Αι καταβασίαι του όλου Ενιαυτού

Συζήτηση για την Βυζαντινή Μουσική.

Συντονιστές: alex, Συντονιστές

alex
Έμπειρος Αποστολέας
Έμπειρος Αποστολέας
Δημοσιεύσεις: 256
Εγγραφή: Παρ Φεβ 09, 2007 6:00 am
Τοποθεσία: ΑΘΗΝΑ ΑΤΤΙΚΗ
Επικοινωνία:

ΤΗ Γ ΚΥΡΙΑΚΗ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Δημοσίευση από alex »

Ὠδὴ α' Ἦχος α'

Ὁ θειότατος προετύπωσε πάλαι Μωσής, ἐν ἐρυθρᾷ θαλάσση, διαβιβάσας Ἰσραήλ, τῶ Σταυρῶ σου τὴν ὑγράν, τὴ ῥάβδω τεμῶν, ὠδὴν σοὶ ἐξόδιον, ἀναμέλπων Χριστὲ ὁ Θεός.

Ὠδὴ γ'

Στερέωσον Δέσποτα Χριστέ, τῶ Σταυρῶ σου ἐν πέτρᾳ μὲ τὴ τῆς πίστεως μὴ σαλευθῆναι τὸν νοῦν, ἐχθροῦ προσβολαὶς τοῦ δυσμενοῦς, μόνος γὰρ εἶ ἅγιος.

Ὠδὴ δ'

Ἐπὶ Σταυροῦ σὲ Δυνατὲ φωστὴρ ὁ μέγας κατιδῶν τρόμω ἐπαρθεῖς τὰς ἀκτῖνας σὺν ἔστειλεν ἔκρυψε, πᾶσα δὲ Κτίσις ὕμνησεν, ἐν φόβῳ τὴν σὴν μακροθυμίαν, καὶ γάρ ἐπλήσθη ἡ γῆ, τῆς σὴς αἰνέσεως.

Ὠδὴ ε'

Ὀρθρίζοντες σὲ ἀνυμνοῦμεν, Σωτὴρ τοῦ Κόσμου εἰρήνην, εὐράμενοι τῶ Σταυρῶ σου, δι οὗ ἀνεκαίνισας, τὸ γένος τὸ ἀνθρώπινον, φῶς πρός, ἀνέσπερον ἄγων ἡμᾶς.

Ὠδὴ ς'

Τὸν τύπον τοῦ θείου Σταυροῦ Ἰωνὰς ἐν κοιλίᾳ τοῦ κήτους, τεταμέναις παλάμαις, προδιεχάραξε καὶ ἀνέθορε σεσωσμένος τοῦ θηρὸς τὴ δυνάμει σου Λόγε.

Ὠδὴ ζ'

Φλογώσεως ὁ Παίδας ῥυσάμενος σάρκα προσλαβόμενος, ἦλθεν ἐπὶ γῆς καὶ Σταυρῶ προσηλωθείς, σωτηρίαν ἡμῖν ἐδωρήσατο, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος.

Ὠδὴ η'

Χείρας ἐν τῷ λάκκω βληθεὶς τῶν λεόντων ποτὲ ὁ μέγας ἐν Προφήταις σταυροειδῶς ἐκπετάσας Δανιὴλ ἀβλαβὴς ἐκ τῆς τούτων καταβρώσεως σέσωσται, εὐλογῶν Χριστόν τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ' Ἦχος α'

Ὧ Μῆτερ Παρθένε, καὶ Θεοτόκε ἀψευδής, ἡ τεκοῦσα ἀσπόρως, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν ἐν Σταυρῷ ὑψωθέντα σαρκὶ σὲ οἱ πιστοί, ἅπαντες ἀξίως, σὺν τούτω νύν μεγαλύνομεν.
alex
Έμπειρος Αποστολέας
Έμπειρος Αποστολέας
Δημοσιεύσεις: 256
Εγγραφή: Παρ Φεβ 09, 2007 6:00 am
Τοποθεσία: ΑΘΗΝΑ ΑΤΤΙΚΗ
Επικοινωνία:

ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΙΩΝ

Δημοσίευση από alex »

Ὠδὴ α' Ἦχος δ'

Ὤφθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τὴ καταιγίδι νεύματι, ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ἃ δοντα, ἐπινίκιον ὑμνον σοὶ Κύριε.

Ὠδὴ γ'

Νάουσαν ἀκρότομον, προστάγματι σῶ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ὧ ἐστερεώθῃ ἡ Ἐκκλησία κράζουσα, Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.

Ὠδὴ δ'

Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἤξει καὶ οὐ χρονιεῖ, ἐξ ὅρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί, Διὸ πάντες βοῶμεν, Δόξα τὴ δυνάμει σου Κύριε.

Ὠδὴ ε'

Τὴν Σιὼν ἐπ' ὅρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχὺϊ ὕψωσον φωνήν, Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.

Ὠδὴ ς'

Ἐβόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, Νὺν τῶ Κόσμω, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.

Ὠδὴ ζ'

Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παίδας, καὶ τοὺς Χαλδαίους ἀνελῶν, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.

Ὠδὴ η'

Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών, ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὠδὴ θ' Ἦχος δ'

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαϊων καὶ κλάδων, ὕμνοις κραυγάζοντες, Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.
alex
Έμπειρος Αποστολέας
Έμπειρος Αποστολέας
Δημοσιεύσεις: 256
Εγγραφή: Παρ Φεβ 09, 2007 6:00 am
Τοποθεσία: ΑΘΗΝΑ ΑΤΤΙΚΗ
Επικοινωνία:

ΤΗ ΚΥΡΙΑΚΗ ΤΗΣ ΛΑΜΠΡΟΦΟΡΟΥ ΑΝΑΣΤΑΣΕΩΣ

Δημοσίευση από alex »

Ὠδὴ α' Ἦχος α'

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ἄδοντας.

Ὠδὴ γ'

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ὧ στερεούμεθᾳ.

Ὠδὴ δ'

Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τῶ κόσμω, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

Ὠδὴ ε'

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῶ Δεσπότη, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Ὠδὴ ς'

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοῦς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνάς, ἐξανέστης τοῦ τάφου.

Ὠδή ζ'

Ὁ Παίδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η'

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ἢ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ' Ἦχος α'

Φωτίζου, φωτίζου ἡ νέα Iερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νὺν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ενα ηχητικο π.χ χαρης νταραβανογλου
http://www.mediafire.com/?oe5emjt10wm
alex
Έμπειρος Αποστολέας
Έμπειρος Αποστολέας
Δημοσιεύσεις: 256
Εγγραφή: Παρ Φεβ 09, 2007 6:00 am
Τοποθεσία: ΑΘΗΝΑ ΑΤΤΙΚΗ
Επικοινωνία:

ΤΗ ΣΤ ΚΥΡΙΑΚΗ ΜΕΧΡΙ ΤΗΣ ΤΡΙΤΗΣ ΤΟΥ ΤΥΦΛΟΥ

Δημοσίευση από alex »

Ὠδὴ α' Ἦχος πλ. α'

Τῶ Σωτήρι Θεῷ, τῶ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιὰ καταποντίσαντι, αὐτῷ μόνω ἄσωμεν, ὅτι δὲ δόξασται.

Ὠδὴ γ'

Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου τὴν σωτήριον Ἀνάληψιν.

Ὠδὴ δ'

Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι' αὐτοῦ, καὶ ἐβόησα, Δόξα τὴ δυνάμει σου Κύριε.

Ὠδὴ ε'

Ὀρθρίζοντες βοώμέν σοὶ Κύριε, Σῶσον ἡμᾶς, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Ὠδὴ ς'

Ἐκύκλωσέ με ἄβυσσος, ταφὴ μοὶ τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε.

Ὠδή ζ'

Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παίδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

Ὠδὴ η'

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ θ' Ἦχος πλ. α'

Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.
Τεκνία ειρηνεύετε εν εαυτοίς και μη τα υψηλά φρονείτε(Αγιος Γεράσιμος κεφαλλήνιας)
Aλεξιος Νικολουτσοπουλος Πρωτοψαλτης
alex
Έμπειρος Αποστολέας
Έμπειρος Αποστολέας
Δημοσιεύσεις: 256
Εγγραφή: Παρ Φεβ 09, 2007 6:00 am
Τοποθεσία: ΑΘΗΝΑ ΑΤΤΙΚΗ
Επικοινωνία:

ΤΗΣ ΑΝΑΛΥΨΕΩΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

Δημοσίευση από alex »

Ὠδὴ α' Ἦχος βαρὺς

Πόντω ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ἄσωμεν αὐτῷ, ὅτι δεδόξασται.

Ὠδὴ α' Ἦχος δ'

Θείω καλυφθεὶς ὁ βραδύγλωσσος γνόφω.

Ἐρρητόρευσε τὸν θεόγραφον νόμον

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοὶς ἄσμασιν.

Ὠδὴ γ' Ἦχος βαρὺς

Τὴν ἐξ ὕψους δύναμιν τοὶς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ὧ στερεωθήσεσθε.

Ὠδὴ γ' Ἦχος δ'

Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.

Ὠδὴ δ' Ἦχος βαρὺς

Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰ σακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας.

Ὠδὴ δ' Ἦχος δ'

Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,

Λόγος προελθῶν, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοὶς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

Ἄδουσι, Δόξα τῶ κράτει σου, Κύριε.

Ὠδὴ ε' Ἦχος βαρὺς

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοίς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.

Ὠδὴ ε' Ἦχος δ'

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νὺν ἐκ Σιῶν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

Ὠδὴ ς' Ἦχος βαρὺς

Ναυτιῶν τῶ σάλω, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρω θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνὰς Χριστὲ βοῶ σοί, Ἐκ θανατηφόρου μὲ βυθοῦ ἀνάγαγε.

Ὠδὴ ς' Ἦχος δ'

Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλατίου,

Στέρνων Ἰωνάν, τῆς φθορᾶς διαρπάσης,

Ὅλον τὸν Ἀδάμ, παγγενὴ πεπτωκότα.

Ὠδὴ ζ' Ἦχος βαρὺς

Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πὺρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνωδίας, οὕτω βοῶντες, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὠδὴ ζ' Ἦχος δ'

Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.

Ὠδὴ η' Ἦχος βαρὺς

Ἄφλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βᾶτος Θεὸν ἐγνώρισε, τῶ βραδυγλώσσω καὶ δυσήχω Μωσεῖ καὶ Παίδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῶ πυρὶ ὑμνωδοὺς ἔδειξε, Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὠδὴ η' Ἦχος δ'

Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτήρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.

Ὠδὴ θ' Ἦχος βαρὺς

Μὴ τῆς φθορᾶς διαπείρα κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ὠδὴ θ' Ἦχος δ'

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σὲ μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοὺς ἅπας σου τὸν τόκον

Νοεῖν, ὅθεν σὲ συμφώνως δοξάζομεν.
Τεκνία ειρηνεύετε εν εαυτοίς και μη τα υψηλά φρονείτε(Αγιος Γεράσιμος κεφαλλήνιας)
Aλεξιος Νικολουτσοπουλος Πρωτοψαλτης
Κλειδωμένο

Επιστροφή στο “Βυζαντινή Μουσική”