, Σωκράτης, Κομάσιος, Εὐσέβιος οἱ μοναχοί, καὶ Ἑτοιμάσιος, ἐν Τιβεριουπόλει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ἀντίθεον πρόσταγμα, παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐκ ἔφερες Δέσποτα, δι' εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ' ἦλθες καὶ ἔσωσας ἰδίῳ Αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἰδόντες σε ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα· ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἁγίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.
Τοῦ Ὁσίου

ᾨδὴ ζ'
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσαντο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἐμηνύθη σοι τὸ τέλος τὸ μακάριον, παντουργικῷ βουλήματι· ὅθεν πλείονι ἐπιδοὺς ἀσκήσει σεαυτόν, ἐκ δόξης εἰς δόξαν προχωρεῖς, ἀποκτανθεὶς διὰ Χριστόν, τόν ἐπὶ πάντων Θεόν.

Φερωνύμως τῷ πρωτάθλῳ συνδεδόξασαι· καὶ γὰρ λιθολευστούμενος, καὶ συρόμενος καὶ τυπτόμενος ἀνηλεῶς, αἱμάτων ἐπλήρωσας τὴν γῆν, καὶ τὴν ψυχήν σου τῷ Θεῷ, χαίρων παρέδωκας.

Ἐν πλατείαις μάρτυς Στέφανε συρόμενος, ἀνηλεῶς τῆς πόλεως, ἐξωμάλισας μαρτυρίου τρίβον τοῖς πιστοῖς, ἐν ᾗ ἐπιβαίνοντες στερρῶς, πρὸς τὴν οὐράνιον σαφῶς, πόλιν κατήντησαν.
Θεοτοκίον
Ἱερώτατοι προφῆται προεδήλωσαν, Ἁγνὴ ἐμφαντικώτατα, τὸ μυστήριον τῆς σεπτῆς λοχείας σου, καὶ νῦν ἡμῖν τὰς ἐκβάσεις τηλαυγῶς κατανοοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.
ᾨδὴ η' Ὁ Εἱρμὸς
«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Αἵματι Χριστε, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο, τὴν πολλὴν μακροθυμίαν, τὰ τῶν Ἀγγέλων Τάγματα, κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν τῇ ἐγέρσει σου· διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοι· Κατεπόθη, ὄντως εἰς νῖκος ὁ θάνατος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.
Τοῦ Oσίου

ᾨδὴ η'
«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Μανικώτατοι ὥσπερ θῆρες συνέλαβον, τοῦ Χριστοῦ τὸ ἀρνίον, παίοντες, κτείνοντες, καὶ μετὰ ἀνδρῶν ἀνομούντων συνθάπτοντες, οἱ παρανομίᾳ, συζῶντες εἰς αἰῶνας.

Ἀπηνῶς σου τὴν κάραν ἐχθρὸς συνέτριψεν, ἣν Θεὸς ἐν ὑψίστοις στέφει κατέστεψε, τῷ νικητικῷ, Στεφανῖτα πολύαθλε, κλέος τῶν Mαρτύρων, καὶ πάντων τῶν Ὁσίων.

Καρτερῶς, τῷ διώκτῃ ἀντιταττόμενος, ὁ θεόφρων Ἀνδρέας πληγαῖς συγκόπτεται, καὶ ἀνηλεῶς, θανατοῦται ὁ δίκαιος, μέλπων τῷ Δεσπότῃ, Χριστῷ εἰς τοὺς αἰῶνας.

Ἁγιώτατος οἶκος ἤδη γενόμενος, τὸν ἐν πᾶσιν Ἁγίοις ἀναπαυόμενον, ἔσχες ἐν τῇ σῇ, ἐνοικοῦντα πολύαθλε, Στέφανε καρδίᾳ εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ῥαντισμῷ θείου λύθρου θεοχαρίτωτε, ἐκ πλευρᾶς κενωθέντος, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, τὸν ἐκ πονηρᾶς, ἁμαρτίας προσόντα μοι, ῥύπον δυσωπῶ σε, ἀπόπλυνον Παρθένε.
ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ ἐνίδρυσας θρόνῳ, μεθ' ἧς σε ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισοφεγγῆ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τήν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.
Τοῦ Ὁσίου

ᾨδὴ θ'
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».

Ἰδὼν ἀγάλλῃ Ἀγγέλων τάγματα, Πατριαρχῶν, Ὁσίων, Προφητῶν, Ἀποστόλων τε, καὶ Δικαίων ἁπάντων θεόπνευστε, οἷς συμπεριπολεύων μνήσθητι, πρόστηθι, τῶν εἰλικρινῶς ἐπὶ τῆς γῆς, μακαριζόντων σε.

Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος, ὡς οὐρανὸς κατάστερος θαυμάτων λαμπρότησι, καὶ στιγμάτων ἁγίων γεγένησαι, πάντων τὰς διανοίας, τῶν εὐφημούντων σε, Στέφανε λαμπρύνων ἀληθῶς, Μάρτυς πολύαθλε.

Στερροῖς ἀσκήσεως ἀγωνίσματι, καταβαλὼν τοῦ σκότους τὰς ἀρχὰς Πάτερ πρότερον, ἐπ' ἐσχάτων ἀθλήσας στερρότατα, παντελεῖ ἀπωλείᾳ, ταύτας παρέδωκας, Στέφανε μαρτύρων καλλονή, Ὁσίων καύχημα.

Ἡ σὴ περίδοξος μνήμη σήμερον, φωτιστικαῖς ἀκτῖσι χαρισμάτων τοῦ Πνεύματος, καταυγάζει τὰ τῆς γῆς πληρώματα· ἣν ἐν ἀγαλλιάσει, νῦν ἑορτάζοντας, φώτισον, ἁγίασον ἡμᾶς, θεομακάριστε.
Θεοτοκίον
Φωτὸς δοχεῖον θεοχαρίτωτε, τῶν ἱερῶν Μαρτύρων ἀληθῶς τὸ κραταίωμα, καὶ Ὁσίων ἁπάντων τὸ καύχημα, σῶσον ἡμᾶς κινδύνων, καὶ περιστάσεων, καὶ τῆς τῶν ἐχθρῶν ἐπιδρομῆς, τοὺς ἀνυμνοῦντάς σε.

Καταβασίες
«Χριστὸς γεννᾶται»
Τῆς Χριστοῦ Γεννήσεως
Ὠδὴ α’. Ἦχος α’.
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.

Ὠδὴ ε’.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.

Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος β'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ὠδὴ θ’.
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ σπήλαιον· θρόνον, χερουβικόν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε'
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπα καὶ τῷ Λουκᾶ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἠρμήνευεν, ἃ ὑπέστη· μεθ' ὧν, Ἡγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.

Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἐπεσκέψατο ἡμᾶς
Ἐκομίσω πρὸς Χριστοῦ, διπλοῦν τὸ στέφος Στέφανε, ἀσκήσας ὑπερβαλλόντως, καὶ μαρτυρήσας ὡς αὐτοῦ, εἰκόνα σεβαζόμενος, πάντων τε τῶν Ἁγίων, μεθ' ὧν ἡμῶν μνήσθητι.
Θεοτοκίον
Ἄχραντε Δέσποινα ἁγνή, καὶ μόνη ἀπειρόγαμε, ἡ Βασιλὶς καὶ Κυρία, σὺ δυσώπει τὸν ἐκ σοῦ τεχθέντα Λυτρωτὴν ἡμῶν, σῶσαι κόσμον ἐκ πάντων, κακῶν τε καὶ θλίψεων.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι Ἦχος β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν δόξα σοι.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

-- Ἔρραναν μύρα μετὰ δακρύων, ἐπὶ τὸ μνῆμά σου αἱ Γυναῖκες, καὶ ἐπλήσθη χαρᾶς τὸ στόμα αὐτῶν, ἐν τῷ λέγειν· Ἀνέστη ὁ Κύριος.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Αἰνεσάτωσαν ἔθνη καὶ λαοὶ Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἑκουσίως δι΄ ἡμᾶς σταυρὸν ὑπομείναντα, καὶ ἐν τῷ ᾅδῃ τριημερεύσαντα, καὶ προσκυνησάτωσαν αὐτοῦ τήν ἐκ νεκρῶν Ἀνάστασιν, δι' ἧς, πεφώτισται πάντα τοῦ κόσμου τὰ πέρατα.

7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

-- Ἐσταυρώθης, ἐτάφης, Χριστέ, ὡς ἠβουλήθης, ἐσκύλευσας τὸν θάνατον, ὡς Θεὸς καὶ Δεσπότης, δωρούμενος τῷ κόσμῳ ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.

8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

-- Ὄντως παράνομοι σφραγίσαντες τὸν λίθον, μείζονος ἡμᾶς θαύματος ἠξιώσατε, ἔχουσι τὴν γνῶσιν οἱ φύλακες, σήμερον προῆλθε τοῦ μνήματος, καὶ ἔλεγον· Εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἦλθον οἱ Μαθηταί, καὶ ἔκλεψαν αὐτόν. Καὶ τὶς κλέπτει νεκρόν, μάλιστα δὲ καὶ γυμνόν; Αὐτὸς ἀνέστη αὐτεξουσίως ὡς Θεός, καταλιπὼν καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Δεῦτε ἴδετε Ἰουδαῖοι, πῶς οὐ διέρρηξε τὰς σφραγῖδας, ὁ τὸν θάνατον πατήσας, καὶ ἐν τῷ γένει τῶν ἀνθρώπων, τὴν ἀτελεύτητον ζωήν δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Δόξα ΕΩΘΙΝΟΝ Ε' Ἦχος πλ. α'
Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν, Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ' ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο, οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι' ἧς ἐλέησον ἡμᾶς.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα
Ἀπολυτίκιον Ἦχος β'
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἀπολυτίκιον τοῦ Ὅσίου
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ· αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς Πίστεως ξίφει, καὶ δι' ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε.
καὶ τοῦ ναοῦ…
Κοντάκιον. Ήχος γ΄.
Η Παρθένος σήμερον, τον προαιώνιον Λόγον, εν σπηλαίω έρχεται, αποτεκείν απορρήτως. Χόρευε, η οικουμένη ακουτισθείσα, δόξασον, μετά Αγγέλων και των ποιμένων, βουληθέντα εποφθήναι, Παιδίον νέον, τον προ αιώνων Θεόν.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος β ’ (Ψαλμός ριζ’).
• Ισχύς μου και ύμνησις μου ο Κύριος
Στίχ. Παιδεύων επαίδευσε με ο Κύριος.
Προς Εφεσίους Επιστολής Παύλου το Ανάγνωσμα.
10 Αδελφοί , ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11 ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· 12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14 στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, 16 ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· 17 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ
Ευαγγέλιον
Κυρ. ιγ΄ Λουκᾶ, «῎Αρχων τις προσῆλθε τῷ ᾿Ιησοῦ λέγων» (Λκ. ιη΄ 18-27).

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν
«Αἰνεῖτε». •

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου

5-12-2010

† ΚΥΡΙΑΚΗ ΚΗ΄ (Ι΄ ΛΟΥΚΑ). † Σάββα ὁσίου τοῦ ἡγιασμένου (†532). Διογένους μάρτυρος. ῏Ηχος γ΄, ἑωθινὸν ϛ΄.

Εἰς τὸν ἑσπερινόν
«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• ( Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• ( Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• ( Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• ( Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• ( Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• ( Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• ( Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• ( Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• ( Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• ( Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• ( Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• ( Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• ( Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• ( Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• ( Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• ( Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• ( Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• ( Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• ( Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• ( Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος γ'

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἦχος γ'
Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν• τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ὑμνοῦμεν τὸν Σωτῆρα, τὸν ἐκ τῆς Παρθένου σαρκωθέντα• δι' ἡμᾶς γὰρ ἐσταυρώθη, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Τοῖς ἐν ᾅδῃ καταβὰς Χριστὸς εὐηγγελίσατο, θαρσεῖτε λέγων, νῦν νενίκηκα. Ἐγὼ ἡ Ἀνάστασις, ἐγὼ ὑμᾶς ἀνάξω, λύσας θανάτου τὰς πύλας.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Ἦχος πλ. α' Ὅσιε Πάτερ
Σάββα θεόφρον, τῶν Ἀγγέλων Ἰσοστάσιε, ὁμόσκηνε Ὁσίων, συνόμιλε Προφητῶν, Μαρτύρων Ἀπόστόλων συγκληρονόμε, φῶς τὸ ἀνέσπερον, ὁ νῦν κατοικῶν, οὗ ταῖς φρυκτωρίαις, λαμπόμενος ταῖς θείαις, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν, ὁ παρεστὼς παρρησίᾳ λελαμπρυσμένος, καὶ ἐνηδόμενος αὐτοῦ ταῖς θεωρίαις, καὶ ἐντρυφῶν αὐτοῦ, τῷ κάλλει ἀνενδότως, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.
Ἦχος πλ. α' Ὅσιε Πάτερ
Σάββα θεόφρον, τῶν Ἀγγέλων Ἰσοστάσιε, ὁμόσκηνε Ὁσίων, συνόμιλε Προφητῶν, Μαρτύρων Ἀπόστόλων συγκληρονόμε, φῶς τὸ ἀνέσπερον, ὁ νῦν κατοικῶν, οὗ ταῖς φρυκτωρίαις, λαμπόμενος ταῖς θείαις, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν, ὁ παρεστὼς παρρησίᾳ λελαμπρυσμένος, καὶ ἐνηδόμενος αὐτοῦ ταῖς θεωρίαις, καὶ ἐντρυφῶν αὐτοῦ, τῷ κάλλει ἀνενδότως, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Σάββα παμμάκαρ, ἐγκρατείας λύχνος ἄσβεστος, φωστὴρ τῶν Μοναζόντων ὁ διαυγέστατος, ἀγάπης φρυκτωρίαις λελαμπρυσμένος, πύργος ἀκλόνητος τῆς ὑπομονῆς, ἔρεισμα καὶ σθένος, τῶν πίστει σε τιμώντων, τῶν ἰαμάτων ὁ θησαυρός, ὁ πολιστὴς τῆς ἐρήμου ὡς ἀληθῶς, ὁ ὡς Παράδεισον αὐτὴν ἔνθεον δείξας, θείους προσφέρουσαν, καρπούς τῶν σῳζομένων, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα
Σάββα θεόφρον, ἀρετῶν στῦλος ὁ πύρινος, πυρσὸς ὁ ἐκ θαλάσσης, τῆς κοσμικῆς τοὺς λαούς, λιμένα πρὸς τὸν θεῖον καθοδηγῶν, πλάνης τὰ πνεύματα ὁ καταβαλών, Πνεύματος Ἁγίου τὸ καθαρὸν δοχεῖον, ὁ ποδηγέτης τῶν Μοναστῶν, ἠκριβωμένη τε στάθμη τῆς ἐγκρατείας, τῆς ταπεινώσεως, περίβλεπτον τὸ ὕψος, κρήνη ἡ βρύουσα, ἰάσεων πελάγη, Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει Ὅσιε, δωρηθῆναι τῇ Ἐκκλησία, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. β'
Τὸ κατ' εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενος, εἰς τὸ καθ' ὁμοίωσιν ὡς δυνατὸν ἀνελήλυθας· ἀνδρικῶς γὰρ τήν φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι. Ὅθεν Μοναζόντων, ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος, καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων Μακάριε, καθαρῶς ἐποπτεύεις, τὴν ἁγίαν Τριάδα, ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.

Καὶ νῦν Θεοτοκίον
Ἦχος γ'

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτὸν συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 4, 7-15)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενoς, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτὴν
Στιχηρὰ ἰδιόμελα Ἦχος β'
Ἀσκητικὸν γυμνάσιον συγκροτήσας ἐπὶ γῆς, Ὅσιε Σάββα, τῶν παθῶν τὰς προσβολάς, ἐν τῇ ῥοῇ τῶν δακρύων σου, πάσας ἀπήμβλυνας. Κλῖμαξ θεία καὶ σεπτή, εἰς οὐρανούς ἀνάγουσα, τοῖς πᾶσιν ἐγνωρίσθη, ὁ θεόληπτος βίος σου. Εὐσεβείας γὰρ καρποὺς ἐν αὐτῷ ἐνδειξάμενος, θεραπεύεις δι' αὐτῶν τὰς ἀσθενείας τῶν παθῶν, τῶν πιστῶς ἐκβοώντων σοι. Χαίροις τῆς Ἑῴας ἀστὴρ χρυσαυγέστατος, καὶ τῶν Μοναζόντων λαμπαδοῦχε καὶ ποιμήν. Χαίροις Ἀοίδιμε, τὸ τῆς ἐρήμου κάλλιστον θρέμμα, καὶ τῆς Ἐκκλησίας ἀκράδαντον ἔρεισμα. Χαίροις τῶν πλανωμένων ὁ μέγας ὁδηγός. Χαίροις τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης φαιδρὸν ἀγαλλίαμα.
Ὁ αὐτὸς
Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα, Σάββαν τιμήσωμεν· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ, ἐπλήθυνε τὸ ποίμνιον τοῦ Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.
Ἦχος ὁ αὐτὸς
Ὅσιε Πάτερ, ἐκ βρέφους τὴν ἀρετὴν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος καὶ παρ' αὐτοῦ λαβὼν τῶν θαυμάτων τὴν ἐνέργειαν, ἔπεισας τοὺς ἀνθρώπους καταφρονεῖν τῶν ἡδέων· νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπόμενος, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Σάββα Πατὴρ ἡμῶν.
Δόξα... Ἦχος ὁ αὐτός. Θεοφάνους.
Τῶν ὑπὲρ νοῦν ἀγαθῶν δεξάμενος ἔρωτα, πάντα τὰ ἐν τῷ κόσμῳ τερπνὰ ὑπερεῖδες θεόληπτε· ἐντεῦθεν γὰρ τῷ καρπῷ οὐχ ἑάλως, καθάπερ Ἀδὰμ· τὸν ὄφιν δὲ ἐναποκρουσάμενος δι' ἐγκρατείας, ἀγγελικῶς τὸν βίον διήνυσας, καὶ νῦν ἐν οὐρανοῖς αὐλίζῃ, ἐπαπολαύων τοῦ ξύλου τῆς ζωῆς, Θεὸν ἱλεούμενος ὑπὲρ ἡμῶν, τῶν πιστῶς ἐκτελούντων, ἡγιασμένε Σάββα τὴν μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἀπόστιχα Στιχηρά
Τὸ Ἀναστάσιμον Ἦχος γ'
Ὁ τῷ πάθει σου Χριστέ, ἀμαυρώσας τὸν ἥλιον, καὶ τῷ φωτὶ τῆς σῆς Ἀναστάσεως, φαιδρύνας τὰ σύμπαντα, πρόσδεξαι ἡμῶν, τὸν ἑσπερινὸν ὕμνον Φιλάνθρωπε.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Τὰ κατ’ Ἀλφάβητον.
Ἡ ζωοδόχος σου Ἔγερσις Κύριε, τὴν οἰκουμένην πᾶσαν ἐφώτισε, καὶ τὸ ἴδιον πλάσμα, φθαρὲν ἀνεκαλέσατο. Διὸ τῆς κατάρας τοῦ Ἀδάμ, ἀπαλλαγέντες βοῶμεν• Παντοδύναμε Κύριε δόξα σοι.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.
Θεὸς ὑπάρχων ἀναλλοίωτος, σαρκὶ πάσχων ἠλλοίωσαι, ὃν ἡ κτίσις μὴ φέρουσα, κρεμάμενον ὁρᾷν, τῷ φόβῳ ἐκλονεῖτο, καὶ στένουσα ὕμνει τὴν σὴν μακροθυμίαν, κατελθὼν ἐν ᾅδῃ δέ, τριήμερος ἀνέστης, ζωὴν τῷ κόσμῳ δωρούμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
Ἵνα τὸ γένος ἡμῶν, ἐκ τοῦ θανάτου Χριστὲ λυτρώσῃς, θάνατον ὑπήνεγκας, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, ἑαυτῷ συνανέστησας, τοὺς σὲ Θεὸν ἐπιγνόντας, καὶ κόσμον ἐφώτισας, Κύριε δόξα σοι.

Δόξα,.. Ἦχος πλ. δ'
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν Καθηγητὴν σε τιμῶμεν, Σάββα Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Δικαίων ὁμόσκηνε, καὶ Ὁσίων, μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν
Θεοτοκίον
Ἦχος πλ. δ'
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα..
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάββα Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμῶν.

Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος γ’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα..
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάββα Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμῶν.

Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Καθίσματα Ἦχος γ'
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.
Δόξα...
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Τὴν ὡραιότητα τῆς παρθενίας σου
Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.
Καὶ νῦν... Κάθισμα
Τὴν Σοφίαν καὶ Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἄρας Σοφέ, καὶ αὐτῷ μέχρι τέλους ἀκολουθῶν, τὸν νοῦν οὐχ ὑπέστρεψας, ἐν τῷ κόσμῳ θεόσοφε, ἐγκρατείᾳ καὶ πόνοις, τὰ πάθη ἐνέκρωσας, καὶ ναὸν ἡτοίμασας, σαυτὸν τῷ Κυρίῳ σου· ὅθεν χαρισμάτων, ἀμοιβὴν ἐκομίσω, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τὰ πνεύματα, θεοφόρε μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Μετὰ δὲ τὸ Πολυέλεον
Δόξα...
Κάθισμα Ἦχος δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τὰ ἐπίγεια πάντα καταλιπών, καὶ ἐν κόσμῳ ὑπάρχων σωματικῶς, τῷ πνεύματι γέγονας, τῶν Ἀγγέλων συμμέτοχος· τὰ γὰρ παρόντα πάθη νεκρώσας τοῦ σώματος, τῆς Τριάδος ἐδείχθης θεράπων Μακάριε. Ὅθεν καὶ νοσούντων, θεραπεύεις τὰ πάθη, καὶ λόγῳ τὰ πνεύματα, ἀπελαύνεις τῇ χάριτι, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον
Τὴν οὐράνιον Πύλην καὶ Κιβωτόν, τὸ πανάγιον Ὄρος, τὴν φωταυγῆ, Νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον Κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα Κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τοῦ κόσμου καὶ ἄφεσις, τῶν πολλῶν ἐγκλημάτων· διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος γ'
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.

Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.
Ἀντίφωνον Β'
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.

Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

Προκείμενον
Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν στ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος γ'
Ὁ Εἱρμὸς
«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.
τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.

Τον Πανάριστον ἐν Ἀσκηταῖς Σάβαν ἔξοχα μέλπω. Θεοφάνους

ᾨδὴ α' Ἦχος πλ. δ'
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Τῇ φωταυγείᾳ τοῦ Ἁγίου Πνεύματος, Σάββα καταύγασον, τοὺς εὐσεβεῖς πόθῳ, ὕμνοις εὐφημοῦντάς σε, τῶν Ἀσκητῶν τὸ καύχημα, Μοναζόντων τὸ κλέος, τὸν τῆς ἐρήμου κοσμήτορα, τὸν τῆς παρθενίας Διδάσκαλον.

Ὅλον τὸν πόθον πρὸς Θεὸν ἀνέτεινας, ἀπὸ νεότητος, καὶ πρὸς αὐτὸν ἔχων, πᾶσάν σου τὴν ἔφεσιν, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, δι' ἐγκρατείας ἐνέκρωσας, Σάββα θεοφόρε πανεύφημε.

Νενικηκὼς τὸν τῷ καρπῷ κρυπτόμενον, ὄφιν ἐπάτησας, καὶ τοὺς αὐτοῦ βρόχους, κούφως ὑπερβέβηκας, θεοσεβείας πτέρυξιν, ἀνιπτάμενος Πάτερ· ζωὴν δὲ χαίρων ἐτρύγησας, ἀπὸ τοῦ φυτοῦ τοῦ τῆς γνώσεως.

Περιλαμπόμενος φωτὶ τῆς χάριτος, τὸ πῦρ εἰσέδραμες, ὥσπερ οἱ τρεῖς παῖδες, μείνας ἀκατάφλεκτος, σὲ τοῦ Θεοῦ φυλάξαντος, καὶ μηνύσαντος πᾶσι, τὴν ἐσομένην σοι ὕστερον, Πάτερ προκοπὴν καὶ λαμπρότητα.
Θεοτοκίον
Ἀκατασχέτοις καθ' ἡμῶν ὁ θάνατος, ὁρμαῖς ἐκέχρητο· ἀλλὰ τῷ σῷ τόκῳ προσεγγίσας ὤλετο, καὶ προσβαλὼν κατήργηται, Θεοτόκε Παρθένε· ζωὴν γὰρ ὄντως ἀΐδιον, σεσωματωμένην γεγέννηκας.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.
ᾨδὴ γ'
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».

Νοῦν ἡγεμόνα τῶν παθῶν, Πανόλβιε καταστήσας, βραβευτὴς δικαιοσύνης ἐδείχθης· τῷ γὰρ κρείττονι σαφῶς, τὸ χεῖρον καθυπέταξας· ὅθεν ὡς φοίνιξ Πάτερ, ἐν τοῖς ἐρήμοις ἐξήνθησας.

Ἀκολουθῆσαι διαγνούς, τοῖς ἴχνεσι τοῦ Δεσπότου, μετανάστης τῆς πατρίδος ἐγένου, καὶ τὴν ἔρημον οἰκῶν, τὸ τρόπαιον ἀνέστησας, κατὰ τῶν ἀντιπάλων, θείᾳ δυνάμει ῥωννύμενος.

Ῥωμαλεότητι φρενῶν, Παμμάκαρ ὠχυρωμένος, τὰς ποικίλας τοῦ ἐχθροῦ μεθοδείας, ἐθριάμβευσας σοφέ, καὶ πᾶσιν ἐφανέρωσας, καὶ τὴν ὀφρὺν ἐκείνου τὴν ἐπηρμένην κατέβαλες.

Ἱλαρωτάτῃ σε ψυχῇ, καὶ προσηνεῖ διαθέσει, ἀρεταῖς κατακοσμούμενον βλέπων, ὁ λαμπρότατος φωστήρ, Εὐθύμιος ἐδέξατο, φωτιστικῶς θεσπίζων, τὴν σὴν Παμμάκαρ φαιδρότητα.
Θεοτοκίον
Σωτηριώδους δι' ἡμᾶς, τοῦ Λόγου οἰκονομίας, φωτεινὴ σὺ Μητροπάρθενε πύλη, ἐγνωρίσθης ἀληθῶς· σὺ γὰρ ἡμῖν εἰσήγαγες, τὴν νοητὴν ἀκτῖνα, τῆς ὑπερθέου Θεότητος.
Κοντάκιον Ἦχος πλ. δ'
Τῇ ὑπερμάχῳ
Ὡς ἀπὸ βρέφους τῷ Θεῷ θυσία ἄμωμος, προσενεχθεὶς δι' ἀρετῆς, Σάββα μακάριε, τῷ σὲ πρὶν γεννηθῆναι ἐπισταμένῳ, ἐχρημάτισας Ὁσίων ἐγκαλλώπισμα, πολιστὴς τε τῆς ἐρήμου ἀξιέπαινος, διὸ κράζω σοι· Χαίροις Πάτερ ἀοίδιμε.
Ὁ Οἶκος
Σοφίας ὑπάρχων βλάστημα, Σάββα Ὅσιε, παιδιόθεν ἐπόθησας Σοφίαν τὴν ἐνυπόστατον· ἣ συνοικήσασά σοι, ἀπὸ γῆς σε ἐχώρισε, καὶ πρὸς ὕψος ἀνήγαγεν, ἐξ ἀΰλων ἀνθέων πλέξασα στέφανον, καὶ τῇ σῇ ἐπιθεῖσα ἡγιασμένῃ κάρᾳ θεόφρον· ᾧπερ κεκοσμημένος, ἐξιλέωσαι τὸ Θεῖον, τοῦ δοθῆναί μοι σοφίαν λόγου ἐπαξίως, ὅπως ἀνυμνήσω τὴν ἁγίαν σου κοίμησιν, ἣν ἐδόξασε Χριστὸς ὁ Θεὸς ἡμῶν· διὸ καὶ ἡμεῖς κράζομέν σοι· Χαίροις Πάτερ ἀοίδιμε.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τοὺς θορύβους τοῦ βίου καταλιπών, τὸν σταυρόν σου ἐπ' ὤμων ἀναλαβών, ὅλον ἀνατέθεικας, σεαυτὸν τῷ Κυρίῳ σου, καὶ σαρκὸς δὲ ἔξω, καὶ κόσμου γενόμενος, τοῦ Ἁγίου ἐγένου, συνόμιλος Πνεύματος· ὅθεν καὶ πρὸς ζῆλον, τοὺς λαοὺς διεγείρων, τὰς πόλεις ἐκένωσας, καὶ ἐρήμους ἐπόλισας, θεοφόρε Πατὴρ ἡμῶν. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τὶ πράξω, ἢ ποῦ καταφεύξομαι, ἀλλ' οὐδ' ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι. Φεῦ μοι ὁ ἀχρεῖος! διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πάσας Παρθένε, τὰς ἐλπίδας ἀνέθηκα.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι' ὧν κατειργάσω μοι τὴν σωτηρίαν· Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.
ᾨδὴ δ'
«Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».

Τὴν τῆς ψυχῆς, ἀνακαθαίρων κατάστασιν, καὶ πλατύνων, θείοις θεωρήμασι, χωρητικήν, ταύτην ἀληθῶς, θείων χαρισμάτων, εἰργάσω θεομακάριστε, ἁφῇ δὲ τῶν χειρῶν σου, ἀσθενοῦντας ἰάσω, μιμητὴς τοῦ Δεσπότου γενόμενος.

Ὁ κατὰ σοῦ, Πάτερ δεινῶς θρασυνόμενος, κατεπόθη, ὡς Δαθὰν ὁ δείλαιος, ὡς Ἀβειρὼν ἐξαφανισθείς· σὲ γὰρ ἀοράτως, ἡ θεία χάρις ἐφύλαττε, πολλῶν προνοουμένη διὰ σοῦ σωζομένων, καὶ τοῖς σοῖς ἑπομένων διδάγμασι.

Νόμῳ Θεοῦ, παιδαγωγήσας θεσπέσιε, τὰς αἰσθήσεις, πρὸς τὴν κατανόησιν, τῶν ἀσωμάτων καὶ νοητῶν, σοῦ ἐπιτηδείαν, κατέστησας τὴν διάνοιαν, προβαίνων ἀνενδότως, ἀπὸ δόξης εἰς δόξαν, ἐκ δυνάμεως Πάτερ εἰς δύναμιν.

Εὐεργετεῖν, τοὺς ὁμοφύλους προθέμενος, ἐν ἐρήμῳ, πόλεις ᾠκοδόμησας, θεοπρεπεῖς καὶ ψυχωφελεῖς καὶ ἐν γῇ διψώσῃ, πηγὰς ὑδάτων ἐξήγαγες, καὶ ὄμβρους οὐρανόθεν, παραδόξως θεόφρον, ἐν ἀνύδροις χωρίοις κατήγαγες.
Θεοτοκίον
Νεοθαλής, ἀθανασίας Παράδεισος, καὶ ὡραῖος, ὄντως ἀναδέδειξαι, ξύλον ζωῆς, ἐν σοὶ φυτευθέν, θεαρχικωτάτως, κυοφοροῦσα καὶ τίκτουσα, τὸ πᾶσιν ἀποστάζον, ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί σε.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐρρύσω κατακρίσεως.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.
ᾨδὴ ε'
«Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Ἀκλινεῖ διανοίᾳ, πρὸς τὸν σὸν ποθούμενον ἀνατεινόμενος, παρ' αὐτοῦ τὴν χάριν, τῶν μεγίστων θαυμάτων τὴν ἄφθονον, ἐκομίσω Πάτερ, καὶ τοὺς πιστῶς προσερχομένους, συμπαθῶς ἐθεράπευσας Ὅσιε.

Σαρκικῶν βαρημάτων, ὄγκον ἀποθέμενος, σκεῦος θεότευκτον, ἐκλογῆς ἐγένου, τοῦ ἁγίου θεσπέσιε Πνεύματος, ἀποχῇ βρωμάτων, καὶ προσευχῇ καὶ καρτερίᾳ, καὶ ταπεινοφροσύνῃ κοσμούμενος.

Κήρυξ θείων δογμάτων, μεγαλοφωνότατος κεχειροτόνησαι, τῶν Συνόδων Πάτερ, τῶν Ἁγίων συνήγορος γέγονας, Βασιλεῖς σοφίζων, οἷς ἐμφανῶς χάριτι θείᾳ, τειχιζόμενος ὤφθης μακάριε.

Ἡ θεόθεν δοθεῖσα, χάρις σοι Θεόπνευστε διαβεβόηται, διεδόθη πᾶσιν, εἰς τὰ τῆς οἰκουμένης ἀκρότατα, ἐναργεῖς ποιοῦσα, θεοπρεπῶς τὰς ἀποδείξεις, τῶν θαυμάτων τὴν θείαν ἐνεργειαν.
Θεοτοκίον
Τῶν πιστῶν ἡ προστάτις, τεῖχος ἀκατάλυτον, τῶν εὐφημούντων σε, ἡ παντὶ τῷ γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα, τήν ψυχήν μου διάσωσον Πάναγνε.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου· σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.
ᾨδὴ ς'
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, Ὁ Θεὸς τῆς σωτηρίας μου».

Ἀγάπην πρὸς τὸν Θεόν, καὶ τὸν πλησίον κτησάμενος, τοῦ Νόμου καὶ Προφητῶν, πληροῖς τὸ κεφάλαιον· τὴν γὰρ ὑπερέχουσαν, πασῶν ἀσυγκρίτως, ἀρετὴν Πάτερ κατώρθωσας.

Ἰσάγγελον ἐπὶ γῆς, σὺ πολιτείαν διήνυσας, ἰσάγγελον δὲ τιμήν, Χριστὸς σοι δεδώρηται, Ἁγίων τὰ τάγματα, συνοδοιποροῦντα, τῇ ψυχῇ σου παρασχόμενος.

Σοφίας γόνος ὀφθείς, ἀρχὴν σοφίας ἐπόθησας, τὸν φόβον τὸν τοῦ Θεοῦ, ᾧ καὶ στοιχειούμενος, πρὸς τὴν τελειότητα, τὴν ἐνδεχομένην, τοῖς ἀνθρώποις Πάτερ ἔφθασας.
Θεοτοκίον
Σωτῆρα καὶ Λυτρωτήν, Θεὸν τῶν ὅλων καὶ Κύριον, τεκοῦσα διὰ σαρκός, ἡμῖν ὁμιλήσαντα, διάσωσον Πάναγνε, τοὺς προσκαλουμένους, ἐκ κινδύνων σε τὴν Δέσποιναν.
Κοντάκιον Ἦχος γ'
‘Eξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.
Ὁ Οἶκος
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.
Συναξάριον
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σάββα τοῦ Ἡγιασμένου.
Στίχοι
Ψυχὴν ὄπισθεν τοῦ Θεοῦ κολλῶν πάλαι,
Ἔμπροσθεν αὐτοῦ νῦν παρίσταται Σάββας.
Θεσπεσίοιο πόλου πέμπτῃ Σάββας ἐντὸς ἐσήχθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀναστασίου.
Στίχοι
Ἀναστάσιον τιμῶ ὡς σεβόμενον,
Τὴν ἀνάστασιν τοῦ Χριστοῦ καὶ Θεοῦ μου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Διογένης, λιθοβοληθείς, τελειοῦται.
Στίχοι
Χαίρων ὑπ' ἀνδρῶν ἐνδιδύσκεται πλάνων,
Χιτῶνα Μάρτυς λάϊνον Διογένης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς, Ἀβέρκιος ξίφει τελειοῦται.
Στίχοι
Ἔπαθλον Ἀβέρκιε σοὶ τομῆς μέγα.
Οὐ γὰρ κότινος, οὐρανὸς δὲ τὸ στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Nόννος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Φυγόντα Nόννον ἀντικειμένου πέδην,
Πεδοῦσι νεκρὸν κείμενον ταῖς κειρίαις.

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νεκταρίου τοῦ ἐν τῷ κελλίῳ τοῦ Ἰάγαρι, κειμένῳ κατὰ τὰς Καρεὰς τοῦ Ἄθω, ἀσκήσαντος ἐν ἔτει 1470.

Ὁ Ὅσιος Φιλόθεος ὁ Καρεώτης, ὁ χρηματίσας πνευματικὸς Πατὴρ τοῦ ἀνωτέρω Νεκταρίου, ὁ καὶ προορατικοῦ χαρίσματος ἠξιωμένος, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ Ἅγιοι Ὅσιοι Μάρτυρες, οἱ ἐν τοῖς κελλίοις τοῦ Ἄθω κατοικοῦντες, οἱ τοὺς Λατινόφρονας ἐλέγξαντες, τὸν Βασιλέα, φημί, Μιχαὴλ καὶ τὸν Πατριάρχην Βέκκον, ὁ μὲν πρῶτος ἀγχόνῃ, οἱ δὲ λοιποὶ ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς Θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον• Εὐλογητὸς εἶ κράζοντας• ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐρράγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν• Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόρρυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν Θεότητα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ζ'
«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Ἀπέθου τὰ πρόσκαιρα, τῶν αἰωνίων διαμειβόμενος· σὺν Ἀγγέλοις χορεύεις, ὡς τῶν Ἀγγέλων πολιτευσάμενος, τὴν πολιτείαν, μεθ' ὧν καὶ συνέψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Βοᾷ χαριστήρια, ἡ σὴ μεγίστη Λαύρα καὶ πάντιμος, οἰκιστὴν σε καὶ κτίστην, καὶ πολιοῦχον προβαλλομένη Σοφέ, καὶ καυχωμένη κραυγάζει πρὸς Kύριον· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀπαύστως ἱκέτευε, Σάββα θεόφρον ὑπὲρ τῆς ποίμνης σου, ἐκτενῶς τε δυσώπει, τοὺς σοὺς καμάτους διαιωνίζειν ἀεί, καρποφοροῦντας, τοὺς πόθῳ κραυγάζοντας· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νυμφῶνα πανάχραντον, τῆς ὑπὲρ λόγον Λόγου σαρκώσεως, καὶ Παστάδα καὶ Θρόνον, ὀρθὰ φρονοῦντες σὲ ὀνομάζομεν, καὶ γεγηθότες, τῷ τόκῳ σου ψάλλομεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐρράγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει, κράζοντα καὶ λέγοντα• Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε, τὸν Ποιητήν• τοῖς βροτοῖς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ η'
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ἐν εὐφροσύνῃ Ὅσιε, τῶν Ἁγίων τὰ τάγματα, τῆς καθαρωτάτης, σοῦ ψυχῆς προτρέχουσιν, εἰς τόπον ἀνέσεως, εἰς φωτεινὰ σκηνώματα, ἔνθα τῶν Ἁγίων, οἱ χοροὶ ποδηγοῦντες· μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ξένα τὰ σὰ θαυμάσια· τοὺς γὰρ θῆρας ἡμέρωσας, προκατηρεμίσας, τῶν παθῶν τὰ κύματα, προλέγεις τὰ μέλλοντα, προφητικῷ χαρίσματι, στίφη τῶν δαιμόνων, φυγαδεύων ἐλαύνεις, εὐτόνοις ἀγρυπνίαις, προσευχαῖς καὶ νηστείαις, Σταυροῦ τε τῇ ἀμάχῳ, δυνάμει θεοφόρε.

Ὁ Μωϋσῇ τὸ πρότερον, ἀπὸ στύλου φθεγγόμενος, στῦλον ἀπὸ γῆς, εἰς οὐρανοὺς ὁλόφωτον, ἐκτείνας σοι ἔδειξεν, ἔνθα καὶ νῦν κατάκειται, τὸ καρτερικόν σου, καὶ πολύαθλον σῶμα· ᾧ πίστει παρεστῶτες, εὐσεβῶς μελῳδοῦμεν· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Χαρμονικῶς ἡ μνήμη σου, ἐκτελεῖται Πανεύφημε· τὴν χαροποιὸν γὰρ ἀρετὴν ἐνδέδυσαι, τὸ ὄντως ἱμάτιον, τοῦ σωτηρίου καὶ καθαρόν, καὶ φωτοειδῆ τῆς εὐφροσύνης χιτῶνα· ᾧ νῦν ὡραϊσμένως, μελῳδεῖς ἀνενδότως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἀπειρογάμως τέτοκας, καὶ Παρθένος διέμεινας, καὶ τῷ ξένῳ τόκῳ σου, συνῆψας ἅπαντα, τὸν χρόνιον πόλεμον, καὶ τὴν μακρὰν διάστασιν λύσασα, Χριστὸν τὸν τῆς εἰρήνης δοτῆρα, βαστάζοντα ἐν κόλποις· ὃν πιστῶς εὐλογοῦντες, σὲ πόθῳ ἀνυμνοῦμεν, τὴν μόνην Θεοτόκον.
ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη· ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν, ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα• ὅθεν Χριστέ σε, ὡς παντοδύναμον μεγαλύνομεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζωὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν• ὅθεν πηγήν σε, φωτὸς ἀειζώου μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας• ὅθεν ταῖς ἀλήκτοις, σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ Βασιλεῖ ἡμῶν καθυπόταξον.
ᾨδὴ θ'
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».

Μυρίζει σου ἡ θήκη πνευματικήν, εὐωδίαν πλουσίως εὐφραίνουσα, τοὺς σοὺς υἱούς, σὲ περιεστώτας εἰλικρινῶς, ἐνθυμουμένους Ὅσιε, τὴν Ἀγγελικήν σου διαγωγήν, καὶ τὴν σοὶ δεδομένην, λαμπρότητα καὶ δόξαν, καὶ τὴν ἀΐδιον τερπνότητα.

Ἐρράγη ἐν ἐρήμῳ ὕδωρ καὶ γῆ, ἡ διψῶσα εἰς ἕλη ἐγένετο, ταῖς προσευχαῖς, μετασκευασθεῖσα Πάτερ ταῖς σαῖς· ἀσκητικαὶ γὰρ φάλαγγες, ταύτην κατοικοῦσι ποταμηδόν, ἡ χώρα Ἰορδάνου, ἐξήνθησεν ὡς κρίνον, ἀρδευομένη τοῖς σοῖς δάκρυσι.

Λαμπρότης τῶν Ἁγίων ἐν οὐρανοῖς, ὡς δικαίῳ σοι Πάτερ ἀνέτειλε· τὸν γὰρ Χριστόν, τὴν δικαιοσύνην τὴν ἀληθῆ, περιφανῶς ἠγάπησας, οὗ τὴν πολιτείαν ἰχνηλατῶν, τὴν τούτου ζωηφόρον, Παμμάκαρ ἐμιμήσω, ὡς δυνατὸν σοι ἁγιότητα.

Πλουσίως Θεοφόρε λάμπων φωτί, καὶ χορείας Ἀγγέλων θεώμενος, φωτοειδεῖς, περιπολευούσας τὸ τρισσὸν φῶς, καὶ δεχομένας χάριτι, τὰς τῆς θεοπτίας ἐπιβολάς, μὴ παύσῃ ἱκετεύων, ἀφέσεως πταισμάτων, ἀξιωθῆναι τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Καταβασίες
«Χριστὸς γεννᾶται»
Τῆς Χριστοῦ Γεννήσεως
Ὠδὴ α’. Ἦχος α’.
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.

Ὠδὴ ε’.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.

Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος β'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ σπήλαιον· θρόνον, χερουβικόν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ'
Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ' οὐσίαν, ἐν μέσῳ στὰς ἐδίδασκες, ἀναστὰς ἐκ τοῦ τάφου, καὶ βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει.
Ἐξαποστειλάριον
Ἐν Πνεύματι τῷ Ἱερῷ
Τὴν ἔρημον ἐπόλισας, τρόποις ἐν φιλοσόφοις, Πατέρων τὸ ἀγλάϊσμα, Σάββα Πάτερ θεόφρον, καὶ ταύτην ἀπετέλεσας, νοητὸν Παράδεισον, κομῶσαν ἄνθεσι θείοις, μονοτρόπων τῷ πλήθει, τῶν ἀξίως τελούντων, τὴν σὴν σεβάσμιον μνήμην.
Ἕτερον, Φῶς ἀναλλοίωτoν Λόγε
Ἡ ἔρημος εὐφραινέσθω, καὶ ἐξανθείτω ὡς κρίνον, ὅτι ἐπλήθυνας ταύτης, τὰ τέκνα Σάββα θεόφρον, ἡ χώρα τοῦ Ἰορδάνου, ἀγαλλιάσθω νῦν χαρμοσύνως, ἐπὶ τῇ θείᾳ σου μνήμῃ.
Θεοτοκίον
Χρυσοπλοκώτατε Πύργε, καὶ δωδεκάτειχε Πόλις, ἡλιοστάλακτε θρόνε, Καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα ! πῶς γαλουχεῖς τὸν Δεσπότην.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι Ἦχος γ'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πείραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαία.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε, ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
Ὁ ὑπερόπτης τῶν κάτω, καὶ παρεπίδημος, ὁ ἐραστὴς τῶν ἄνω, καὶ ἐρημοπολίτης, Σάββας ὁ θεόφρων, πάντας ἡμᾶς, ἑορτάσαι προτρέπεται, τῆς πρὸς Θεὸν ἐκδημίας αὐτοῦ πιστῶς, τὴν ἡμέραν τὴν σεβάσμιον.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος α' Τῶν οὐρανίων ταγμάτων
Ὁ ὑπερόπτης τῶν κάτω, καὶ παρεπίδημος, ὁ ἐραστὴς τῶν ἄνω, καὶ ἐρημοπολίτης, Σάββας ὁ θεόφρων, πάντας ἡμᾶς, ἑορτάσαι προτρέπεται, τῆς πρὸς Θεὸν ἐκδημίας αὐτοῦ πιστῶς, τὴν ἡμέραν τὴν σεβάσμιον.

«Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ».

Ἔξω σαρκὸς καὶ τοῦ κόσμου, ταῖς ἀρεταῖς γεγονώς, καὶ δι' αὐτῶν δοξάσας, ἐπὶ γῆς διὰ βίου, τὸν Κύριον τῆς δόξης, Πάτερ σοφέ, κατ' ἀξίαν δεδόξασαι, καὶ ἰαμάτων ἐδείχθης θεία πηγή, παρ' αὐτοῦ Σάββα θεόληπτε.

«Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον».

Μέτριος ἄκακος πρᾶος, ἁπλοῦς, ἡσύχιος, ὡς χρηματίσας Πάτερ, ὑπὲρ ἄνθρωπον ὄντως, καὶ ἄϋλος ἐν ὕλῃ, οἶκος Θεοῦ, καθωράθης πανάξιος, τὰς ἐξ αὐτοῦ προϊούσας σοι δωρεάς, συμπαθῶς διαπορθμεύων ἡμῖν.

Δόξα ΕΩΘΙΝΟΝ ΣΤ' Ἦχος πλ. β'
Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν Ἔγερσιν Μαθηταῖς, ἐμφόβους ἔδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾷν, ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου· πλὴν ἀπιστούντων ἔτι, τὴ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐτούς, διέστης πρὸς οὐρανόν. Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε, Κύριε δόξα σοι.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα.

Ἀπολυτίκιον Ἦχος γ'
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Σάββα Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμῶν.

καὶ τοῦ ναοῦ…
Κοντάκιον. Ήχος γ΄.
Η Παρθένος σήμερον, τον προαιώνιον Λόγον, εν σπηλαίω έρχεται, αποτεκείν απορρήτως. Χόρευε, η οικουμένη ακουτισθείσα, δόξασον, μετά Αγγέλων και των ποιμένων, βουληθέντα εποφθήναι, Παιδίον νέον, τον προ αιώνων Θεόν.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος βαρύς ( Ψαλμός ρμθ’).
Καυχήσονται όσιοι εν δόξη
Στίχ. Άσατε τω Κυρίω άσμα καινόν
Προς Γαλάτας Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί , 22 ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. 25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. 1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Ευαγγέλιον
Κυρ. ι΄ Λουκᾶ, «῏Ην διδάσκων ὁ ᾿Ιησοῦς ἐν μιᾷ τῶν συναγωγῶν» (Λκ. ιγ΄ 10-17)•

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν
«Αἰνεῖτε». •

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου

12-12-2010

† ΚΥΡΙΑΚΗ ΚΘ΄ (ΙΑ΄ ΛΟΥΚΑ). «Τῶν ἁγίων προπατόρων». † Σπυρίδωνος Τριμυθοῦντος τοῦ θαυματουργοῦ (†348). ᾿Ιωάννου ὁσίου, ἐπισκόπου Ζιχνῶν (†1333). ῏Ηχος δ΄, ἑωθινὸν ζ΄.

Εἰς τὸν ἑσπερινόν
«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ἦχος δ'

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου Ἠχος δ'
Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν Παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ Σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν Δυνατέ, τοῦ θανάτου τὰ δεσμά, ὡς Θεός, διέρρηξας· διὸ προσκυνοῦμεν την ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε δόξα σοι.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν κράζοντες· ὁ σταυρωθείς, καὶ ταφείς, καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε Φιλάνθρωπε.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἦχος πλ. δ'
Ὁ ἐν Ἐδὲμ Παράδεισος
Τῶν Προπατόρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Xριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν· καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν, τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τὴν αἰώνιον.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ὁ τοὺς Ἁγίους Παιῖδας ἐκ πυρός, ῥυσάμενος Δέσποτα, καὶ ἐκ στόματος λεόντων Δανιήλ, ὁ εὐλογήσας Ἀβραάμ, Ἰσαάκ τε τὸν δοῦλόν σου, καὶ τὸν τούτου υἱὸν τὸν Ἰακώβ, ὁ εὐδοκήσας ἐκ σπέρματος, τούτων γενέσθαι καθ' ἡμᾶς, ἵνα τοὺς πρὶν ὀλισθήσαντας, σώσῃς προπάτορας ἡμῶν, σταυροῦσαι καὶ θάπτεσαι, καὶ συντρίβεις τοῦ θανάτου τὰ δεσμά, συνεγείρεις τε πάντας, τοὺς ἀπ' αἰῶνος ὄντας ἐν νεκροῖς, προσκυνοῦντάς σου Χριστέ, τὴν Βασιλείαν τὴν αἰώνιον.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὡς ἐν ψεκάδι μέσον τῆς φλογός, τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν Χριστοῦ, καὶ ὡς σοφοὶ διὰ πίστεως, ἔσβεσαν δύναμιν πυρός, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, λεόντων ὤφθη φιμωτής· ὧν ταῖς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου Βασιλείας σου.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν
Χαίροις Ἀρχιερέων Κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή, τῆς ἀγάπης ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὄργανον, ὁ νοῦς ὁ θεῖος, ὁ πραΰς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος· Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος, αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Πρᾶος καὶ κληρονόμος τῆς γῆς, σὺ τῶν πραέων ἀληθῶς ἀναδέδειξαι, Σπυρίδων Πατέρων δόξα, ὁ ταῖς νευραῖς τῶν σοφῶν, καὶ ἁπλῶν σου λόγων, θείᾳ χάριτι, ἐχθρόν τὸν παμπόνηρον, καὶ παράφρονα Ἄρειον, ἐναποπνίξας, καὶ τὸ δόγμα τὸ ἔνθεον, καὶ σωτήριον, ἀνυψώσας ἐν Πνεύματι, πάντας τοὺς ὀρθοδόξους τε, φωτίσας τρανότατα, ἕνα δοξάζειν τὸν Λόγον, ὡς ἀληθῶς ὁμοούσιον, Πατρὶ προανάρχῳ, παρεχόμενον τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα.

Πάθη ἀπονεκρώσας σαρκός, νεκροὺς ἐν χάριτι Θεοῦ ἐξανέστησας, καὶ ὄφιν χρυσοῦν εἰργάσω, καὶ ποταμοῦ τὰς ὁρμάς, προσευχῇ σου Πάτερ ἐχαλίνωσας, νυκτὸς Βασιλεῖ δέ, ἐπιφανεῖς κινδυνεύοντι, τοῦτον ἰάσω, τῇ καθ' ὕπαρ ἐγγύτητι, τοῦ Κυρίου σε, παραδόξως δοξάζοντος· Ὅθεν μεγαλοφώνως σου, τὴν μνήμην γεραίρομεν, καὶ τῶν λειψάνων Σπυρίδων, τὴν ἱερὰν θήκην σέβομεν, ἐξ ἧς ἀναβλύζεις, ἰαμάτων θεῖα ῥεῖθρα, καὶ μέγα ἔλεος.

Δόξα... Ἦχος πλ. β' Ἀνατολίου
Τοὺς πρὸ τοῦ νόμου Πατέρας, ἅπαντας εὐφημήσωμεν σήμερον πιστοί, Ἀβραὰμ τὸν φιλόθεον, Ἰσαὰκ τὸν ἐξ ἐπαγγελίας τεχθέντα, καὶ Ἰακώβ, καὶ τοὺς δώδεκα Πατριάρχας, Δαυΐδ τὸν πραότατον καὶ Δανιὴλ τὸν ἐπιθυμιῶν Προφήτην, καὶ τοὺς τρεῖς Παῖδας σὺν αὐτοῖς γεραίροντες, τοὺς τὴν κάμινον εἰς δρόσον μεταβαλόντας, αἰτούμενοι ἄφεσιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐνδοξαζομένου ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Καὶ νῦν Θεοτοκίον Ἦχος δ'
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Ἀπόστιχα Στιχηρά
Τὸ Ἀναστάσιμον Ἦχος δ'
Κύριε ἀνελθὼν ἐν τῷ σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾅδῃ, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει· διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Τὰ κατ’ Ἀλφάβητον.
Κρεμάμενος ἐπὶ ξύλου μόνε Δυνατέ, πᾶσαν κτίσιν ἐσάλευσας, τεθεὶς ἐν τάφῳ δέ, τοὺς κατοικοῦντας ἐν τάφοις ἀνέστησας, ἀφθαρσίαν καὶ ζωὴν δωρούμενος, τῷ γένει τῶν ἀνθρώπων· διὸ ὑμνοῦντες δοξάζομεν, τὴν τριήμερόν σου Ἔγερσιν.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Λαὸς παράνομος Χριστέ, σὲ προδοὺς τῷ Πιλάτῳ, σταυρωθῆναι κατεδίκασεν, ἀγνώμων περὶ τὸν εὐεργέτην φανείς, ἀλλ' ἑκὼν ὑπέμεινας ταφήν, αὐτεξουσίως ἀνέστης τριήμερος, ὡς Θεὸς δωρούμενος ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.

Μετὰ δακρύων Γυναῖκες, καταλαβοῦσαι τὸ μνῆμα σὲ ἐπεζήτησαν· μὴ εὑροῦσαι δέ, ὁλοφυρόμεναι, μετὰ κλαυθμοῦ βοῶσαι ἔλεγον· Οἴμοι Σωτὴρ ἡμῶν, Βασιλεῦ τῶν ἁπάντων, πῶς ἐκλάπης; ποῖος δὲ τόπος κατέχει τὸ ζωηφόρον σῶμά σου;΄ Ἄγγελος δὲ πρὸς αὐτὰς ἀπεκρίνατο· Μὴ κλαίετε φησίν, ἀλλ' ἀπελθοῦσαι κηρύξατε, ὅτι ἀνέστη ὁ Κύριος, παρέχων ἡμῖν ἀγαλλίασιν, ὡς μόνος εὔσπλαγχνος.
Δόξα... Ἦχος β' Γερμανοῦ
Ἱεραρχῶν τὸ θεῖον κειμήλιον, Πάτερ Ὅσιε, Σπυρίδων σοφέ, ἐν ἀρεταῖς ἀναδέδειξαι· ὅθεν τῆς Ἐκκλησίας προστάτης γενόμενος, αἱρεσιάρχας ἐξώθησας, καὶ τοῦ Ἀρείου τὸ βλάσφημον, συνοδικῶς εἰς γῆν κατηδάφισας· διὸ θαυματουργῶν ἐν ἔργῳ καὶ λόγῳ τὸν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν
Ἦχος γ' Γερμανοῦ
Τῶν Προπατόρων τὸ σύστημα, οἱ φιλέορτοι δεῦτε, ψαλμικῶς εὐφημήσωμεν, Ἀδὰμ τὸν Προπάτορα, Ἐνώχ, Νῶε, Μελχισεδέκ, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ· μετὰ νόμον, Μωϋσῆν καὶ Ἀαρών, Ἰησοῦν, Σαμουὴλ καὶ Δαυΐδ· μεθ' ὧν τὸν Ἡσαΐαν, Ἱερεμίαν, Ἰεζεκιήλ, καὶ Δανιὴλ καὶ τοὺς δώδεκα, ἅμα Ἠλιού, Ἐλισαῖον καὶ τοὺς ἅπαντας, Ζαχαρίαν καὶ τὸν Bαπτιστήν, καὶ τοὺς κηρύξαντας Χριστόν, τὴν ζωὴν καὶ ἀνάστασιν τοῦ γένους ἡμῶν.

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα..
Ἀπολυτίκιον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Καὶ νῦν...
Τῶν Προπατόρων Ἦχος β'
Ἐν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι' αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὄτι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος δ’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.

Θεός Κύριος, καί επέφανεν ημίν...

Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς.

Θεός Κύριος, καί επέφανεν ημίν...

Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα..
Ἀπολυτίκιον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Καὶ νῦν...
Τῶν Προπατόρων Ἦχος β'
Ἐν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι' αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὄι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ἦχος δ'
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
Δόξα... Κατεπλάγη Ἰωσήφ
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ήχος δ'
Αναβλέψασαι τού τάφου τήν είσοδον, καί τήν φλόγα τού Αγγέλου μή φέρουσαι, αι Μυροφόροι σύν τρόμω εξίσταντο λέγουσαι, Άρα εκλάπη, ο τώ Ληστή ανοίξας Παράδεισον, άρα ηγέρθη, ο καί πρό πάθους κηρύξας τήν Έγερσιν, αληθώς ανέστη Χριστός ο Θεός, τοίς εν άδη παρέχων ζωήν καί ανάστασιν.
Δόξα... Κατεπλάγη Ιωσήφ.
Εκουσία σου βουλή, Σταυρόν υπέμεινας Σωτήρ, καί εν μνήματι καινώ, άνθρωποι έθεντο θνητοί, τόν διά λόγου τά πέρατα συστησάμενον, όθεν δεσμευθείς ο αλλότριος, θάνατος δεινώς εσκυλεύετο, καί οι έν άδη άπαντες εκραύγαζον, τή ζωηφόρω Εγέρσει σου, Χριστός ανέστη, ο ζωοδότης, μένων εις τούς αιώνας.
Καί νύν... Θεοτοκίον
Κατεπλάγη Ιωσήφ, τό υπέρ φύσιν θεωρών, καί ελάμβανεν εις νούν, τόν επί πόκον υετόν εν τή ασπόρω συλλήψει σου Θεοτόκε, βάτον εν πυρί ακατάφλεκτον, ράβδον Ααρών τήν βλαστήσασαν, καί μαρτυρών ο Μνήστωρ σου καί φύλαξ, τοίς Ιερεύσιν εκραύγαζε, Παρθένος τίκτει, καί μετά τόκον, πάλιν μένει παρθένος.

Μετὰ δὲ τὸν Πολυέλεον
Δόξα... Κάθισμα
Ἦχος πλ. δ' Τὴν Σοφίαν
Ἀνακτόροις καὶ μύσταις θεοπρεπῶς, ἐν συλλόγῳ πανσέπτῳ φιλοσοφῶν, τρανῶς διεσάφησας, τῆς Τριάδος τὴν δύναμιν· καὶ γὰρ κηρύττων ὤφθης, μονάδα θεότητος, καὶ ἐν μιᾷ οὐσίᾳ σαφῶς ἐδογμάτισας· ὅθεν ὑπὲρ λόγον, κατ' ἐπίπνοιαν θείαν, καθεῖλες τὸν φλύαρον, τῇ δυνάμει τοῦ Πνεύματος, Ἱεράρχα θεσπέσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν... Θεοτοκίον
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, Χαῖρε Κόρη Καθέδρα βασιλική, Κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, Χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον Ἅρμα, Λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε, καὶ Παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα, Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε, Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος δ'
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β'
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.

Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ'
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.

Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ζ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Κανὼν Ἀναστάσιμος.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α' Ἦχος δ'
Ὁ Εἱρμὸς
«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
Κανὼν τῶν Ἁγίων Προπατόρων, οὗ ἡ Ἀκροστιχὶς

Πατράσιν αἶνον εἰκότως νῦν εἰσφέρω. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος α'
«Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».

Πατράσιν αἶνον προσάξωμεν, πρὸ Νόμου καὶ ἐν Νόμῳ ἐκλάμψασι, καὶ τὸν ἐκ Παρθένου λάμψαντα, Κύριον καὶ Δεσπότην, γνώμῃ ὀρθῇ, τεθεραπευκόσι, καὶ ἀδύτου φωτισμοῦ νῦν ἀπολαύουσιν.

Ἀδὰμ τὸν πρῶτον τιμήσωμεν, χειρὶ τετιμημένον τοῦ κτίσαντος, καὶ πάντων ἡμῶν Προπάτορα, ἤδη γεγενημένον, καὶ ἐν σκηναῖς, ταῖς ἐπουρανίαις, μετὰ πάντων ἐκλεκτῶν ἀναπαυόμενον.

Τὸν Ἄβελ δῶρα προσάγοντα, ψυχῇ εὐγενεστάτῃ προσήκατο, ὁ πάντων Θεὸς καὶ Κύριος, τοῦτον δὲ μιαιφόνῳ, πάλαι χειρί, τεθανατωμένον, ἀνεκόμισε πρὸς φῶς ὡς θεῖον Μάρτυρα.
Θεοτοκίον
Ῥητῶν ἐνθέων ἀκούσωμεν, βοώντων τοῦ Χριστοῦ τὴν ἀνάδειξιν· ἰδοὺ γὰρ Σπηλαίῳ τίκτεται, Κόρης ἐξ ἀπειράνδρου, οὗ τὸν φρικτόν, τόκον προμηνύει, Ἀστρολόγοις ὁ ἀστὴρ ἐπιφαινόμενος.
καὶ τοῦ Ἁγίου. Ποίημα Θεοφάνους.

ᾨδὴ α' Ἦχος β'
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις· σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξείληψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

Τῶν πραέων γῆν καταλαβών, Πάτερ ὡς πραότατος, καὶ συμπαθὴς καὶ καθαρὸς γενόμενος, τὸν ἐπανιστάμενον, τῇ καρδίᾳ μου, καταπράϋνον κλύδωνα, ὅπως ἐν γαλήνῃ θείᾳ, γεγονὼς ἀνευφημήσω σε.

Γεωργίαις θείαις τὴν ψυχήν, Πάτερ καθηράμενος, θεοειδὴς Σπυρίδων ἐχρημάτισας, καὶ τοῦ θείου Πνεύματος, τὴν ὑπέρλαμπρον κατεπλούτησας ἔλλαμψιν· ὅθεν καταυγάζεις, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Ἐκ ποιμνίων ὥσπερ τὸν Δαυΐδ, σὲ ἀναλαβόμενος, ὁ Πλαστουργός, λογικῆς ποίμνης ἔθετο ποιμένα πανάριστον, τῇ ἁπλότητι καὶ πραότητι λάμποντα, καὶ τῇ ἀκακίᾳ, Ὅσιε ποιμὴν καλλωπιζόμενον.
Θεοτοκίον
Παναγία ἄχραντε Ἁγνή, φώτισον, ἁγίασον, τὸν λογισμόν, καὶ τὴν ψυχήν μου δέομαι, τὰ νέφη σκεδάζουσα, τῆς ἀγνοίας μου, καὶ τοῦ σκότους ἐξαίρουσα, τοῦ τῆς ἁμαρτίας, ὅπως κατὰ χρέος μακαρίζω σε.
ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.

Τῶν Προπατόρων
Τῷ πρὸ τῶν αἰώνων
ᾌδεται ἐν κόσμῳ, τὸ τοῦ Σὴθ πρὸς τὸν Κτίστην διάπυρον· ἐν γὰρ ἀμέμπτῳ πολιτείᾳ, καὶ ψυχῆς διαθέσει, αὐτὸν ὄντως ἐθεράπευσε, καὶ νῦν ἐν χώρᾳ τῶν ζώντων βοᾷ, ἅγιος εἶ Κύριε.

Στόματι καὶ γλώσσῃ, καὶ καρδίᾳ Ἐνὼς ὁ θαυμάσιος, ἐπικαλεῖσθαι θεοφρόνως, τὸν τῶν ὅλων Δεσπότην, Θεὸν ἤλπισεν ἐν πνεύματι, καὶ εὐαρέστως βιώσας ἐν γῇ, κλέος ἐπηνέγκατο.

Ἱερολογίαις, ἱεραῖς τὸν Ἐνὼχ μακαρίσωμεν· εὐαρεστήσας γὰρ Κυρίῳ, μετετέθη ἐν δόξῃ, ὀφθεὶς κρείττων καθὼς γέγραπται, θανάτου οἷα Θεοῦ πεφηνώς, δοῦλος γνησιώτατος.
Θεοτοκίον
Νῦν ἡ προσδοκία, τῶν Ἐθνῶν ἐκ Παρθένου προέρχεται, καὶ Βηθλεὲμ τὴν κεκλεισμένην, ὑπανοίγει προσφόρως, Ἐδὲμ Λόγον σωματούμενον, εἰσδεδεγμένη καὶ φάτνῃ σαρκί, ἐπανακλινόμενον.
ᾨδὴ γ'
«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».

Τὸν νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε Ἱερώτατε.

Τὸν ὄφιν τὸν ἀρχέκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες, χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι Πάτερ Ὅσιε.

Ἀνῆλθες πρὸς τὸ ὄρος τῆς θεωρίας, εἰσέδυς εἰς τὸν γνόφον τῆς ἀπαθείας, πλαξὶ δὲ τῆς καρδίας σου εἰσεδέξω, Νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.
Θεοτοκίον
Θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω, οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος, πλήν σου Δέσποινα.
Ἡ Ὑπακοὴ Ἦχος β'
Εἰς δρόσον τοῖς Παισί, τὸ πῦρ μετεβάλλετο, ὁ θρῆνος εἰς χαράν, ταῖς Γυναιξὶν ἐνηλλάττετο· Ἄγγελος γάρ, ἐν ἀμφοτέροις διηκόνει τοῖς θαύμασι, τοῖς μέν, εἰς ἀνάπαυσιν μεταποιήσας τὴν κάμινον, ταῖς δέ, τὴν ἀνάστασιν καταμηνύσας τριήμερον, ὁ ἀρχηγὸς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.

Ὁ Οἶκος
Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.
ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας· διό σοι κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπειρογάμως ἐκυησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοὶ Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Τῶν Προπατόρων

Ῥάβδος ἐκ τῆς ῥίζης
Αἶνον προσαγάγωμεν Θεῷ, τιμῶντες μελῳδήμασι, Νῶε τὸν ὄντως ὄντα δίκαιον· ἐν πάσαις γὰρ ἐντολαῖς, θείαις καλλυνόμενος, ὤφθη τῷ Χριστῷ εὐαρεστήσας, ᾧ μελῳδοῦμεν πιστῶς· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰδών σου Θεὸς τὸ εὐγενές, τῆς γνώμης τὸ ἀκέραιον, καὶ κατὰ πάντα Νῶε τέλειον, δευτέρου κόσμου σαφῶς, ἀρχηγὸν σε δείκνυσι, σώσαντα αὐτῷ παντὸς ἐκ γένους, κατακλυσμοῦ αἰσθητοῦ, σπέρμα, ὡς αὐτὸς διετάξατο.

Νῶε τὸν φυλάξαντα Θεοῦ, τὸν νόμον ἀπαράτρωτον, καὶ εὑρεθέντα τότε δίκαιον, τῇ γενεᾷ ἑαυτοῦ, καὶ ξυλίνῃ σώσαντα, πάλαι Κιβωτῷ ἀλόγων γένη, προστάξει παντουργικῇ, ὕμνοις εὐσεβῶς μακαρίσωμεν.

Οἶνον κατανύξεως ἡμῖν, πηγάζει τοῖς τιμῶσί σε, Νῶε μακάριε ἡ μνήμη σου, εὐφραίνουσα καὶ ψυχάς, καὶ καρδίας πάντοτε, τῶν εἰλικρινῶς μακαριζόντων, τοὺς τρόπους σου τοὺς σεμνούς, καὶ τὴν πολιτείαν τὴν ἔνθεον.
Θεοτοκίον
Νῦν ἡ ἀπολύτρωσις ἡμῶν, ἐν φάτνῃ ἀνακλίνεται, καὶ σπαργανοῦται ὥσπερ νήπιον, καὶ Μάγοι ἀνατολῶν, Βασιλεῖς ἀφίκοντο, τοῦτον ὡς Θεὸν καὶ Βασιλέα, τεχθέντα ἐπὶ τῆς γῆς, βλέψαι καὶ λατρεῦσαι σὺν δώροις πιστῶς.

ᾨδὴ δ'
«Ἐλήλυθας ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι, Δόξα τῇ δυνάμει σου Κύριε».

Τοῖς ἄνθραξι, τοῦ σεπτοῦ ἀναπτόμενος Πνεύματος, παθῶν εὐκατάπρηστον, ὕλην Παμμάκαρ ἐνέπρησας, κόσμον δὲ πυρσεύμασι, τῶν ἀρετῶν σου Σπυρίδων κατελάμπρυνας.

Πυθομένῳ, ἡ νεκρὰ σοι φωνὴν Πάτερ δέδωκε, ποτάμια ῥεύματα, σαῖς ἐπεσχέθη προστάξεσιν· ὤφθης γὰρ μακάριε, τερατουργός, θείαν χάριν κληρωσάμενος.

Νεκρώσας σου, τῆς σαρκὸς τὰς κινήσεις θεόπνευστε, νεκροὺς ἐξανέστησας, ζωοποιῷ σου προσρήματι· ὅθεν ἱκετεύω σε, τὴν νεκρωθεῖσαν ψυχήν μου Πάτερ ζώωσον.
Θεοτοκίον
Προφῆταί σου, μυστηρίου τὸ βάθος προήγγειλαν, τὸ ἀκατανόητον· μόνη γὰρ ἔτεκες Ἄχραντε, τὸν ἀπεριόριστον, σεσαρκωμένον δι' οἶκτον ἀδιήγητον.
ᾨδὴ ε'
Ὁ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Τῶν Προπατόρων
Θεὸς ὢν εἰρήνης
Ἐπαίνοις τιμάσθω, ἐνθέοις ὁ Σήμ, πατρικὴν εὐλογίαν καρπούμενος, καὶ ἔναντι εὐάρεστος, δεικνύμενος Θεοῦ, καὶ τοῖς τῶν Προπατόρων, χοροῖς κατειλεγμένος, καὶ ἐν χώρᾳ τῶν ζώντων, περιχαρῶς ἀναπαυόμενος.

Ἰδεῖν ἠξιώθη, ὡς φίλος Θεοῦ, Ἀβραὰμ τὴν ἡμέραν τοῦ Κτίστου αὐτοῦ, καὶ ἔμπλεως ἐγένετο, χαρᾶς Πνευματικῆς· τοῦτον οὖν διανοίας, εὐθύτητι τιμῶντες, μακαρίσωμεν πάντες, ὡς τοῦ Θεοῦ πιστὸν θεράποντα.

Κατεῖδες ὡς θέμις, ἀνθρώπῳ ἰδεῖν, τὴν Τριάδα, καὶ ταύτην ἐξένισας, ὡς φίλος γνησιώτατος, παμμάκαρ Ἀβραάμ· ὅθεν μισθὸν κομίζῃ, τῆς ξένης ξεναγίας τὸ γενέσθαι ἀπείρων, Ἐθνῶν Πατὴρ διὰ τῆς πίστεως.
Θεοτοκίον
Ὁ Πλήρης κενοῦται, σαρκὶ δι' ἡμᾶς, καὶ ἀρχὴν ὁ προάναρχος δέχεται, πτωχεύει δὲ ὁ πλούσιος, καὶ Λόγος ὢν Θεοῦ, ἐν φάτνῃ τῶν ἀλόγων, προσκλίνεται ὡς βρέφος, τὴν ἀνάπλασιν πάντων, τῶν ἀπ' αἰῶνος ἐργαζόμενος.
ᾨδὴ ε'
«Ὁ φωτισμός, τῶν ἐν σκότει κειμένων, ἡ σωτηρία, τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω, Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι».

Ὁ ποταμὸς τῶν ἐν σοὶ χαρισμάτων, πᾶσαν ἀρδεύει Ὅσιε καρδίαν, πᾶσι δωρεῖται, ῥῶσιν πλουσίαν, πάντας πρὸς δόξαν διεγείρει τοῦ σὲ δοξάσαντος, καὶ θαυματουργίαις, παντοίαις τιμήσαντος.

Σὲ βασιλεύς, ὁ ἐπίγειος μάκαρ τοῦ Βασιλέως, τοῦ ἐπουρανίου σαφῶς ἐπέγνω, γνήσιον δοῦλον, ἐκ χαρίσματος θείου πεπληρωμένον, ἐν τῷ παρεῖναί σε μέγαν ἰατρόν, πρὸς Θεοῦ μηνυόμενον.

Τοῦ Ἀβραάμ, τὸν φιλόξενον τρόπον σὺ ἐμιμήσω, πᾶσι τῆς οἰκίας σου τὰς εἰσόδους ἀναπετάσας, καὶ τοῖς πᾶσι τὰ πάντα χρηματίσας, καὶ προμηθούμενος, τῶν ἐν περιστάσει, Σπυρίδων μακάριε.
Θεοτοκίον
Νέον ἡμῖν, ἀπεγέννησας βρέφος τὸν πρὸ αἰώνων, Κόρη γεννηθέντα, Πατρὸς ἀνάρχου· ὃν ἐκδυσώπει, ὡς Υἱὸν καὶ Θεόν σου οἰκτειρῆσαι, τοὺς Θεοτόκον σε, Πάναγνε ψυχῇ, καθαρᾷ καταγγέλλοντας.
ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ, παλάμῃ ἀνέστησας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

Τῶν Προπατόρων
Σπλάγχνων Ἰωνᾶν
Τύπωσις Χριστοῦ, τοῦ πάθους γεγένησαι, σαφῶς Ἰσαὰκ μακαριώτατε, ἀναγόμενος, πατρικῇ εὐπειθείᾳ τοῦ θύεσθαι· διὰ τοῦτο μεμακάρισαι, καὶ φίλος Θεοῦ, ὤφθης ὄντως γνησιώτατος, μετὰ πάντων Δικαίων σκηνούμενος.

Ὤφθη Ἰακώβ, θεράπων πιστότατος, τοῦ πάντων Θεοῦ· ὅθεν ἐπάλαισε, μετ' Ἀγγέλου νοῦς, καθορῶν τὸν Θεὸν μετωνόμασται· καὶ καθεύδων θείαν κλίμακα τεθέαται, ᾕπερ Θεὸς ἐπεστήρικτο, ὁ σαρκὶ προσπλακεὶς ἀγαθότητι.

Στέργων Ἰωσήφ, πατρὸς τὴν εὐπείθειαν, ἐν λάκκῳ βληθείς, προσαπεμπόληται, εἰς προτύπωσιν, τοῦ τυθέντος ἐν λάκκῳ βληθέντος Χριστοῦ, σιτοδότης τε Αἰγύπτου ἐχρημάτισε, σώφρων γεγονὼς καὶ δίκαιος, Βασιλεύς τε παθῶν ἀληθέστατος.
Θεοτοκίον
Νέον ἐπὶ γῆς, παιδίον γνωρίζεται, ὁ ὢν σὺν Πατρὶ ἀεὶ καὶ Πνεύματι, σπαργανοῦται δέ, ὁ τὴν γῆν σπαργανώσας ὁμίχλῃ σαφῶς, καὶ ἐν φάτνῃ τῶν ἀλόγων ἀνακέκλιται· τούτου νῦν προεορτάσωμεν, γεγηθότες τὴν ἄσπορον γέννησιν.
ᾨδὴ ς'
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον, τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε».

Ὁ χρυσὸς ὡς πηλὸς σοι λελόγισται, τῇ ὑπὲρ χρυσὸν ἀπαθείᾳ ἀστράπτοντι, καὶ πλουτισθέντι Ὅσιε, δωρεαῖς ταῖς παγχρύσοις τοῦ Πνεύματος.

Καθαρῶς λειτουργῶν τῷ Δεσπότῃ σου, πλῆθος ἔσχες Ὅσιε, καθυπακοῦόν σοι, Ἀγγελικῶν Δυνάμεων, ἀοράτοις φωναῖς Ἱερώτατε.

Ὁ περίδοξος πάνσοφε βίος σου, κόσμῳ σε περίδοξον, Πάτερ εἰργάσατο· διὸ τὴν θείαν μνήμην σου, γεγηθότες τελοῦμεν ὑμνοῦντές σε.
Θεοτοκίον
Οὐρανῶν πλατυτέρα ἡ μήτρα σου, γέγονεν ἀπείρανδρε, Θεὸν χωρήσασα, τὸν μηδαμοῦ χωρούμενον, Παναγία Παρθένε πανύμνητε.

Κοντάκιον Ἦχος β' Αὐτόμελον
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· Τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Ὁ Οἶκος
Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι· μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς ὁ θάνατος, ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου τῶν ἐν Βαβυλῶνι, ἀπαύστως ἀνυμνούντων σε καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος.
Στίχοι
Ὁ θαυματουργὸς κἂν τέθνηκε Σπυρίδων,
Τοῦ θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.
Ἀμφὶ δωδεκάτην Σπυρίδων βίοτον λίπε τόνδε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Συνετοῦ.
Στίχοι
Τὸν Συνετὸν κτείνουσι ἄφρονες ξίφει,
Τὸν εὐσεβῆ τιμῶντα πίστιν ἐμφρόνως.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ἀλεξάνδρου Ἀρχιεπισκόπου Ἱεροσολύμων, τοῦ Ἱερομάρτυρος.
Στίχοι
Ὁ Ἀλέξανδρος, εἷς ὢν τῶν θυηπόλων,
Ἄνευ αἵματος, εἷς ἦν καὶ τῶν Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀμωναθᾶ καὶ Ἄνθου.
Στίχοι
Μισῶ τὰ τῆς γῆς Ἄγγελοι δέξασθέ με,
Ἀμωναθᾶς ὁ θεῖος ἐκλείπων λέγει.
Τὸ τοῦ Προφήτου προσφόρως Δαυΐδ λέγων,
Ὡς ἄνθος ἀγροῦ θεῖος Ἄνθος ἐρρύη.
Τῇ αὐτῇ ἡμέρᾳ , Κυριακὴ τῶν Ἁγίων Προπατόρων.
Στιχοι
Δέξασθαι χαρὰν οἱ πάλαι Προπάτορες,
Βλέποντες ἐγγίζοντα Xριστὸν Μεσσίαν.
Γήθεο Ἀβραάμ, ὅτι Πρόπαππος Χριστοῦ ἐδείχθης.

Ταῖς τῶν σῶν ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται, θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.
Τῶν Προπατόρων

Οἱ Παῖδες εὐσεβείᾳ
Ὑμνείσθω Ἀνανίας, Ἀζαρίας, Μισαὴλ σὺν τῷ Δανιήλ, κάμινον σβέσαντες πυρός, καὶ λεόντων χαλινώσαντες, τὰς ὁρμὰς καὶ τῷ Χριστῷ, συμφώνως ψάλλοντες· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Νομίμως ἐναθλήσας, πειρασμοῖς καὶ ἀνενδότοις θλίψεσι, θεράπων κέκληται Ἰώβ, τοῦ Θεοῦ παναληθέστατος, πρᾶος, ἄκακος, εὐθύς, τέλειος, ἄμεμπτος, ἀναβοῶν· ὁ Θεός εὐλογητὸς εἶ.

Ἐν πίστει Μωϋσέα, Ἀαρών τε καὶ τὸν Ὢρ τιμήσωμεν, ἀνευφημοῦντες, Ἰησοῦν, καὶ Λευῒ τὸν ἱερώτατον, Γεδεών τε καὶ Σαμψών, καὶ ἀνακράζοντες· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Ἰδοὺ καθὼς προεῖπεν ὁ Προφήτης, ἐν γαστρὶ συνέλαβεν, ἡ ἀπειρόγαμος, Θεὸν καὶ τεκεῖν σαφῶς ἐπείγεται, ἐν Σπηλαίῳ Βηθλεέμ, ᾧ πάντες ψάλλομεν· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ ζ'
«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον τὴν φλόγα ἀνερρίπισε· Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

Μωσέως τὸ ἄπλαστον, Δαυΐδ τὸ πρᾶον, Ἰὼβ τοῦ Αὐσίτιδος τὸ ἄμεμπτον κτησάμενος, τοῦ Πνεύματος γέγονας κατοικητήριον, μέλπων ἱερώτατε, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Ψεκάδες τῇ κάρᾳ σου ἐν ὥρᾳ θέρους, οὐράνιαι στάζουσαι, τὸ μέλλον προεσήμαινον· Θεὸς γὰρ ὡς ἔφησας, τὴν θείαν μνήμην σου, Ὅσιε ἐδόξασε, πιστοὺς καθαγιάζων τῇ μεσιτείᾳ σου.

Συνόδῳ Πατέρων σε Θεὸς δοξάζει, ἐν κρίσει τοὺς λόγους σου, φυλάξαντα μακάριε· οὓς πίστει προσήγαγες, τὸν ἀλογώτατον, Ἄρειον μωραίνοντας σαφῶς, καὶ καταργοῦντας τὴν τούτου ἔνστασιν.
Θεοτοκίον
Τὸν βότρυν ἐβλάστησας ἀρρήτῳ λόγῳ, Παρθένε ὡς ἄμπελος, τὸν μόνον ἀγεώργητον, οἶνον ἀναβλύζοντα πάντας εὐφραίνοντα, πάντας ἁγιάζοντα βροτούς, καὶ πᾶσαν μέθην δεινῶν ἐξαίροντα.
ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνοῦσάν σε, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λευχείμων ὡράθη γυναιξί, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, καταστραπτόμενος Ἄγγελος. Τί τὸν ζῶντα ἐν τῷ τάφῳ βοῶν, ἐπιζητεῖτε ὡς θνητόν, ὄντως ἡγέρθη Χριστός, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες σέ, εὐλογοῦμεν, Μαρία Θεόνυμφε.

Τῶν Προπατόρων
Θαύματος ὑπερφυοῦς
Σήμερον τῶν ἀπ' αἰῶνος θείαν μνήμην, ἐκτελέσωμεν θείων Πατέρων, τοῦ Ἀδὰμ τοῦ Ἄβελ τε, Σὴθ καὶ Νῶε καὶ τοῦ Ἐνώς, καὶ Ἐνὼχ καὶ Ἀβραὰμ, Μελχισεδὲκ καὶ Ἰώβ, καὶ τοῦ Ἰσαὰκ σὺν τῷ πιστῷ Ἰακώβ· Εὐλογείτω ἡ κτίσις βοῶντες τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Φάλαγγα θεοτερπῆ θείων Πατέρων, εὐφημήσωμεν Βαρὰκ καὶ Νάθαν, καὶ τὸν Ἐλεάζαρον, Ἰωσίαν καὶ τὸν Δαυΐδ, Ἰεφθάε Σαμουήλ τε τὸν τὰ ἔμπροσθεν ὁρῶντα, σεπτῶς καὶ ἀνακράζοντα· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας

Ἔπαινον μελῳδικῶς Θεοῦ Προφήταις, προσαγάγωμεν ἀνευφημοῦντες, Ὠσηέ, Μιχαίαν τε, Σοφονίαν καὶ Ἀββακούμ, Ζαχαρίαν, Ἰωνᾶν, Ἀγγαῖόν τε καὶ Ἀμμώς, καὶ τὸν Ἀβδιοὺ καὶ Μαλαχίαν, Ναούμ, Ἡσαΐαν καὶ Ἱερεμίαν καὶ Ἰεζεκιήλ, ἅμα Δανιήλ, Ἠλιοὺ καὶ Ἐλισαῖον.
Τριαδικὸν
Ῥήμασι τριαδικοῖς τὴν παναγίαν, ἀνυμνήσωμεν πιστοὶ Τριάδα, τὸν Πατέρα ἄναρχον, τὸν Υἱόν τε καὶ τὸ εὐθές, Πνεῦμα Ἅγιον, Τριάδα ὁμοούσιον, ἣν πᾶσα πνοὴ δοξάζει κράζουσα· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Ὤφθης ἐκ Παρθενικῶν Χριστὲ αἱμάτων, σωματούμενος ἀρρήτῳ λόγῳ, καὶ ὡς βρέφος τέλειον, ἐν Σπηλαίῳ ὑπερβολῇ, εὐσπλαγχνίας Ἰησοῦ ἀποτικτόμενος· ἀστὴρ δὲ σε πόρρωθεν ἐμήνυσεν, ἀστρολόγοις· Ὑμνεῖτε πίστει κραυγάζουσι, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ η'
«Κάμινος ποτέ, πυρός ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον».

Κάμινον παθῶν, ταῖς θείαις ἐπομβρίαις, τοῦ θείου Πνεύματος κατέσβεσας, καὶ δρόσον ἐπήγασας, νοσημάτων Πάτερ καύσωνα, ἐξαίρουσαν τῶν πίστει σοι, πάντοτε προσιόντων, μάκαρ Σπυρίδων πανόλβιε.

Ἄκακος εὐθύς, καὶ πρᾶος συμπαθής τε, καὶ ἀνεξίκακος γεγένησαι, ἀγάπῃ φιλόξενος, Ἱεράρχης ἱερώτατος, φρονήματι κοσμούμενος, Ὅσιε ὀρθοδόξῳ· ὅθεν σε πίστει γεραίρομεν.

Πάλαι σοι φωνήν, ὡς ζῶσα ἡ θανοῦσα, διερωτῶντι Πάτερ δέδωκεν· ὢ θαῦμα ἐξαίσιον! ὢ παράδοξον μυστήριον! ὢ χάριτος ἧς ἔτυχες! βίῳ κεκοσμημένος, Ἀγγελικῷ ἀξιάγαστε.
Θεοτοκίον
Πάθη τῆς ἐμῆς, θεράπευσον καρδίας, τῇ συμπαθείᾳ σου πανύμνητε, τὸν νοῦν μου εἰρήνευσον, τὴν ψυχήν μου φωταγώγησον, καὶ βαίνειν με εὐόδωσον, τρίβους πρός σωτηρίους, ὅπως ἀεὶ μεγαλύνω σε.

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὅλον με ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγχύτῳ, ὅλῳ μοι διδοὺς ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους σου, ὁ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς δι' εὐσπλαγχνίαν πολλήν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ σοὶ μαθηταὶ καθορῶντες, ἀνεῳγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, κεκενωμένας τῇ Ἀναστάσει σου, σὺν τῷ Ἀγγέλῳ ἔλεγον· Ὄντως ἐγήγερται ὁ Κύριος!
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν.
Τῶν Προπατόρων

Mυστήριον ξένον
Ἰσχύϊ σου πάλαι, δυνάμεις ἐποίησαν, θυγατέρες Κύριε, Ἄννα καὶ Ἰουδὶθ καὶ Δεβόρρα, Ὀλδά, Ἰαήλ τε, Ἐσθὴρ, Σάρρα Μαριὰμ Μωσέως καὶ Ῥαχήλ, καὶ Ῥεβέκκα καὶ ἡ Ῥοὺθ αἱ μεγαλόφρονες.

Ὡς σβέσαντες Παῖδες, Ἁγίους τὴν κάμινον, ἱερῶς τιμήσωμεν, ἅμα τῷ Δανιὴλ τῷ Προφήτῃ, πᾶσι δικαίοις σαφῶς, τοῖς πρὸ Νόμου διαλάμψασι καλῶς, καὶ ἐν Νόμῳ τόν Δεσπότην θεραπεύσασιν.

Σοφώτατοι θεῖοι, Προφῆται γεγένηνται, Ἀβραὰμ ἀπόγονοι, τὸν ἐκ τοῦ Ἀβραάμ, καὶ Ἰούδα τικτόμενον Λόγον, θερμῶς προαναγγείλαντες ἐν Πνεύματι· αὐτῶν ἱκεσίαις, Ἰησοῦ πάντας οἰκτείρησον.

Ἡγίασται πᾶσα ἡ κτίσις, τῇ μνήμῃ ὑμῶν, καὶ πανηγυρίζουσα, κράζει ἱκετικῶς ἐκβοῶσα· Δέησιν Κυρίῳ, ἀεὶ προσαγάγετε Μακάριοι, τυχεῖν αἰωνίων ἀγαθῶν τοὺς εὐφημοῦντας ὑμᾶς.
Θεοτοκίον
Φορέσας με ἐκ τῆς Παρθένου προέρχεται, καὶ Σπηλαίῳ τίκτεται, Λόγος ὁ τοῦ Πατρὸς ἀσυγχύτως· χόρευε ἡ κτίσις, φωναῖς εὐχαρίστοις μεγαλύνουσα, αὐτοῦ τὴν δι' οἶκτον, παναγίαν συγκατάβασιν.

ᾨδὴ θ'
«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα. Διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Ἀνάρχου Γεννήτορος, τρανῶς Υἱὸν ἐκήρυξας, Ὁμοούσιον Πάτερ, καὶ συναΐδιον, μέσον θεοφόρων Πατέρων μεγαλυνθείς, καὶ τῶν ἀνομούντων, ἐμφράξας τὰ στόματα, Ἱεράρχα παμμακάριστε.

Πολύφωτε ἥλιε, Πατέρων ἐγκαλλώπισμα, Ἱερέων τὸ κλέος, Ἀγγέλων σύσκηνε, τοὺς τὴν φωτοφόρον σου μνήμην, χαρμονικῶς, νῦν ἐπιτελοῦντας, φωτὸς καταξίωσον, ἀνεσπέρου ταῖς πρεσβείαις σου.

Τὰ θεῖα σκηνώματα, ἡ πύλη ἡ οὐράνιος, ἡ τῶν ἑορταζόντων τερπνὴ ὁμήγυρις, τὴν ἡγιασμένην ψυχήν σου, καὶ ἀρεταῖς καθωραϊσμένην, παμμάκαρ ἐδέξατο, ἐν φωνῇ ἀγαλλιάσεως.
Θεοτοκίον
Τὸ μέγα μυστήριον, τῆς ὑπὲρ νοῦν λοχείας σου, καταπλήττει Ἀγγέλους θεοχαρίτωτε, θέλγει τῶν Ὁσίων τὸν δῆμον, τοὺς ἱεροὺς εὐφραίνει Πατέρας, ἐνθέως ὑμνοῦντάς σε, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Καταβασίες
«Χριστὸς γεννᾶται»
Τῆς Χριστοῦ Γεννήσεως
Ὠδὴ α’. Ἦχος α’.
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.

Ὠδὴ ε’.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.

Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος α'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ σπήλαιον· θρόνον, χερουβικόν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ'
Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.

Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Πατέρων μνήμην σήμερον, σκιρτῶντες φιλοπάτορες, τοῦ Ἀβραὰμ συνελθόντες, καὶ Ἰσαὰκ κατὰ χρέος, καὶ Ἰακὼβ ὑμνήσωμεν· ἐξ ὧν Χριστὸς ὁ Κύριος, τὸ κατὰ σάρκα ὡράθη, διὰ πολλὴν εὐσπλαγχνίαν.

Ἐξαποστειλάριον
Ἐν Πνεύματι τῷ Ἱερῷ
Ἐδόξασεν ἐν θαύμασι, καὶ ἐν τέρασι πλείστοις, ὁ Κύριος μακάριε· ἐν γὰρ θείᾳ Συνόδῳ, Τριάδα ἀνεκήρυξας, καὶ νεκροὺς ἀνέστησας, τὸν ὄφιν χρυσοῦν εἰργάσω, ποταμοῦ δὲ τὸ ῥεῖθρον, παραδόξοις προσευχαῖς, ἀνέστειλας καὶ διῆλθες.
Θεοτοκίον
Ἐκύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι Ἦχος δ'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
τῶν Ἁγίων Προπατόρων.
Ἦχος β' Οἶκος τοῦ Εὐφραθᾶ
--Πάντες τὴν τῶν σεπτῶν, νῦν Προπατόρων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι' ἧς ἐμεγαλύνθησαν.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

--Ἔσβεσαν τοῦ πυρός, τὴν δύναμιν οἱ Παῖδες, χορεύοντες ἐν μέσῳ καμίνου καὶ ὑμνοῦντες, Θεὸν τὸν παντοδύναμον.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

--Λάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων, ἐδείκνυτο κακώσεως.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
--Ἐν τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ ζοφερὸν καθεῖλεν, ὁ σοφὸς Ἱεράρχης, Ἀρείου τὸ ληρῶδες· ὅθεν ἁπλῶς, δογματίσας Τριάδα πιστῶς, ὑπὸ σοφῶν ἐδοξάσθη καὶ συνετῶν, καὶ τὴν σύνοδον ἐκύρωσεν.

7. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

--Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, καὶ τῇ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχων, ψυχῶν τε καὶ σωμάτων, τῶν πίστει καὶ νῦν, ἐκτελούντων τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, μὴ ἐλλίπῃς ὑπερεύχεσθαι.

8. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

--Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς πίστεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε, διὸ τῆς Βασιλείας, τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως προσεύχου ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε Σπυρίδων σοφέ.

Δόξα... Ἦχος βαρὺς Γερμανοῦ
Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην, τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν, τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν, τῶν Προφητῶν τὰς προρρήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν· ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ· ὃ ἐστι μεθ' ἡμῶν ὁ Θεός.

Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν
ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα.

Ἀπολυτίκιον Ἦχος δ'
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Τῶν Προπατόρων Ἦχος β'
Ἐν πίστει τοὺς Προπάτορας ἐδικαίωσας, τὴν ἐξ Ἐθνῶν δι' αὐτῶν προμνηστευσάμενος Ἐκκλησίαν. Καυχῶνται ἐν δόξῃ οἱ Ἅγιοι, ὄι ἐκ σπέρματος αὐτῶν, ὑπάρχει καρπός εὐκλεής, ἡ ἀσπόρως τεκοῦσά σε. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε· Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
καὶ τοῦ ναοῦ…
Κοντάκιον. Ήχος γ΄.
Η Παρθένος σήμερον, τον προαιώνιον Λόγον, εν σπηλαίω έρχεται, αποτεκείν απορρήτως. Χόρευε, η οικουμένη ακουτισθείσα, δόξασον, μετά Αγγέλων και των ποιμένων, βουληθέντα εποφθήναι, Παιδίον νέον, τον προ αιώνων Θεόν.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος α’ ( Ψαλμός λβ’).
Γένοιτο, Κύριε, το έλεος σου εφ΄ ημάς.
Στίχ. Αγαλλιάσθε δίκαιοι, εν Κυρίω.

Προς Εφεσίους Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί , ὡς τέκνα φωτὸς περιπατεῖτε· 9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. 14 διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. 15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

Αλληλούϊα (γ). Ήχος α’ ( Ψαλμός ιζ’).
Στίχ. Ο Θεός, ο διδούς εκδικήσεις εμοί και υποτάξας λαούς υπ΄ εμέ.
Μεγαλύνων τας σωτηρίας του βασιλέως αυτού και ποιών έλεος τω χριστώ αυτού.

Ευαγγέλιον
Κυρ. ια΄ Λουκᾶ, «῎Ανθρωπός τις ἐποίησε δεῖπνον μέγα» (Λκ. ιδ΄ 16-24).

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν
«Αἰνεῖτε».

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου

19-12-2010

† ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ. «Μνήμη πάντων τῶν ἀπ᾿ αἰῶνος Θεῷ εὐαρεστησάντων ἀπὸ ᾿Αδὰμ ἄχρι καὶ ᾿Ιωσὴφ τοῦ μνήστορος τῆς ὑπεραγίας Θεοτόκου• ὁμοίως καὶ τῶν προφητῶν καὶ προφητίδων, ἐξαιρέτως δὲ τοῦ προφήτου Δανιὴλ (560 π.Χ.) καὶ τῶν ἁγίων τριῶν παίδων». Βονιφατίου μάρτυρος (†290). ῎Αρεως (†308), Εὐτυχίου καὶ Θεσσαλονίκης μαρτύρων. ῏Ηχος πλ. α΄, ἑωθινὸν η΄

Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἦχος πλ. α'

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων· Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα έσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Καὶ τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Ὁ ἐν Ἐδὲμ Παράδεισος
Τὰ τῶν Πατέρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Χριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς Ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν, καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν, τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε, Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Καὶ τῶν Ἁγίων Πατέρων
Ἦχος πλ. δ'
Ὁ ἐν Ἐδὲμ Παράδεισος
Τὰ τῶν Πατέρων σήμερον πιστοί, τελοῦντες μνημόσυνα, ἀνυμνήσωμεν Χριστὸν τὸν Λυτρωτήν, τὸν μεγαλύναντα αὐτούς, ἐν πᾶσι τοῖς Ἔθνεσι, καὶ θαυμάτων τὰ παράδοξα πιστῶς, ἐπιτελέσαντα Κύριον, ὡς κραταιὸν καὶ δυνατόν, καὶ ἐξ αὐτῶν ἀναδείξαντα, ῥάβδον δυνάμεως ἡμῖν, τὴν μόνην ἀπείρανδρον, καὶ θεόπαιδα Μαρίαν τὴν ἁγνήν, ἐξ ἧς τὸ ἄνθος προῆλθε, Χριστός, βλαστήσας πᾶσι τὴν ζωήν, καὶ ἀδάπανον τρυφήν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ὡς ἐν ψεκάδι μέσον τῆς φλογός, τῇ δρόσῳ τοῦ Πνεύματος, ἀγαλλόμενοι οἱ Παῖδες τοῦ Θεοῦ, περιεπάτουν μυστικῶς, ἐν αὐτῇ προτυπώσαντες, τὴν Τριάδα καὶ τὴν σάρκωσιν Χριστοῦ, καὶ ὡς σοφοὶ διὰ Πίστεως, ἔσβεσαν δύναμιν πυρός, καὶ Δανιὴλ δὲ ὁ δίκαιος, λεόντων ὤφθη φιμωτής, ὧν ταῖς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καὶ ἡμᾶς τοῦ ἀσβέστου, καὶ αἰωνίου λύτρωσαι πυρός, καὶ ἀξίωσον τυχεῖν, τῆς οὐρανίου Βασιλείας σου.

Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα.
Ὥσπερ ἐν δρόσῳ ὄντες οἱ πιστοί, καὶ ἅγιοι Παῖδές σου, ἐν καμίνῳ ὁ τῆς φλογὸς τῆς τοῦ πυρός, προεζωγράφουν μυστικῶς, τὴν ἐκ Παρθένου σου ἔλευσιν, τὴν ἀφλέκτως, ἀναλάμψασαν ἡμῖν. Καὶ Δανιὴλ δὲ ὁ δίκαιος, καὶ ἐν Προφήταις θαυμαστός, τρανῶς τὴν θείαν δευτέραν σου, ἔλευσιν πᾶσι προδηλῶν. Ἑώρων ἐκραύγαζεν, ἕως οὗ θρόνοι ἐτέθησαν φησί, καὶ κριτὴς ἐκαθέσθη, καὶ τοῦ πυρὸς ἐπέστη ποταμός· οὗ ῥυσθείημεν Χριστέ, ταῖς ἱκεσίαις αὐτῶν Δέσποτα.

Δόξα... Ἦχος πλ. β'
Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν, λίθον ἄνευ χειρὸς τμηθέντα, θεωρήσας σε Κύριε, βρέφος ἄνευ σπορᾶς, τεχθῆναι προηγόρευσε, σὲ τὸν ἐκ Παρθένου σαρκωθέντα Λόγον, τόν ἀναλλοίωτον Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν Θεοτοκίον
Ἦχος πλ. α'
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειραγάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.

Στίχ. Ἐνεδύσατο ὁ Κύριος δύναμιν, καὶ περιεζώσατο.

Στίχ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.
Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 14, 14-20)
Ἀκούσας Ἄβραμ, ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν, καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μετ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. Καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ ὁ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογόμορ καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Eυλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 1, 8-11, 15-17)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ· ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἡγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων. Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα
(Κεφ. 10, 14-21)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ, ἰδού, Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ . Πλὴν τοὺς πατέρας ὑμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ' αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι· ὁ γὰρ Κύριος ὁ Θεὸς ὑμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων, ὁ Θεὸς ὁ μέγας, καὶ ἰσχυρός, καὶ φοβερός, ὅς τις οὐ θαυμάζει πρόσωπον, ουδ' οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον· Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεός σου, ὅς τις ἐποίησέ σοι τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.

Ἀπόστιχα Στιχηρά
Ἦχος πλ. α'
Σὲ τὸν Σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν, ὅτι σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν.

Στίχ. Ό Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.
Νυγείσης σου τῆς πλευρᾶς Ζωοδότα, κρουνοὺς ἀφέσεως πᾶσιν ἐξέβλυσας, ζωῆς καὶ σωτηρίας, σαρκὶ δὲ θάνατον κατεδέξω, ἀθανασίαν ἡμῖν δωρούμενος, οἰκήσας τάφῳ δέ, ἡμᾶς ἠλευθέρωσας, συναναστήσας ἑαυτῷ ἐνδόξως ὡς Θεός, διὰ τοῦτο βοῶμεν· Φιλάνθρωπε Κύριε, δόξα σοι.

Στίχ. Καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.
Ξένη σου ἡ σταύρωσις, καὶ ἡ ἐν ᾅδου κάθοδος, Φιλάνθρωπε ὑπάρχει· σκυλεύσας γὰρ αὐτόν, καὶ τοὺς πάλαι δεσμίους συναναστήσας ἑαυτῷ, ἐνδόξως ὡς Θεός, τὸν Παράδεισον ἀνοίξας, ἀπολαβεῖν τούτου ἠξίωσας· διὸ καὶ ἡμῖν τοῖς δοξάζουσι τὴν σὴν τριήμερον Ἔγερσιν, δώρησαι ἱλασμὸν ἁμαρτιῶν, Παραδείσου οἰκήτορας καταξιῶν, ὡς μόνος εὔσπλαγχνος.

Στίχ. Τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.
O δι' ἡμᾶς σαρκὶ πάθος δεξάμενος, καὶ τριήμερος ἐκ νεκρῶν ἀναστάς, τῆς σαρκὸς ἡμῶν τὰ πάθη θεράπευσον, καὶ ἀνάστησον ἐκ πταισμάτων χαλεπῶν, Φιλάνθρωπε, καὶ σῶσον ἡμᾶς.

Δόξα... Ἦχος β' Κυπριανοῦ
Χαίρετε Προφῆται τίμιοι, οἱ τὸν νόμον Κυρίου, καλῶς διαταξάμενοι, καὶ τῇ πίστει φανέντες, ἀπόρθητοι στῦλοι ἀκλινεῖς· ὑμεῖς γὰρ καὶ μεσῖται ὤφθητε τῆς Νέας διαθήκης Χριστοῦ, καὶ μεταστάντες πρὸς οὐρανόν, αὐτὸν ἱκετεύσατε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν
Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα..
Ἀπολυτίκιον Ἦχος δ'
Μεγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν...
Ἦχος β'
Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τα σα Θεοτόκε μυστήρια, τη αγνεία εσφραγισμένη, και παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν, αυτόν ικέτευε σωθήναι τας ψυχάς ημών.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Ἦχος πλ α’
Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.

Θεός Κύριος, καί επέφανεν ημίν...

Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς.

Θεός Κύριος, καί επέφανεν ημίν...

Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα..
Ἀπολυτίκιον Ἦχος δ'
Μεγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν...
Ἦχος β'
Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τα σα Θεοτόκε μυστήρια, τη αγνεία εσφραγισμένη, και παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν, αυτόν ικέτευε σωθήναι τας ψυχάς ημών.

Καθίσματα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον
Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. α'
Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β'
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.
Δεξιά σου χεὶρ κᾀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ'
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν η’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός...

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Πεντηκοστάριον
Ήχος ο αυτός
Αναστάς ο Ιησούς από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν καί μέγα έλεος.
Ὁ Κανὼν τῶν Πατέρων

ᾨδὴ α' Ἦχος πλ. β'
Ὁ Εἱρμὸς
«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην Τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες·ἀλλ' ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γάρ δεδόξασται». (Δίς).

«Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε»
Φόβῳ σοι θανάτου, ἀνοίγονται πύλαι καὶ διαρρήσσονται, μοχλοὶ αἰώνιοι· τῇ γὰρ σεπτῇ σου καθόδῳ, ἐξανέστησαν οἱ πάλαι νεκροί, ἐν εὐφροσύνῃ ψάλλοντες, Χριστὲ τὴν σὴν Ἀνάστασιν.
«῞Αγιοι τοῦ Θεοῦ»
Σήμερον τὸ κλίτος, τῶν θείων Πατέρων, Χριστοῦ τὴν Γέννησιν, προεορτάζει φαιδρῶς, καὶ ὑπογράφεται ταύτης, τὸ παράδοξον τῆς χάριτος· Ἀβραὰμ γὰρ σύμβολον, τοῦ νόμου καὶ οἱ Παῖδές εἰσιν.
«῞Αγιοι τοῦ Θεοῦ»
Πάλαι δεξιοῦται, θεότητα μίαν, τὴν τρισυπόστατον, ὁ Ἱερὸς Ἀβραάμ· νῦν δὲ ὁ σύνθρονος Λόγος, τῷ Πατρὶ καὶ θείῳ Πνεύματι, τοῖς παισὶ προέρχεται, ἐνδόξως εὐφημούμενος.
«῞Αγιοι τοῦ Θεοῦ»
Ἀβραὰμ ἐρρύσθη, χειρὸς ἐξ ἀδίκου, φλογὸς καμίνου δέ, οἱ θεῖοι Παῖδες ποτέ, καὶ Δανιὴλ ὁ Προφήτης, ἐκ θηρῶν καὶ λάκκου σέσωσται· διὸ νῦν τὴν Γέννησιν Χριστοῦ προεορτάζουσιν.
Δόξα
Ἀριθμῷ καὶ πίστει, τῆς θείας Τριάδος, τὴν ἀθεότητα καταστρεψάμενοι, ἐν τῇ καμίνῳ οἱ Παῖδες, ἐν συμβόλοις τὰ ἐσόμενα, τοῦ Θεοῦ μυστήρια, τῷ κόσμῳ προϋπέφηναν.
Καὶ νῦν Θεοτοκίον
Κεχαριτωμένη, ἀνύμφευτε Μήτηρ Παρθένε ἄφθορε, σὲ μακαρίζομεν· τοῦ Ἀβραὰμ γὰρ ἐκ γένους, καὶ φυλῆς Δαυΐδ ἐξήνθησας, τὸν Χριστὸν δὲ τέτοκας, Προφήταις κηρυχθέντα τὸ πρίν.
Τῶν Πατέρων
ᾨδὴ γ' ὁ Εἱρμὸς
«Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ κρανίῳ κρεμάμενον, θαμβητικῶς συνείχετο. Οὐκ ἔστιν Ἅγιος, πλήν σου Κύριε κραυγάζουσα».
«Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε»

Τάφῳ τριημερεύσας, ἀνέστησας ζωαρχικῇ ἐγέρσει, θανόντας τοὺς ἀπ' αἰῶνος, καὶ καταδίκης λυόμενοι, χαρμονικῶς ἠγάλλοντο· ἰδοὺ ἡ λύτρωσις, ἦλθες Κύριε κραυγάζοντες.

«῞Αγιοι τοῦ Θεοῦ»
Τὴν κατ' εἰκόνα δόξαν, καὶ καθ' ὁμοίωσιν Θεοῦ φρονοῦντες Παῖδες, χρυσῆς εἰκόνος φλόγα, ἐν τῷ πυρὶ τῷ τοῦ Πνεύματος, ἀθλητικῶς κατέσβεσαν, ἐν πίστει ψάλλοντες· Πλήν σου Κύριον οὐκ οἴδαμεν.

«῞Αγιοι τοῦ Θεοῦ»
Σοφίας τῷ περιόντι, καὶ Πνεύματος τῇ δυνάμει οἱ Παῖδες, τοὺς σοφοὺς Βαβυλῶνος, αἰχμαλωτεύσαντες ᾔσχυναν, καὶ θαρσαλέως ἔκραζον· Οὐκ ἔστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.

Δόξα
Χαίρει καὶ συγχορεύει, τοῖς Παισὶ καὶ Προφήταις ὁ νόμος, καὶ προσκιρτᾷ τοῦ Κυρίου, τὴν θείαν ἔλλαμψιν σήμερον, καὶ Ἀβραὰμ ἀγάλλεται, ὅτι ἐκ σπέρματος αὐτοῦ, εἶδε Κύριον σαρκούμενον.

Καὶ νῦν Θεοτοκίον
Ἡ σύλληψις ἄνευ πάθους, ἡ πρόσληψις ὑπὲρ λόγον καὶ φύσιν, τοῦ τόκου σου προῆλθε· τὸ γὰρ Προφήταις θρυλλούμενον, ὑπερφυῶς Μυστήριον, ἡμῖν ἐπέφανε, Λόγος τοῦ Θεοῦ ὑπάρχων Κύριος.
Ἡ Ὑπακοὴ Ἦχος πλ. δ'
Ἄγγελος Παίδων ἐδρόσιζε κάμινον, νῦν δὲ γυναικῶν κλαυθμὸν διεκώλυε, λέγων· Τὶ ἐπιφέρεσθε μύρα; τίνα ζητεῖτε ἐν τάφῳ; ἀνέστη ὁ Χριστὸς καὶ Θεός· ὑπάρχει γὰρ ζωὴ καὶ σωτηρία, τοῦ γένους τῶν ἀνθρώπων.
Κοντάκιον Ἦχος πλ. α'
Μιμητὴς ὑπάρχων (χύμα)
Πρὸς τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος (χύμα)
Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Τῶν Πατέρων
ᾨδὴ δ' ὁ Εἱρμὸς
«Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα. Σὺ δυναστῶν διέκοψας, κράτος Ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδου ὡς παντοδύναμος». (Δίς)
«Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε»

Ἡ ἐν τῷ ᾅδῃ θεία κάθοδος, σοῦ Χριστὲ ὁ Θεός, νεκροῖς ζωὴ ἐδείχθη· σὺ γὰρ ἐχθροὺς ἐδέσμευσας, κάτω ἀγαθέ, καὶ οὐράνιον τρίβον, ἀνθρώποις ἤνοιξας. (Δίς)

«῞Αγιοι τοῦ Θεοῦ»

Τὰ τῶν Πατέρων ἀκροθίνια, Ἀβραὰμ Ἰσαάκ, καὶ Ἰακωβ τιμῶμεν, ὅτι αὐτῶν ἐκ σπέρματος, ἔλαμψε Χριστός, σαρκωθεὶς ἐκ Παρθένου, ὡς Παντοδύναμος.

«῞Αγιοι τοῦ Θεοῦ»
Προϋπογράφων τὰ ἐσόμενα, τῇ καθόδῳ Χριστοῦ, ὁ Δανιὴλ τοὺς θῆρας ὡς πρόβατα ἀπέδειξε, πᾶσιν ἐναργῶς, ὡς προέγνω τὸ μέλλον, οἷα Προφήτης Θεοῦ.

Δόξα
Τῆς ἁμαρτίας μὴ σπασάμενοι, τὸν ἰὸν ἐκ φλογός, ἐρρύσθησαν οἱ Παῖδες· χρυσίου γὰρ ὑπέρτιμοι, ὄντες ἀληθῶς, ἐν καμίνῳ τῆς πλάνης, οὐκ ἐχωνεύθησαν.
Καὶ νῦν Θεοτοκίον
Μεγαλοφώνως προκηρύττεται, προσδοκία Ἐθνῶν, καὶ σωτηρία κόσμου, ὁ ὑπὲρ φύσιν τόκος σου, ἄχραντε σεμνή, ὃν ὑμνεῖ τῶν Πατέρων, ὅμιλος σήμερον.
Τῶν Πατέρων
ᾨδὴ ε' ὁ Εἱρμὸς
«Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται». (Δίς)

«Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε»
Τὸ ἐξαστράπτον τῆς χαρᾶς, ὑποτυπῶν ἐμφανῶς ὁ Ἄγγελος, ἐν τῷ τάφῳ λαμπροφόρος δείκνυται, Γυναιξὶ κηρύττων ἀνάστασιν, καὶ ἀφέμεναι τοῦ κλαυθμοῦ, ἠγαλλιάσαντο, Χριστοῦ ἀναστάντος, τὸ χαίρετε Ἀποστόλοις διαγγέλλουσαι. (Δίς)

«῞Αγιοι τοῦ Θεοῦ»
Τὴν τῶν Πατέρων ἀπαρχήν, ὡς ἀρχηγὸν νόμου καὶ τῆς Χάριτος, Ἀβραὰμ τὸν Πατριάρχην σήμερον, συνελθόντες πίστει τιμήσωμεν· ὡς Προφήτης γὰρ τοῦ Θεοῦ, προκατηγγείλατο Χριστὸν ἐκ Παρθένου, καὶ τούτου προϋπαντᾷ τὴν θείαν Γέννησιν.

«῞Αγιοι τοῦ Θεοῦ»
Προϋπογράφοντες τρανῶς, τὴν πρὸς ἡμᾶς τοῦ Κυρίου ἔλευσιν, οἱ Ἀγγέλου παρουσίας ἔσβεσαν, Ἀβραὰμ οἱ Παῖδες τὴν κάμινον, καὶ ἀτμίδα δρόσου τὸ πῦρ, ἀπεργασάμενοι ἐν τούτῳ τῇ πίστει, εἰκόνος χρυσῆς δόξαν ἐχώνευσαν.

Δόξα
Ἔφραξε στόματα θηρῶν, ὁ Δανιὴλ ἐν τῷ λάκκῳ Πνεύματι, τοῦ πυρὸς δὲ τὴν ἰσχὺν κατέσβεσαν, Ἀβραὰμ οἱ Παῖδες τῇ χάριτι, καὶ σωθέντες οὗτοι φθορᾶς, προκαταγγέλλουσι Χριστὸν ἐκ Παρθένου, αἰτοῦντες ὡς λυτρωτὴν τὴν σωτηρίαν ἡμῶν.

Καὶ νῦν Θεοτοκίον
Ἐν θείῳ Πνεύματι δηλῶν, τὴν ἐξ ἡμῶν ἀπαθῶς σου πρόσληψιν, Ἡσαΐας ἀνεβόα Κύριε, γρηγορῶν τῷ νόμῳ τῆς χάριτος. Τὸν ἐκ γένους μὲν Ἀβραάμ, ἐκ τῆς Ἰούδα δὲ φυλῆς κατὰ σάρκα, Παρθένος ἄνευ σπορᾶς, ἔρχεται τίκτουσα.

Τῶν Πατέρων
ᾨδὴ ς' ὁ Εἱρμὸς
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι. Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε». (Δίς)

«Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε»
Θανάτου τὴν νέκρωσιν, καὶ τοῦ ᾅδου ἀγαθέ, εἰργάσω τὴν καθαὶρεσιν, τριημέρῳ ταφῇ σου θεοπρεπῶς· ζωὴν δὲ ἐπήγασας, ἀναστὰς τοῖς ἐν κόσμῳ Ἰησοῦ Βασιλεῦ. (Δίς)

«῞Αγιοι τοῦ Θεοῦ»
Ὁ τρόπος φιλόξενος, ἡ δὲ πίστις ὑψηλή, Ἀβραὰμ τοῦ προπάτορος· ὅθεν θεῖον μυστήριον τυπικῶς, δεξάμενος ἔχαιρε· τοῦ Χριστοῦ δὲ προτρέχων νῦν ἀγάλλεται.

«῞Αγιοι τοῦ Θεοῦ»
Τὴν κτίσιν ὑπέταξε, νῦν ἡ πίστις τοῖς Παισί, τῇ δωρεᾷ τοῦ Πνεύματος· τὸ γὰρ πῦρ τὸ παμφάγον καὶ ἀναιδές, ᾐδέσθη τοὺς σέβοντας, τοῦ πυρὸς τὸν ἐργάτην, Ἰησοῦν τὸν Χριστόν.

Δόξα
Τοῦ κόσμου τὸ ἄγριον, τῇ ἐλεύσει τοῦ Χριστοῦ, ῥυθμίζεσθαι ὑπέφηνεν, εἰρήνην πρὸς τὴν θείαν θεοπρεπῶς, φιμώσας τοὺς λέοντας, Δανιὴλ ὁ Προφήτης ἐν τῷ λάκκω ποτέ.
Καὶ νῦν Θεοτοκίον
Νηδύος ἐκύησας, ἐκ Παρθένου τὸν Χριστόν, Μαρία Μήτηρ ἄνανδρε, ὃν εἶδον οἱ Προφῆται θεοπτικῶς, αὐτοῦ προχορεύουσιν, οἱ Πατέρες νυνὶ δὲ τὰ Γενέθλια.
Κοντάκιον
Τῶν Πατέρων Ἦχος πλ. β'
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, Τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Οἶκος
Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος· ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ' ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Bαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι· Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Βονιφατίου.
Στίχοι
Ζητῶν Βονιφάτιος ὀστᾶ Μαρτύρων.
Ἑαυτὸν εὗρε μάρτυρα, τμηθεὶς ξίφει.
Ἐννεακαιδεκάτῃ Βονιφάτιος αὐχένα τμήθη.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἠλία, Πρόβου, καὶ Ἄρεως.
Στίχοι
Ἀθλήσεως τμηθέντα τῷ ξίφει κάραν,
Ζηλοῖ ταχὺ Πρόβος σε, Μάρτυς Ἠλία.
Ἄρης ὑπῆρξας πρὸς τὸ πῦρ ὄντως Ἄρες,
Ἄρης νοητός, ὅπλα πίστεως φέρων.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τιμοθέου καὶ Πολυεύκτου.
Στίχοι
Τιμόθεον δέ, τὸν πεπυρπολημένον,
Ποῦ θήσομεν, λαχόντα παντίμου τέλους;
Σοῦ Πολύευκτε Καισαρεῦ ποῖον τέλος;
Τὸ πῦρ ὑπελθών, εὗρον εὐκταῖον τέλος.
Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Εὐτυχίου, καὶ Θεσσαλονίκης, καὶ τῶν σὺν αὐτοῖς Ἀνδρῶν διακοσίων, καὶ Γυναικῶν ἑβδομήκοντα, διὰ ξίφους τελειωθέντων.
Στίχοι
Σὺν Εὐτυχίῳ καὶ σὺ Θεσσαλονίκη,
Nίκην ἐφεῦρες εὐτυχῶς διὰ ξίφους.
Ἀνεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Ἀνεῖλε καὶ Γυναῖκας ἑπτάκις δέκα.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγεντίου, Ἐπισκόπου Αἰθιοπίας.
Στίχοι
Σαρκὸς λιπὼν σύνδεσμον ὁ Γρηγέντιος,
Ἐκεῖσε μετῆλθεν, ἔνθα σαρξὶν οὐ τόπος.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τρύφωνος.
Στίχοι
Τρύφων ἀνῆλθε σώματι πρὸς ἰτέαν,
Καὶ πνεύματι πρὸς ὕψος οὐρανοῦ μέγα.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ αὐτῇ ἡμέρᾳ , Κυριακὴ πρὸ τῆς Χριστοῦ γεννήσεως, Μνήμην ἄγειν ἐτάχθημεν παρὰ τῶν Ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ' αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο, ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων.

Μνήμη τῶν πρωτοπλάστων Ἀδὰμ καὶ Εὔας.
Στίχοι
Ὑμνῶ θανόντας ζῶν γένους ἀρχηγέτας,
Τοῦ ζῆν με καὶ θνῄσκειν με τοὺς παραιτίους.

Μνήμη τοῦ δικαίου Ἄβελ, υἱοῦ τοῦ Ἀδάμ.
Στίχοι
Βοᾷ Θεῷ σὸν αἷμα καὶ ψυχῆς δίχα,
Ὦ πρῶτε νεκρῶν, πρῶτε καὶ σεσωσμένων.

Μνήμη τοῦ δικαίου Σήθ, υἱοῦ Ἀδάμ.
Στίχοι
Σὴθ σπέρμα καινὸν τοῖς γονεύσιν ἀντ' Ἄβελ,
Ἄνθρωπος ὢν δίκαιος· οἷος ἦν Ἄβελ.

Μνήμη τοῦ δικαίου Ἐνώς, υἱοῦ Σήθ.
Στίχοι
Ὀφθεὶς Ἐνὼς μέγιστος ἐκ τῆς ἐλπίδος,
Πολλοῖς ἐνῆκε ζῆλον εἰς τὴν ἐλπίδα.

Μνήμη τοῦ δικαίου Καϊνᾶν υἱοῦ, Ἐνώς.
Στίχοι
Βίβλῳ Kαϊνᾶν Μωσέως γεγραμμένος,
Κἂν τῷ παρόντι χρὴ γραφῆναι βιβλίῳ.

Μνήμη τοῦ δικαίου Μαλελεήλ, υἱοῦ Καϊνᾶν.
Στίχοι
Ἑξῆς προκείσθω Μαλελεὴμ τῷ λόγῳ.
Υἱὸς Καϊνᾶν, οὗ προεμνήσθη λόγος.

Μνήμη τοῦ δικαίου Ἰάρεδ, υἱοῦ Μελελεήλ.
Στίχοι
Δίκαιον ὄντως ἐν δικαίων πληθύϊ,
Καὶ τοῦ δικαίου μνημονεύειν Ἰάρεδ.

Μνήμη τοῦ δικαίου Ἐνώχ, υἱοῦ, Ἰάρεδ.
Στίχοι
Θεῷ προδήλως εὐαρεστήσας λόγῳ,
Ἐνὼχ ἀδήλοις ἐγκατῳκίσθη τόποις.

Μνήμη τοῦ δικαίου Μαθουσάλα, υἱοῦ Ἐνώχ.
Στίχοι
Ἐνὼχ σε τέκνον ἐκμαθὼν Μαθουσάλα,
Ἔγραψα πρὸς μάθησιν ἄλλων ἐνθάδε.

Μνήμη τοῦ δικαίου Λάμεχ, υἱοῦ Μαθουσάλα.
Στίχοι
Λάμεχ, δύο γνούς, δεῖν ἔγνων, τιμᾶν ἕνα,
Οὐ τὸν φονευτήν, ἀλλ' ὁμωνύμως Λάμεχ.

Μνήμη τοῦ δικαίου Νῶε, υἱοῦ Λάμεχ.
Στίχοι
Ἀδὰμ βροτοῖς ὄλεθρον ἐκ ξύλου φέρει·
Διὰ ξύλου δὲ Νῶε πᾶν σῴζει γένος.

Μνήμη τοῦ δικαίου Σήμ, υἱοῦ Νῶε.
Στίχοι
Σὴμ πατρικὴν γύμνωσιν ἐμφρόνως σκέπων,
Τὰς πατρικὰς ἐφεῦρεν εὐχὰς εἰς σκέπην.

Μνήμη τοῦ δικαίου Ἰάφεθ, υἱοῦ Νῶε.
Στίχοι
Μὴ θείς, Ἰάφεθ Πατρὸς αἰσχύνῃ πλάτος,
Βίου πλατυσμὸν εὐχαῖς Πατρὸς λαμβάνει.

Μνήμη τοῦ δικαίου Ἀρφαξάδ, υἱοῦ Σήμ.
Στίχοι
Zῇ Κύριος ζῶν, οὐ τὸν Ἀρφαξὰδ λίπω,
Καὶ γὰρ χρεὼν καὶ τοῦτον ἐνταῦθα γράφειν.

Μνήμη τοῦ δικαίου Καϊνᾶν, υἱοῦ Ἀρφαξάδ.
Στίχοι
Καϊνᾶν ἡμῖν ἐξεγήγερται νέος,
Τῷ πρὶν Καϊνᾶν, ἐμφερὴς ἐκ τοῦ τρόπου.

Μνήμη τοῦ δικαίου Σάλα, υἱοῦ Καϊνᾶν.
Στίχοι
Συμπατριωτῶν ὁρμαθῷ καὶ συμφύλων,
Ἡ συγγένεια συνδέει καὶ τὸν Σάλα.

Μνήμη τοῦ δικαίου Ἕβερ, ἀφ' οὗ καὶ οἱ Ἰουδαῖοι Ἑβραῖοι ἐκλήθησαν.
Στίχοι
Μέγας τις ὄντως τοῖς Ἰουδαίοις Ἕβερ,
Δοὺς ἐξ ἑαυτοῦ κλῆσιν Ἑβραίων γένει.

Μνήμη τοῦ δικαίου Φάλεκ, υἱοῦ Ἕβερ.
Στίχοι
Πανηγυρίζω καὶ τὸν ἐξ Ἕβερ τόκον.
Ὡς Μωϋσῆς γὰρ φησι, τίκτει τὸν Φάλεκ.

Μνήμη Ῥαγάβ, υἱοῦ Φάλεκ.
Στίχοι
Πάλιν κύησις, καὶ πάλιν νέος τόκος,
Υἱὸν Ῥαγὰβ τεκόντος ἡμῖν τοῦ Φάλεκ.

Μνήμη τοῦ δικαίου Σερούχ, υἱοῦ Ῥαγάβ.
Στίχοι
Γράφων παλαιῶν τοὺς ἐπ' ἀλλήλων τόκους,
Ἂν ἐκλάθωμαι τὸν Σερούχ, ἁμαρτάνω.

Μνήμη τοῦ δικαίου Ναχώρ, υἱοῦ Σερούχ.
Στίχοι
Γένους ὑπάρχειν τῶν ἄνω λελεγμένων,
Καὶ τὸν Ναχὼρ γνοὺς οὐ διϊστῶ τοῦ γένους.

Μνήμη τοῦ δικαίου Θάρρα, υἱοῦ Ναχώρ.
Στίχοι
Υἱὸς προσελθὼν ἐκ Ναχὼρ κλῆσιν Θάρρας,
Πατὴρ ὑπῆρξε πατρὸς Ἐθνῶν μυρίων.

Μνήμη τοῦ δικαίου Πατριάρχου,, Ἀβραάμ, υἱοῦ Θάρρα.
Στίχοι
Τὸν Ἀβραὰμ πῶς δεξιώσομαι λόγοις,
Ὃς ἠξιώθη δεξιοῦσθαι καὶ Νόας;

Μνήμη τοῦ Πατριάρχου Ἰσαάκ, υἱοῦ Ἀβραάμ.
Στίχοι
Δεθείς, Ἰσαάκ, εἰς σφαγήν, τύπος γίνῃ,
Ἐπὶ σφαγὴν ἥξοντος ὑψίστου Λόγου.

Μνήμη τοῦ Πατριάρχου Ἰακὼβ υἱοῦ Ἰσαάκ.
Στίχοι
Διὰ κλίμακος Ἰακώβ, τῆς Παρθένου,
Πρὸς γῆν Θεὸν χωροῦντα πρὶν τόκου βλέπει.

Μνήμη τοῦ Πατριάρχου Ῥουβίμ, υἱοῦ Ἰσαάκ.
Στίχοι
Τῆς υἱότητος, Ἰακὼβ τοῦ τιμίου,
Ῥουβὶμ ἔγνων τὸν θεῖον, ἀρχὴν τιμίαν.

Μνήμη τοῦ Πατριάρχου Συμεών, υἱοῦ Ἰακώβ.
Στίχοι
Κἄν δευτερεύῃ Συμεὼν ἐκ τοῦ τόκου,
Κλέος παρ' ἡμῖν οὐ τὸ δεύτερον φέρει.

Μνήμη τοῦ Πατριάρχου Λευΐ, υἱοῦ Ἰακώβ.
Στίχοι
Θεοῦ μεγίστου θεῖος ὢν ὑπηρέτης,
Τί, Λευΐ, μεῖζον τῆς δε τῆς δόξης θέλεις;

Μνήμη τοῦ Πατριάρχου Ἰούδα, υἱοῦ Ἰακώβ, οὗ ἐκ τῆς φυλῆς ὁ Χριστός.
Στίχοι
Ἰούδαν αἰνέσουσιν οἱ σεσωσμένοι·
Ἐξ Ἰούδα γὰρ Χριστὸς ἡ σωτηρία.

Μνήμη τοῦ Πατριάρχου Ζαβουλών, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ παράλιος.
Στίχοι
Ἀκτὰς κατοικεῖν ὁ Ζαβουλὼν ἐκρίθη,
Γῆς καὶ θαλάττης εἰς ἓν ἄκρα συνδέων.

Μνήμη τοῦ Πατριάρχου Ἰσάχαρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ γηπόνος.
Στίχοι
Στήσας ἑαυτὸν εἰς τὸ πονεῖν Ἰσάχαρ,
Ζωὴν συνιστᾷ, γῆθεν ἄρτον ἐκφέρων.

Μνήμη τοῦ Πατριάρχου Δάν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ κριτής.
Στίχοι
Λαοῦ κριτὴς Δάν, γλῶττα τῆς ἐξουσίας
Ζυγοῖς δικαίοις πᾶσιν ἐξάγων κρίσιν.

Μνήμη τοῦ Πατριάρχου Γάδ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ λῃστευομένη ἢ λῃστεύουσα.
Στίχοι
Γὰδ πειρατευθείς, πειρατεύων ἐκτρέχει,
Νίκαις δὲ πάντων πειρατῶν κατισχύει.

Μνήμη τοῦ Πατριάρχου Ἀσήρ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πλουσία ἐπὶ χώραις σιτοφόροις.
Στίχοι
Ἀσὴρ δέ, φησί, πίονα πλουτεῖ στάχυν,
Τρέφει τε τοὺς ἄρχοντας ἄρτῳ πλουσίῳ.

Μνήμη τοῦ Πατριάρχου Νεφθαλείμ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ πολὺ πλῆθος.
Στίχοι
Ὡς ἔρνος ὄντως Νεφθαλεὶμ ἀνειμένον
Εἰς πλῆθος αὐτῷ τῆς φυλῆς ἡπλωμένης.

Μνήμη τοῦ Πατριάρχου Ἰωσήφ, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ περίδοξος καὶ περιφανής.
Στίχοι
Ηὐξημένον σε, σὸς Πατὴρ εἶναι λέγων,
Δόξαν φυλῆς σῆς, Ἰωσήφ, διαγράφει.

Μνήμη τοῦ Πατριάρχου Βενιαμίν, υἱοῦ Ἰακώβ, οὗ ἡ φυλὴ ἀπὸ ἀγρίας πραεῖα.
Στίχοι
Φαγὼν τὸ πρωῒ Bενιαμίν, ὡς λύκος,
Πρᾶος φανεῖς, δίδωσι βρῶσιν ἑσπέρας.

Μνήμη Φαρὲς καὶ Ζαρὰ τῶν διδύμων, υἱῶν Ἰούδα τοῦ Πατριάρχου.
Στίχοι
Κοινῶς ἐπαινῶ σπέρμα κοινὸν Ἰούδα
Φαρὲς Ζαρά τε, τοὺς διδύμους συγγόνους.

Μνήμη Ἐσρώμ, υἱοῦ Φαρές.
Στίχοι
Ἐκ Φαρὲς Ἐσρώμ, ὥσπερ ἐκ ῥίζης κλάδος,
Ἄμφω δὲ ῥίζης Ἀβραὰμ θεῖοι κλάδοι.

Μνήμη Ἀράμ, υἱοῦ Ἐσρώμ.
Στίχοι
Γέγηθεν Ἐσρώμ, οὐ νοσῶν ἀτεκνίαν.
Ἀρὰμ γὰρ αὐτῷ τέκνον ἠγαπημένον.

Μνήμη Ἀμιναδάβ, υἱοῦ Ἀράμ.
Στίχοι
Τὸν Ἀμιναδὰβ ἐξ Ἀρὰμ φῦναι λόγος.
Τούτου γὰρ υἱὸν ἡ Γραφὴ τοῦτον λέγει.

Μνήμη Ναασών, υἱοῦ Ἀμιναδάβ.
Στίχοι
Εἷς καὶ Ναασὼν τῆς, Ἰούδα φατρίας,
Ἐξ Ἀμιναδὰβ τῆς φυλῆς ἐξ, Ἰούδα.

Μνήμη Σαλμών, υἱοῦ Ναασών.
Στίχοι
Ηὔξησε σειρὰν Ἀβραμιαίου γένους
Σαλμὼν προελθὼν τῆς Ναασὼν ὀσφύος.

Μνήμη Βοόζ, υἱοῦ Σαλμών.
Στίχοι
Εὐαγγελιστά, τοῦδε Σαλμὼν υἱέα,
Τίνα γράφεις σὺ; Τὸν Βοόζ, φησί, γράφω.

Μνήμη Ὠβήδ, υἱοῦ Βοόζ, τοῦ ἐκ τῆς Ῥοὺθ γεννηθέντος.
Στίχοι
Ἐκ Ῥοὺθ μὲν Ὠβήδ, τὴν φυλὴν Μωαβίτης,
Ἐκ τοῦ Βοὸζ δὲ δῆλος, Ἰσραηλίτης.

Μνήμη Ἰεσσαί, υἱοῦ Ὠβήδ.
Στίχοι
Ἰεσσαὶ τίκτε, τικτέτω καὶ σὸν γένος,
Ἕως ἀπ' αὐτοῦ Παῖς Θεὸς τεχθῇ μέγας.

Μνήμη Δαυΐδ Βασιλέως, υἱοῦ Ἰεσσαί.
Στίχοι
Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
Τὸν Δαυΐδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν;

Μνήμη Σολομῶντος Βασιλέως, υἱοῦ Δαυΐδ.
Στίχοι
Σοφὸς Σολομὼν πρῶτος ἐν σοφοῖς βίου,
Ἔχων τὸ πρῶτον τῶν καλῶν τῶν τοῦ βίου.

Μνήμη Ῥοβοὰμ Βασιλέως, υἱοῦ Σολομῶντος.
Στίχοι
Ἐγκώμιόν σοι Ῥοβοάμ, πλέκω μέγα,
Σὸν πάππον εἶναι τὸν μέγαν Δαυῒδ λέγων.

Μνήμη Ἀβιὰ Βασιλέως, υἱοῦ Ῥοβοάμ.
Στίχοι
Βοᾷ Ῥοβοὰμ πρὸς τὸν Ἀβιὰ λέγων·
Ἐγὼ Πατὴρ σός, καὶ σύ μου τὸ τεκνίον.

Μνήμη Ἀσὰ Βασιλέως, υἱοῦ Ἀβιά.
Στίχοι
Εὐθῆ τὸν Ἀσὰ μηνύει Βασιλέα,
Ἡ τετράτιτλος τῶν Βασιλειῶν βίβλος.

Μνήμη Ἰωσαφὰτ Βασιλέως, υἱοῦ Ἀσά.
Στίχοι
Ἰωσαφὰτ τὰ πάντα χρηστὸς ἐν βίῳ
Εὑρὼν ἀφορμάς πατρόθεν χρηστοῦ βίου.

Μνήμη Ἰωρὰμ Βασιλέως, υἱοῦ Ἰωσαφάτ.
Στίχοι
Ἰωρὰμ ἡμῖν ἐξ Ἰωσαφὰτ ἔφυ·
Ὑιὸς Βασιλεύς, ἐκ πατρὸς Βασιλέως.

Μνήμη Ὀζίου Βασιλέως, υἱοῦ Ἰωράμ.
Στίχοι
Ἀνῆκε καρπὸν εὐγενῆ τὸν Ὀζίαν,
Ἄναξ Ἰωράμ, Ἰωσαφὰτ ὁ κλάδος.

Μνήμη Ἰωάθαμ Βασιλέως, υἱοῦ Ὀζίου.
Στίχοι
Τὸν Ἰωάθαμ, ὡς νεοττὸν Ὀζίου,
Τῆς βασιλείας ἡ καλιὰ λαμβάνει.

Μνήμη Ἄχαζ Βασιλέως, υἱοῦ Ἰωάθαμ.
Στίχοι
Τὸ τῆς κεφαλῆς στέμμα Ἰωάθαμ,
Στέφει κεφαλὴν εὐπρεπῶς καὶ τὴν Ἄχαζ.

Μνήμη Ἐζεκίου Βασιλέως, υἱοῦ Ἄχαζ.
Στίχοι
Σοβεῖ τελευτὴν δακρύσας Ἐζεκίας.
Τοσοῦτον ἰσχύουσι ῥεῖθρα δακρύων!

Μνήμη Μανασσῆ Βασιλέως, υἱοῦ Ἐζεκίου.
Στίχοι
Σωτηριῶδες πρὸς μετάγνωσιν βάθρον,
Μανασσῆς ἡμῖν τὴν προσευχὴν πηγνύει.

Μνήμη Ἀμμὼν Βασιλέως, υἱοῦ Μανασσῆ.
Στίχοι
Ἀμμὼν κυηθεὶς τῆς ἁλουργίδος μέσον,
'Ἦν καὶ Βασιλεύς, καὶ Βασιλείας τέκνον.

Μνήμη Ἰωσίου Βασιλέως, υἱοῦ Ἀμμών.
Στίχοι
Ἰωσίας ἔναντι τοῦ Θεοῦ μέγας,
Ὃν γνοὺς ἐπαινεῖν, δειλιῶν μὴ σμικρύνω.

Μνήμη Ἰεχονίου Βασιλέως, υἱοῦ, Ἰωσίου.
Στίχοι
Ἐν Βαβυλῶνος τῇ μετοικίᾳ λόγος,
Ἰεχονίαν ἐμπαροικῆσαι βίῳ.

Μνήμη Σαλαθιήλ, υἱοῦ Ἰεχονίου.
Στίχοι
Πρῶτον μέτ' αὐτὴν τὴν μετοικίαν τέκνον
Τὸν Σαλαθιὴλ Ἰούδα φυλὴ φύει.

Μνήμη Ζοροβάβελ, τοῦ τὸν Ναὸν τῶν Ἱεροσολύμων καυθέντα ἀνεγείραντος.
Στίχοι
Nαβουζαρδὰν ἔκαυσε Ναὸν Κυρίου,
Οὗ καύσιν ἦρε κτίσματι Ζοροβάβελ.

Μνήμη Ἀβιούδ, υἱοῦ Ζοροβάβελ.
Στίχοι
Ἀβιοὺδ ὅρπηξ, οὗ φυὴ Ζοροβάβελ.
Ὡς τὴν φυὴν οὖν, καὶ τὸν ὅρπηκα γράφω.

Μνήμη Ἐλιακείμ, υἱοῦ Ἀβιούδ.
Στίχοι
Τὸν Ἐλιακεὶμ Ἀβιοὺδ γράφει γόνον,
Ματθαῖος ἡμῖν, ἀκριβὴς γονογράφος.

Μνήμη Ἀζώρ, υἱοῦ Ἐλιακείμ.
Στίχοι
Ὁ θεῖος Ἀζὼρ ἐξ Ἐλιακεὶμ ἔφυ,
Θεία Γραφὴ λέγουσα τοῦτο πεισάτω.

Μνήμη Σαδώκ, υἱοῦ Ἀζώρ.
Στίχοι
Ἀζὼρ κυΐσκων τὸν Σαδὼκ οὐ λανθάνει,
Ὃν συγγραφεὺς γνοὺς ἐκκαλύπτει τὸν τόκον.

Μνήμη Ἀχείμ, υἱοῦ Σαδώκ.
Στίχοι
Τοῖς τοῦ Σαδὼκ ζητοῦσιν υἱόν, Ματθαῖος,
Δείξει τὸν Ἀχείμ, ἐκβαλὼν τὸ βιβλίον.

Μνήμη Ἐλιούδ, υἱοῦ Ἀχείμ.
Στίχοι
Τεχθεὶς ἀπ' Ἀχείμ, Ἐλιοὺδ ὤφθη τέκνον,
Ὀφθήσεται δὲ καὶ πατὴρ τεκνοτρόφος.

Μνήμη Ἐλεάζαρ, υἱοῦ Ἐλιούδ.
Στίχοι
Ἰδοὺ τεκόντα καὶ τὸν Ἐλιοὺδ ἔγνων,
Ἐλεάζαρον τέκνον· εἰ βούλει, μάθε.

Μνήμη Ματθάν, υἱοῦ Ἐλεάζαρ.
Στίχοι
Ἐλεάζαρ δὲ τὸν Ματθὰν γεννᾶν λέγει,
Μαιευτρίας ἄκουε, Ματθαίου Βίβλου.

Μνήμη Ἰακώβ, υἱοῦ Ματθάν.
Στίχοι
Καὶ Ματθὰν εἰσήνεγκεν υἱὸν εἰς βίον
Τὸν Ἰακωβ γὰρ εἰσενεγκὼν εὑρέθη.

Μνήμη Ἰωσὴφ τοῦ Μνήστορος, υἱοῦ Ἰακώβ.
Στίχοι
Μνηστὴρ Ἰωσήφ· ᾧ τὸ Πνεῦμα πρὸ γάμου,
Μνηστὴν ἐκείνου, συλλαβοῦσαν δεικνύει.

Μνήμη τοῦ δικαίου Μελχισεδέκ.
Στίχοι
Ἔχει Γραφὴ πατρὸς σε καὶ μητρὸς δίχα,
Χριστοῦ τυποῦντα Μελχισεδὲκ τοὺς τόκους.

Μνήμη τοῦ δικαίου Ἰώβ.
Στίχοι
Ὕψιστον εὑρὼν ἀξίως ἐπαινέτην,
Ἰὼβ ἐπαίνων οὐ δέῃ τῶν γηΐνων.

Μνήμη τοῦ Προφήτου Μωσέως, καὶ Ὤρ καὶ Ἀαρὼν τῶν Ἱερέων.
Στίχοι
Σὺν Ὤρ Ἀαρὼν προγράφει Χριστοῦ πάθος,
Ὑψοῦντες ἄμφω σταυρικῶς τὸν Μωσέα.

Μνήμη Ἰησοῦ τοῦ Ναυῆ.
Στίχοι
Ὑμνεῖν Ἰησοῦν ποῖος ἀρκέσει λόγος,
ᾯ συλλαλῶν ὑπῆρχε καὶ Θεὸς Λόγος;

Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.
Στίχοι
Ὀφθαλμὸν ἡμῖν εὐμενῆ Θεοῦ τίθει,
Ὀφθαλμὲ θεῖε, καὶ τὰ μέλλοντα βλέπων.

Μνήμη τοῦ Προφήτου Νάθαν.
Στίχοι
Ἁμαρτιῶν ἔλεγχος ὀξὺς ὢν Νάθαν,
Ἡμάρτομεν λέγουσι, συγγνώμην νέμοις.

Μνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ.
Στίχοι
Καὶ θηρία φρίττουσιν ἀρετῆς φίλον.
Ἔργοις Δανιὴλ τοῦτο πιστοῦται μέγας.

Μνήμη τῶν Ἁγίων, τριῶν Παίδων.
Στίχοι
Καὶ πῦρ, τὸ πῦρ ἦν τῆς καμίνου, καὶ δρόσος.
Πρὸς δυσσεβεῖς πῦρ, πρὸς δὲ τοὺς Παῖδας δρόσος.

Μνήμη τῆς δικαίας Σάρρας, γυναικὸς Ἀβραάμ.
Στίχοι
Νεύσει Θεοῦ καὶ στεῖρα νικᾶται φύσις·
Καὶ μάρτυς ὠδίνουσα Σάρρα παιδίον.

Μνήμη τῆς δικαίας Ῥεβέκκας, γυναικὸς Ἰσαάκ.
Στίχοι
Καὶ τὴν ἀρίστην τῶν γυναικῶν Ῥεβέκκαν,
Ἄριστος εὗρεν ἀνδρῶν κοινὸν λέχους.

Μνήμη τῆς δικαίας Λείας, πρώτης γυναικός, Ἰακώβ.
Στίχοι
Λείας προσώπῳ Κύριος μὴ δοὺς χάριν,
Κυήσεως δίδωσι τῇ μήτρᾳ χάριν.

Μνήμη τῆς δικαίας Ῥαχήλ, δευτέρας γυναικός, Ἰακώβ.

Στίχοι
Θεοὺς πατρῴους ἡ Ῥαχὴλ κλέπτει πόθῳ,
Ἐν ἐσχάτῳ δὲ τὸν Θεὸν ποθεῖ Λόγον.

Μνήμη τῆς δικαίας Ἀσινέθ, γυναικός, Ἰωσὴφ τοῦ παγκάλου.
Στίχοι
Κάλλει παρῆλθεν ἥλιος μὲν ἀστέρας,
Ἡ δ' Ἀσινὲθ μοι τὰς ὑφ' ἥλιον κόρας.

Μνήμη τῆς δικαίας Μαρίας, ἀδελφῆς Μωϋσέως.
Στίχοι
ᾌσωμεν , εἰπέ, καὶ πάλιν τῷ Κυρίῳ ,
Ψυχῆς κροτοῦσα τύμπανον νῦν Μαρία.

Μνήμη τῆς δικαίας Δεβόρρας τῆς κρινάσης τὸν Ἰσραήλ.
Στίχοι
Ὑπὲρ γυναῖκας ἡ Δεβόρρα τὴν φρένα,
Βάθει φρενὸς κρίνουσα λαὸν Κυρίου.

Μνήμη τῆς δικαίας Ῥούθ.
Στίχοι
Ἔθνος λιποῦσα Ῥοὺθ ἑαυτῆς καὶ σέβας,
Ἔθνει προσῆλθε καὶ Θεῷ τοῦ Μωσέως.

Μνήμη τῆς δικαίας Σαραφθίας, πρὸς ἣν Ἠλίας ἀπεστάλη.
Στίχοι
Ἄσπαρτον εἶχε τὴν τροφὴν Σαραφθία,
Kαινὸν λαχοῦσα λήϊνον τὸν Ἠλίαν.

Μνήμη τῆς δικαίας Σωμανίτιδος τῆς ξενοδοχησάσης τὸν Ἐλισαῖον.
Στίχοι
Ἐλισαῖος σοι κλεῖθρα νηδύος λύει,
ᾯ κλεῖθρα Σωμανῖτις ἤνοιξας δρόμου.

Μνήμη τῆς δικαίας Ἰουδίθ, τῆς ἀνελούσης τὸν Ὀλοφέρνην.
Στίχοι
Ὃν πᾶς ἀνὴρ ἔφριττε, δεινὸν ὁπλίτην,
Γυνὴ καθεῖλεν, Ἰουδίθ, Ὀλοφέρνην.

Μνήμη τῆς δικαίας Ἐσθήρ, τῆς λυτρωσαμένης τὸν Ἰσραὴλ ἐκ θανάτου.
Στίχοι
Ἔσωσεν Ἐσθὴρ ἄνδρας Ἰσραηλίτας,
ᾍδου κυνὴν μέλλοντας ἐνδῦναι πάλαι.

Μνήμη τῆς δικαίας Ἄννης, τῆς μητρὸς Σαμουὴλ τοῦ Προφήτου.
Στίχοι
Εὐχῆς τέκνον τεκοῦσα Σαμουὴλ μέγαν,
Νικᾷ Φενάνναν, Ἄννα πολλὴν ἐν τέκνοις.

Μνήμη τῆς δικαίας Σωσάννης.
Στίχοι
Kανὼν πρόκειται σωφρονούσαις ἐν βίῳ,
Ὁ τῆς Σωσάννης σωφρονέστατος βίος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Τῶν Πατέρων
ᾨδὴ ζ' ὁ Εἱρμὸς
«Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παίδας ἐκ φλογός, ἐν τάφῳ νεκρός, ἄπνους κατατίθεται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ». (Δίς)

«Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε»
Ὢ ξένον θαῦμα! ὁ ἐν ὑψίστοις καθήμενος, ἐπὶ θρόνου, Κύριος αὐτός, προσλήψει σαρκός, θάνατον ὑπέμεινεν, ἀλλ' ἐξανέστη θεότητος ἰσχύϊ, συνεγείρας νεκρούς τοὺς ἀπ' αἰῶνος(Δίς)

«῞Αγιοι τοῦ Θεοῦ»
Χριστὸν γεννήσας τὸ κατὰ σάρκα τῆς πίστεως, ἀρχηγέτα Πάτερ, Ἀβραάμ, ἐδείχθης Ἐθνῶν, Πνεύματι Πατὴρ ἐναργῶς, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

«῞Αγιοι τοῦ Θεοῦ»
Ἀψύχων ἤχους, διακενῆς ἀλαλάζοντας, τῶν ἐμψύχων, ἤμβλυνεν ᾠδή· καμίνου γὰρ πῦρ, φλεγομένοις σώμασι, καταπατοῦντες οἱ Παῖδες ἀλωβήτως, ἀνεβόων. ὁ Θεὸς εὐλογητός εἶ.

Δόξα
Τῇ θεωρίᾳ ἐνατενίσας τοῦ Πνεύματος, ὁ Προφήτης, πάλαι Δανιήλ, Χριστοῦ προτυποῖ, τὴν δευτέραν ἔλευσιν, καὶ τὰ ἐν ταύτῃ φρικτὰ προκαταγγέλλει, ἐκβοῶν· ὁ Θεός εὐλογητὸς εἶ.

Καὶ νῦν Θεοτοκίον
Τὸ ξένον θαῦμα, τὸ ἐν Προφήταις θρυλούμενον, καὶ πατράσι, πάλαι ἐμφανῶς, Παρθένος Ἁγνή, τεξομένη πάρεστιν, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.
Τῶν Πατέρων
ᾨδὴ η' ὁ Εἱρμὸς
«Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· Ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις Θεός, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». (Δίς)

«Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε»

Ὢ τῆς ἀφάτου σου Χριστέ, συγκαταβάσεως, δι' ἡμᾶς τοὺς ταπεινούς! ἰδοὺ γὰρ θανάτου γευσάμενος, Θεὸς ἀθάνατος ὢν, ἐν τάφῳ ὡς βροτὸς κατετέθης· ἀλλ' ἐξανέστης Λόγε, συνεγείρας τοὺς κάτω, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. (Δίς)

«῞Αγιοι τοῦ Θεοῦ»
Σοῦ τὴν σφαγὴν προεκτυπών, ὁ Ἀβραὰμ Χριστέ, ὃν ἐγέννησεν υἱόν, ἐν ὄρει πειθαρχῶν σοι Δέσποτα, καθάπερ πρόβατον ἀνῆλθε θυσιάσων ἐν πίστει· ἀλλ' ἐπανῆκε χαίρων, Ἰσαὰκ καὶ πρεσβύτης, σὲ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

«῞Αγιοι τοῦ Θεοῦ»
Φλὸξ ἡ ἀκάματος Χριστέ, ἐνδυσαμένων σε, ὡς ἱμάτιον τὸ πῦρ, τὸ θεῖον, τῶν Ἁγίων Παίδων σου, ἀπημαυρώθη σφοδρῶς, καὶ δρόσος τῇ σῇ συγκαταβάσει, τοῖς ψάλλουσιν ἠχεῖτο, Ἱερεῖς εὐλογεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δόξα
Δίδοται λέουσι βορά, ἀρρήτοις κρίμασιν, ὁ Προφήτης Δανιήλ, ἀλλ' ἔσχεν ἐγκρατείας δόγμασι, συννηστευτὰς εὐσεβῶς, τοὺς θῆρας ἐν τῷ βόθρῳ τοῦ λάκκου, αὐτοῦ ταῖς ἱκεσίαις, Ἀβραὰμ καὶ τῶν Παίδων, σῶσον ἐν εἰρήνῃ, Χριστὲ τοὺς σὲ ὑμνοῦντας.
Καὶ νῦν Θεοτοκίον
Ὂν προκατήγγειλαν πιστῶς, προφητικαὶ φωναί, Ἰησοῦν Ἐμμανουήλ, ἀνθρώπου ἐν μορφῇ ἐρχόμενον, τὸν τοῦ Θεοῦ καὶ Πατρός, Υἱόν τε καὶ συνάναρχον Λόγον, ἐκ Πνεύματος Ἁγίου, ἡ Παρθένος Μαρία, τίκτει ἀπειράνδρως, ἐν Βηθλεὲμ τῇ πόλει.
Τῶν Πατέρων
ᾨδὴ θ' ὁ Εἱρμὸς
«Μὴ ἐποδύρου μου Μῆτερ, καθορῶσα ἐν τάφῳ, ὃν ἐν γαστρὶ ἄνευ σπορᾶς, συνέλαβες Υἱόν· ἀναστήσομαι γὰρ καὶ δοξασθήσομαι, καὶ ὑψώσω ἐν δόξῃ, ἀπαύστως ὡς Θεός, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνοντας». (Δίς)

«Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε»
Τὶ ἐποδύρῃ ἡ κτίσις, ἐν Σταυρῷ καθορῶσα, καὶ ἐν σορῷ τὸν τῆς ζωῆς, Δεσπότην καὶ Θεόν· ἀναστήσεται γὰρ καινοποιῶν σε φαιδρῶς, τριημέρῳ ἐγέρσει, τὸν ᾅδην καθελών, καὶ νεκροὺς συνεγείρας, ἀνευφημοῦντας αὐτόν. (Δίς)
«῞Αγιοι τοῦ Θεοῦ»
Τῶν πρὸ τοῦ νόμου Πατέρων, Ἑορτὴν ἐκτελοῦντες, τὸν ἐξ αὐτῶν θεοπρεπῶς, τιμῶμεν Ἰησοῦν· Ἀβραὰμ γὰρ ὁμοῦ, καὶ Ἰσαὰκ καί, Ἰακώβ, Προφητῶν καὶ τοῦ νόμου, ἐδείχθησαν κρηπίς, καὶ τῆς Χάριτος πίστει, πνευματικαὶ ἀπαρχαί.

«῞Αγιοι τοῦ Θεοῦ»
Ὁ ἐν πυρὶ ὑποδείξας, τῷ Μωσῇ ἐν τῇ βάτῳ, τὸ ὑπὲρ νοῦν θεοπτικῶς, μυστήριον ὁ Θεός, ἐν πυρὶ τοῖς Παισὶ συγκαταβὰς ὁ αὐτός, τῷ πυρὶ τῆς ἐμφύτου, Θεότητος αὐτοῦ, τῆς καμίνου φλόγα, δρόσον ἀπέδειξε.

Δόξα
Τῶ Ἀβραὰμ συνελθόντες, οἱ πανάγιοι Παῖδες, καὶ Δανιὴλ ὁ θαυμαστός, Προφήτης τοῦ Θεοῦ,, Ἰσαὰκ Ἰακώβ, μετὰ Μωσῆ, Ἀαρών, τοῦ Χριστοῦ πρὸ τοῦ τόκου, χορεύουσι πιστῶς, δυσωποῦντες ἀπαύστως, εἰς τὸ σωθῆναι ἡμᾶς.

Καὶ νῦν Θεοτοκίον
Συγχαίρει πᾶσα ἡ κτίσις, τῷ σῷ τόκῳ Παρθένε· τὴν γὰρ Ἐδὲμ ἡ Βηθλεέμ, διήνοιξεν ἡμῖν, καὶ ἰδοὺ τῆς ζωῆς τοῦ ξύλου ἅπαντες, ἀπολαύοντες πίστει, βοῶμεν ἐκτενῶς. Τὰς ἡμῶν ἱκεσίας, Δέσποτα πλήρωσον.

Καταβασίες
«Χριστὸς γεννᾶται»
Τῆς Χριστοῦ Γεννήσεως
Ὠδὴ α’. Ἦχος α’.
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.

Ὠδὴ ε’.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.

Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος α'
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον· οὐρανὸν τὸ σπήλαιον· θρόνον, χερουβικόν τὴν Παρθένον· τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η'
Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς Κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.

Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς
Πατριαρχῶν οἱ πρόκριτοι, καὶ πρὸ νόμου Πατέρες, ἐν πίστει προεξέλαμψαν, Ἀβραάμ, Ἰσαάκ τε, καὶ Ἰακὼβ ὡς φωστῆρες· ἅπαντες γὰρ Προφῆται, καὶ Δίκαιοι ἀνήφθησαν, ἐξ αὐτῶν ὡς λαμπάδες, φωτοειδεῖς, καὶ τὴν Κτίσιν, πᾶσαν ἐσκοτισμένην, ἀκτῖσι κατεφώτισαν, τῆς σεπτῆς Προφητείας.
Θεοτοκίον
Τριάδος Κόρη τέτοκας, ἀπορρήτως τὸν ἕνα, διπλοῦν τῇ φύσει πέλοντα, καὶ διπλοῦν ἐνεργείᾳ, καὶ ἕνα τῇ ὑποστάσει· τοῦτον οὖν ἐκδυσώπει, ἀεὶ ὑπὲρ τῶν πίστει σε, προσκυνούντων ἐκ πάσης ἐπιβουλῆς, τοῦ ἐχθροῦ λυτρώσασθαι, ὅτι πάντες, πρὸς σὲ νῦν καταφεύγομεν, Δέσποινα Θεοτόκε.

ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἶνοι Ἦχος πλ. α'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὅ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
ΨΑΛΜΟΣ ΡΝ' (l50)
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια· εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἠμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σώζων τὰς ψυχὰς ἡμῶν.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν
Ἆρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον· ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευῒ μεγαλύνομεν, Μωςῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ. Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ' αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ , τὸ μέγα ἔλεος.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος πλ. α'
Χαίροις ἀσκητικῶν
Ἆρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον· ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευῒ μεγαλύνομεν, Μωςῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ. Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ' αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ , τὸ μέγα ἔλεος.

Στίχ. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Δεῦρο ὁ ἐν πυρίνῳ ποτέ, ἐπιδιφρεύσας Ἠλιοὺ θείῳ ἅρματι, θεόφρον Ἐλισαιέ τε, σὺν Ἐζεκίᾳ ὁμοῦ, Ἰωσίᾳ ἅμα συναγάλλεσθε· σεπτὴ δωδεκάς τε, τῶν Προφητῶν ἡ θεόπνευστος, τοῖς Γενεθλίοις τοῦ Σωτῆρος συγχόρευε, καὶ ἐν ᾄσμασι, πάντες Δίκαιοι ᾄσατε. Παῖδες οἱ παμμακάριστοι, οἱ δρόσῳ τοῦ Πνεύματος, σβέσαντες φλόγα καμίνου, ὑπέρ ἡμῶν ἱκετεύσατε, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.

Ὤφθη ἡ ἀπ' αἰῶνος ἐν γῇ, κηρυττομένη Προφητῶν ἐν τοῖς φλέγμασι, Παρθένος ἡ Θεοτόκος, ἣν Πατριάρχαι σοφοί, καὶ Δικαίων δῆμοι καταγγέλλουσι· μεθ' ὧν συγχορεύει, καὶ γυναικῶν ἡ εὐπρέπεια, Σάρρα, Ῥεβέκκα, καὶ Ῥαχὴλ σὺν τῇ Ἄννῃ τε, καὶ ἡ ἔνδοξος, Μαριὰμ ἡ Μωσέως ὁμοῦ· ταύταις συνεπαγάλλονται, καὶ κόσμου τὰ πέρατα, σύμπασα κτίσις γεραίρει, ὅτι Θεὸς παραγίνεται, σαρκὶ τοῦ τεχθῆναι, καὶ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Τῶν Πατέρων
Ἦχος πλ. δ'
Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν Χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν· ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὔσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως. Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα.

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Ἀπολυτίκιον Ἦχος δ'
Μεγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
καὶ τοῦ ναοῦ…
Κοντάκιον. Ήχος γ΄.
Η Παρθένος σήμερον, τον προαιώνιον Λόγον, εν σπηλαίω έρχεται, αποτεκείν απορρήτως. Χόρευε, η οικουμένη ακουτισθείσα, δόξασον, μετά Αγγέλων και των ποιμένων, βουληθέντα εποφθήναι, Παιδίον νέον, τον προ αιώνων Θεόν.

Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον. Ήχος δ’ .
Ύμνος Τριών Παίδων( Δανιήλ γ’).
Ευλογητός εί, Κύριε, ο Θεός των πατέρων ημών.
Στίχ. Ότι δίκαιος εί επί πάσιν οίς εποίησας ημίν.

Προς Εβραίους Επιστολής Παύλου το Ανάγνωσμα.
Αδελφοί , 9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. 32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Ευαγγέλιον

ὁμοίως, «Βίβλος γενέσεως ᾿Ιησοῦ Χριστοῦ» (Μτθ. α΄ 1-25).

Είς το Εξαιρέτως... Άξιον Εστί

Κοινωνικὸν
«Αἰνεῖτε».

«Εἴδομεν τὸ φῶς».
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Απάντηση

Επιστροφή στο “Βυζαντινή Μουσική”