† H κατά σάρκα γέννησις του Κυρίου & Θεού & Σωτήρος Ημών

Συζήτηση για την Βυζαντινή Μουσική.

Συντονιστές: alex, Συντονιστές

Απάντηση
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

† H κατά σάρκα γέννησις του Κυρίου & Θεού & Σωτήρος Ημών

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
και του θείου μου Κωνσταντίνου


25-12-2010
† Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.
(Εἰς τήν παραμονήν τό πρωί ἡ ἀκολουθία τῶν Μεγἀλων Ὠρῶν καί τοῦ Ἐσπερινοῦ )
Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• ( Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• ( Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• ( Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• ( Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• ( Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• ( Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• ( Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• ( Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• ( Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• ( Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• ( Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• ( Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• ( Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• ( Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• ( Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• ( Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• ( Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• ( Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• ( Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• ( Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• ( Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• ( Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• ( Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος β'

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.
Ψαλμὸς 129
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

Ἦχος β' Γερμανοῦ
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.


Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἦχος β' Γερμανοῦ
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.


Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ἀνατολίου, ὁ αὐτὸς
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.


Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ἀνατολίου, ὁ αὐτὸς
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ὁ αὐτὸς
Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ· φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.


Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα.
Ὁ αὐτὸς
Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.

Δόξα... Καὶ νῦν ...
Ἦχος ὁ αὐτὸς. Κασίας
Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς, ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο, καὶ σοῦ ἐνανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς, ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται. Ὑπὸ μίαν βασιλείαν ἐγκόσμιον, αἱ πόλεις γεγένηνται· καὶ εἰς μίαν Δεσποτείαν Θεότητος, τὰ Ἔθνη ἐπίστευσαν. Ἀπεγράφησαν οἱ λαοί, τῷ δόγματι τοῦ Καίσαρος, ἐπεγράφημεν οἱ πιστοί, ὀνόματι Θεότητος, σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν. Μέγα σου τὸ ἔλεος, δόξα σοι.


Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Α' Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 1, 1-13)
Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος . Καὶ εἶπεν ὁ Θεὸς· Γενηθήτω φῶς καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλὸν καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς Ἡ μ έ ρ α ν καὶ τὸ σκότος ἐκάλεσεν Ν ύ κ τ α· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. Καὶ εἶπεν ὁ Θεὸς· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος, τοῦ ὑποκάτω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα Ο ὐ ρ α ν ὸ ν, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεὸς· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρὰ· καὶ ἐγένετο οὕτω· καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ Οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρὰ. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν Γ ῆ ν· καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν Θ α λ ά σ σ α ς. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν. Καὶ εἶπεν ὁ Θεὸς· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς καὶ ἐγένετο οὕτω. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς· καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὸν· καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη.
Εἶτα ἀνιστάμενοι λέγομεν
Τροπάριον Ἦχος πλ. β'
Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σε πᾶσιν ἐκήρυξεν, ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ· Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.
Στίχος α' Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.
Στίχος β' Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ· μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.
Στίχος γ' Καὶ ἰδοὺ ἀλλόφυλοι, καὶ Τύρος, καὶ λαὸς τῶν Αἰθιόπων.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.
Στίχος δ' Οὗτοι ἐγεννήθησαν ἐκεῖ, Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.
Στίχος ε' Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ Ἀρχόντων τούτων τῶν γεγεννημένων ἐν αὐτῇ, Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν ...
Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σε πᾶσιν ἐκήρυξεν, ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ. Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.

Εἶτα, τό ἐφεξῆς Ἀνάγνωσμα

Ζ' Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ, 9, 6-7)
Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος,θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυΐδ, καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Ο ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.
Τροπάριον Ἦχος πλ. β'
Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου, νοητὲ Ἥλιε τῆς Δικαιοσύνης· καὶ Ἀστὴρ σε ὑπέδειξεν, ἐν Σπηλαίῳ χωρούμενον τὸν ἀχώρητον.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

Στίχος α' Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.
Στίχος β' Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται· ἕτοιμος ὁ θρόνος ἀπὸ τότε.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

Στίχος γ' Ἐπῆραν οἱ ποταμοὶ Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

Στίχος δ' Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος· τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

Στίχος ε' Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.
Δόξα... Καὶ νῦν ...
Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου, νοητὲ Ἥλιε τῆς Δικαιοσύνης, καὶ Ἀστὴρ σε ὑπέδειξεν, ἐν Σπηλαίῳ χωρούμενον τὸν ἀχώρητον.
Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου, μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι.

Εἶτα, τό Ἀνάγνωσμα

Η' Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 7, 10-16 & 8, 1-4, 8-10)
Προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω ουδ' οὐ μὴ πειράσω Κύριον. Καὶ εἶπεν(Ἡσαΐας)· Ἀκούσατε δὴ οἶκος Δαυΐδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐ μ μ α ν ο υ ὴ λ. Βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθὸν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθὸν. Καὶ εἶπεν Κύριος πρὸς με· Λάβε σεαυτῷ τόμον καινὸν μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ· καὶ μάρτυρὰς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν Ἱερέα καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχιου. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ. Ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Μεθ' ἡμῶν ὁ Θεὸς. Γνῶτε ἔθνη καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν Κύριος ὁ Θεὸς.

Μετὰ δὲ τὴν τῶν Ἀναγνωσμάτων συμπλήρωσιν, γίνεται Συναπτή, καὶ μετὰ τὴν Ἐκφώνησιν, ψάλλεται τὸ Τρισάγιον.

Εἶτα Προκείμενον τοῦ Ἀποστόλου.
Ἦχος α'.
Κύριος εἶπε πρὸς με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Στίχ. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
τὸ Ἀνάγνωσμα (Κεφ. 1, 1-14 & 2, 1-3)
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς Πατράσιν ἐν τοῖς Προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὅς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς Βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί, Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε. Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεῦμα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μὴ ποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.

Ἀλληλούϊα Ἦχος πλ. δ'
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου.
Στίχ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος.
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. 2, 1-20)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος. Μὴ φοβεῖσθε· Ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὃς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ. Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ Κύριος ἐγνώρισεν ἡμῖν. Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον, τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου, καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν Ποιμένων πρὸς αὐτούς, ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ἐπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.

Καὶ καθ' ἑξῆς, ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου.

Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

Ἀπολυτίκιον Ἦχος δ' ἐκ γ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...


Ἀπολυτίκιον Ἦχος δ' ἐκ γ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. (τρις).

Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)

Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα ὅμοιον
Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. (Δίς)

Μετὰ δὲ τὸν Πολυέλεον
Κάθισμα ὅμοιον
Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι. (Δίς)

τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου
Ἀντίφωνον Α'
• Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
• Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ'
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.
Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου.



Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά… αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.


Εὐαγγέλιον κατὰ Ματθαῖον
(Κεφ. 2, 1-20)
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως· Ἰδού, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τόν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ' αὐτοῦ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ' αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου. Καὶ σύ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρῴδης, λάθρα καλέσας τοὺς μάγους, ἠκρίβωσε παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδού, ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Ἀναχωρησάντων τῶν Μάγων, ἰδού, ἄγγελος Κυρίου φαίνεται κατ' ὄναρ τῷ Ἰωσήφ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον. Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος· Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς. Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὔκ εἰσι. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.



Ν' Ψαλμός χύμα

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους




Δόξα... Ἦχος β'
Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται. Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου.

Καὶ νῦν ... Τὸ αὐτό.
Εἶτα

Στίχ. Ἐλέησόν με ὁ Θεός...

Καὶ ψάλλομεν τὸ παρὸν Ἰδιόμελον
Ἦχος πλ. β'
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμερον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.


κανόνες
Χριστὸς βροτωθεὶς ἦν ὅπερ Θεὸς μένῃ.

ᾨδὴ α' Ἦχος α'
Ὁ Εἱρμὸς
«Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».

Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται.

Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται.

Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.

Ἕτερος Κανὼν Ἰαμβικός, Ἰωάννου Μοναχοῦ, φέρων ἀκροστιχίδα τήνδε διὰ στίχων Ἡρωελεγείων

Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει
Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον
Ἐν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου.
Ἀλλ' Ἄνα ῥητῆρας ῥύεο τῶνδε πόνων.

ᾨδὴ α' Ἦχος ὁ αὐτὸς
Ὁ Εἱρμὸς
«Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι·
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν».

Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,
Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,
Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,
Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,
Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.

Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,
Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,
Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,
Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες,
Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Τῶ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».

Ὁ τῆς ἐπιπνοίας, μετασχὼν τῆς ἀμείνω Ἀδὰμ χοϊκός, καὶ πρὸς φθορὰν κατολισθήσας, γυναικείᾳ ἀπάτῃ, Χριστὸν γυναικὸς βοᾷ ἐξορῶν, ὁ δι' ἐμὲ κατ᾿ ἐμὲ γεγονώς, ἅγιος εἶ Κύριε.

Σύμμορφος πηλίνης, εὐτελοῦς διαρτίας Χριστὲ γεγονώς, καὶ μετοχῇ σαρκὸς τῆς χείρω, μεταδοὺς θείας φύτλης, βροτὸς πεφυκώς, καὶ μείνας Θεός, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Βηθλεὲμ εὐφραίνου, Ἡγεμόνων Ἰούδα βασίλεια· τὸν Ἰσραὴλ γὰρ ὁ ποιμαίνων, Χερουβὶμ ὁ ἐπ' ὤμων, ἐκ σοῦ προελθὼν Χριστὸς ἐμφανῶς, καὶ ἀνυψώσας τὸ κέρας ἡμῶν, πάντων ἐβασίλευσεν.

Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν,
Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας,
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως».

Νύμφης πανάγνου τὸν πανόλβιον τόκον
Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός,
Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ.
Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων,
Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον.

Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ,
Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης,
Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ' ἐπ' ἐσχάτων
Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα,
Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.

Ἡ Ὑπακοὴ Ἦχος πλ. δ' (χύμα)
Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν, ὁ οὐρανὸς σοι προσεκόμισε, τῷ κειμένῳ νηπίῳ ἐν φάτνῃ, δι᾿ ἀστέρος τοὺς Μάγους καλέσας· οὓς καὶ κατέπληττεν, οὐ σκῆπτρα καὶ θρόνοι, ἀλλ' ἐσχάτη πτωχεία· τὶ γάρ εὐτελέστερον σπηλαίου; τὶ δὲ ταπεινότερον σπαργάνων; ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός σου πλοῦτος. Κύριε δόξα σοι.


ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας· ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε».

Ὃν πάλαι προεῖπεν Ἰακώβ, ἐθνῶν ἀπεκδοχὴν Χριστέ, φυλῆς Ἰούδα ἐξανέτειλας, καὶ δύναμιν Δαμασκοῦ, Σαμαρείας σκῦλά τε, ἦλθες προνομεύσων πλάνην τρέπων, εἰς πίστιν θεοτερπῆ. Δόξα τῇ δυνάμει σου Κύριε.

Τοῦ Μάντεως πάλαι Βαλαάμ, τῶν λόγων μυητὰς σοφούς, ἀστεροσκόπους χαρᾶς ἔπλησας, ἀστὴρ ἐκ τοῦ Ἰακώβ, ἀνατείλας Δέσποτα, Ἐθνῶν ἀπαρχὴν εἰσαγομένους· ἐδέξω δὲ προφανῶς, δῶρά σοι δεκτὰ προσκομίζοντας.

Ὡς πόκῳ γαστρὶ Παρθενικῇ, κατέβης ὑετὸς Χριστέ, καὶ ὡς σταγόνες ἐν γῇ στάζουσαι. Αἰθίοπες καὶ θαρσεῖς, καὶ Ἀράβων νῆσοί τε, Σαβᾶ Μήδων, πάσης γῆς κρατοῦντες, προσέπεσόν σοι Σωτήρ. Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι,
ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει,
Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον.
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος».

Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως,
Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου,
Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας,
Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον,
Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων.

Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα.
Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα,
Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις,
Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην,
Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον.

Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε,
Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας,
Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον.
Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην,
Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε».

Ἐν δούλοις τῷ Καίσαρος δόγματι, ἀπεγράφης πειθήσας, καὶ δούλους ἡμᾶς, ἐχθροῦ καὶ ἁμαρτίας, ἠλευθέρωσας Χριστέ, ὅλον τὸ καθ᾿ ἡμᾶς δὲ πτωχεύσας, καὶ χοϊκόν ἐξ αὐτῆς ἑνώσεως, καὶ κοινωνίας ἐθεούργησας.

Ἰδοὺ ἡ Παρθένος, ὡς πάλαι φησίν, ἐν γαστρὶ συλλαβοῦσα ἐκύησε, Θεὸν ἐνανθρωπήσαντα, καὶ μένει Παρθένος· δι ἧς καταλλαγέντες Θεῷ οἱ ἁμαρτωλοί, Θεοτόκον κυρίως οὖσαν, ἐν πίστει ἀνυμνήσωμεν.

Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης
Ἱλασμὸν ἡμῖν Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν σοι τελοῦσιν ὕμνον, ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων εὐχερῆ τε τὴν τρίβον,
Καθ' ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος».

Ἀπηνὲς ἔχθος, τὸ πρὸς αὐτὸν Δεσπότης,
Τεμὼν διαμπάξ, σαρκὸς ἐν παρουσίᾳ,
Ἵνα κρατοῦντος ὤλεσε ψυχοφθόρου,
Κόσμον συνάπτων, ταῖς ἀΰλοις οὐσίαις,
Τιθεὶς προσηνῆ, τὸν Τεκόντα τῇ κτίσει.

Ὁ λαὸς εἶδεν, ὁ πρὶν ἠμαυρωμένος,
Μεθ' ἡμέραν φῶς, τῆς ἄνω φρυκτωρίας·
Ἔθνη Θεῷ δέ, κλῆρον Υἱὸς προσφέρει,
Νέμων ἐκεῖσε τὴν ἀπόρρητον χάριν,
Οὗ πλεῖον ἐξήνθησεν ἡ ἁμαρτία.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».

Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.

Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.

Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».

Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,
Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,
Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,
Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ
Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.

Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,
Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,
Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,
Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.
Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.

Κοντάκιον
Ἦχος γ' Αὐτόμελον
Ποίημα Ῥωμανοῦ τοῦ Μελῳδοῦ
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Ὁ Οἶκος
Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν· τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν, τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου. Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος, βλαστάνουσα ἄφεσιν· ἐκεῖ εὑρέθη φρέαρ ἀνώρυκτον, οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν· ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
• Θεὸς τὸ τεχθέν, ἡ δὲ Μήτηρ Παρθένος.
• Τὶ μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις;
• Παρθενικὴ Μαρίη Θεὸν εἰκάδι γείνατο πέμπτη.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ προσκύνησις τῶν Μάγων.
Στίχοι
• Σὲ προσκυνοῦσα τάξις ἐθνική, Λόγε,
• Τὸ πρὸς σὲ δηλοῖ τῶν Ἐθνῶν μέλλον σέβας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.
Στίχοι
• Ποίμνην ἀφέντες τὴν ἑαυτῶν Ποιμένες,
• Ἰδεῖν καλὸν σπεύδουσι Χριστὸν ποιμένα.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ᾨδη ζ' Ὁ Εἱρμὸς
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».

Ποιμένες ἀγραυλοῦντες, ἐκπλαγοῦς φωτοφανείας ἔτυχον· δόξα Κυρίου γὰρ αὐτούς, περιέλαμψε καὶ Ἄγγελος. Ἀνυμνήσατε βοῶν, ὅτι ἐτέχθη Χριστός, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ἐξαίφνης σὺν τῷ λόγῳ τοῦ Ἀγγέλου, οὐρανῶν στρατεύματα, Δόξα ἐκραύγαζον Θεῷ, ἐν ὑψίστοις, ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, Χριστὸς ἔλαμψεν. Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ῥῆμα τὶ τοῦτο; εἶπον οἱ Ποιμένες· διελθόντες ἴδωμεν τὸ γεγονός, θεῖον Χριστόν· Βηθλεὲμ καταλαβόντες δέ, σὺν τῇ τεκούσῃ προσεκύνουν ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,
Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,
Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».

Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,
Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,
Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,
Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,
Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.

Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,
Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,
ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,
Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,
Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.

Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,
Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,
Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν·
Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,
Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».

Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾗδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,
Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,
Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις».

Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ,
Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον.
Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις,
Ἄδοξον εὖχος δειματουμένη φέρειν,
Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.

Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων,
Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων,
Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν·
Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι,
Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.


Καταβασίες

Χριστὸς γεννᾶται»
«Ἔσωσε λαόν»
(Πεζαὶ καὶ ἰαμβικαί)
Τῆς Χριστοῦ Γεννήσεως
Ὠδὴ α’. Ἦχος α’.
Χριστὸς γεννᾶται δοξάσατε· Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε· Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα, χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθείς, ἐκ Κόρης τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν· ὅν κατ’ οὐσίαν,
Ἴσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν.
Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

Νεῦσον πρὸς ὕμνους, οἰκετῶν εὐεργέτα,
Ἐχθροῦ ταπεινῶν, τὴν ἐπηρμένην ὀφρύν,
Φέρων τε παντεπόπτα, τῆς ἁμαρτίας
Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους,
Μάκαρ μελῳδούς, τῇ βάσει τῆς πίστεως.
Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς, Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος· ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει Σου Κύριε.

Γένους βροτείου, τὴν ἀνάπλασιν πάλαι,
ᾌδων προφήτης, Ἀββακοὺμ προμηνύει,
Ἰδεῖν ἀφράστως, ἀξιωθεὶς τὸν τύπον·
Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου,
Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος.
Ὠδὴ ε’.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς Σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν Σε, Φιλάνθρωπε.

Ἐκ νυκτὸς ἔργων, ἐσκοτισμένης πλάνης,
Ἱλασμὸν ἡμῖν, Χριστὲ τοῖς ἐγρηγόρως,
Νῦν Σοι τελοῦσιν, ὕμνον ὡς εὐεργέτῃ,
Ἔλθοις πορίζων, εὐχερῆ τε τὴν τρίβον,
Καθ’ ἣν ἀνατρέχοντες, εὕροιμεν κλέος.
Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν Σε, τῆς ἐμῆς ῥᾳθυμίας.
Ὠδὴ ζ’.
Οἱ Παῖδες, εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν πατέρων, Θεὸς εὐλογητὸς εἶ.

Τῷ παντάνακτος, ἐξεφαύλισαν πόθῳ,
Ἄπλητα θυμαίνοντος, ἠγκιστρωμένοι,
Παῖδες τυράννου, δύσθεον γλωσσαλγίαν·
Οἷς εἴκαθε πῦρ, ἄσπετον τῷ Δεσπότῃ,
Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω, ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Μήτραν ἀφλέκτως, εἰκονίζουσι Κόρης,
Οἱ τῆς παλαιᾶς, πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,
Λαοὺς πρὸς ὕμνον, ἐξανίστησι Χάρις.



Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.


ᾨδὴ θ'
ΜΕΓΑΛΥΝΑΡΙΑ
Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ Ἦχος α'
• Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. (Δίς)
• Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
• Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
• Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
• Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα.
• Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.
• Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.

Ἔτερα εἰς τὸν Ἰαμβικὸν Κανόνα
• Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ.
• Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου.
• Σήμερον οἱ Ποιμένες, βλέπουσι τὸν Σωτῆρα, σπαργάνοις εἱλημένον, καὶ κείμενον ἐν Φάτνῃ.
• Σήμερον ὁ Δεσπότης, ῥάκει σπαργανοῦται, ὁ ἀναφὴς ὡς βρέφος.
• Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης.
• Οὐράνιαι Δυνάμεις τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ.
• Δόξα...
• Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος.
• Καὶ νῦν ...
• Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ὁ Εἱρμὸς
«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».

Ἐξαίσιον δρόμον, ὁρῶντες οἱ Μάγοι, ἀσυνήθους νέου ἀστέρος ἀρτιφαοῦς, οὐρανίου ὑπερλάμποντος, Χριστὸν Βασιλέα ἐτεκμήραντο, ἐν γῇ γεννηθέντα Βηθλεέμ, εἰς σωτηρίαν ἡμῶν.

Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν; εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν· μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.

Ἠκρίβωσε χρόνον Ἡρῴδης ἀστέρος, οὗ ταῖς ἡγεσίαις οἱ Μάγοι ἐν Βηθλεέμ, προσκυνοῦσι Χριστῷ σὺν δώροις· ὑφ' οὗ πρὸς Πατρίδα ὁδηγούμενοι, δεινὸν παιδοκτόνον, ἐγκατέλιπον παιζόμενον.

Ἰαμβικὸς Ὁ Εἱρμὸς
«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».

Τύπους ἀφεγγεῖς καὶ σκιὰς παρηγμένας,
Ὦ Μῆτερ ἁγνή, τοῦ Λόγου δεδορκότες,
Νέου φανέντος, ἐκ πύλης κεκλεισμένης,
Δοξούμενοί τε, τῆς ἀληθείας φάος,
Ἐπαξίως σὴν εὐλογοῦμεν γαστέρα.

Πόθου τετευχώς, καὶ Θεοῦ παρουσίας,
Ὁ χριστοτερπὴς λαὸς ἠξιωμένος,
Νῦν ποτνιᾶται τῆς παλιγγενεσίας.
Ὡς ζωοποιοῦ· τὴν χάριν δὲ Παρθένε,
Νέμοις ἄχραντε, προσκυνῆσαι τὸ κλέος.

καταβασίαι
• Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».
• Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
«Στέργειν μὲν ἡμᾶς, ὡς ἀκίνδυνον φόβῳ,
Ῥᾷον σιωπήν, τῷ πόθῳ δὲ Παρθένε,
Ὕμνους ὑφαίνειν, συντόνως τεθηγμένους,
Ἐργῶδές ἐστιν, ἀλλὰ καὶ Μήτηρ σθένος,
Ὅση πέφυκεν ἡ προαίρεσις δίδου».



Ἐξαποστειλάριον Αὐτόμελον Ἦχος γ΄
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος. Ἐκ γ'.



Αἶνοι Ἦχος δ'
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε, δόξα σοι.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ αὐτὸς
Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται.


Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ὁ αὐτὸς
Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα σοι.


Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁ αὐτὸς
Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς.


Δόξα... Ἦχος πλ. β' Γερμανοῦ
Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διὸ σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τήν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.



Καὶ νῦν ... Ἦχος β' Ἰωάννου Μοναχοῦ
Σήμερον ὁ Χριστός, ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου. Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται. Αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν, οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν, ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν·
(ὁ δεξιός χορός)
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Απολυτίκιον Ήχος δ'
Η γέννησίς σου Χριστέ ο Θεός ημών, ανέτειλε τώ κόσμω, τό φώς τό τής γνώσεως, εν αυτή γάρ οι τοίς άστροις λατρεύοντες, υπό αστέρος εδιδάσκοντο, σέ προσκυνείν, τόν Ήλιον τής δικαιοσύνης, καί σέ γινώσκειν εξ ύψους ανατολήν, Κύριε δόξα σοι.




Είς την λειτουργίαν
Τα αντίφωνα

Ἀντίφωνον Α' Ἦχος β'
Στίχ. α' Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
• Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. β' Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου.
• Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. γ' Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.
• Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Στίχ. δ' Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
• Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Δόξα... Καὶ νῦν ...
• Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον Β' Ἦχος β'
Στίχ. α' Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
• Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Στίχ. β' Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ.
• Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Στίχ. γ' Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
• Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.
Στίχ. δ' Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν.
• Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀντίφωνον Γ' Ἦχος δ'
Στίχ. α' Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Ἀπολυτίκιον Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.
Στίχ. β' Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών.
• Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν...
Στίχ. γ' Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου.
• Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν...


Εἰσοδικὸν
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.




Ἀπολυτίκιον Ἦχος δ'
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ἀντὶ δὲ τοῦ Τρισαγίου
Όσοι εις Χριστόν εβαπτίσθητε, Χριστόν ενεδύσασθε! Αλληλούϊα!


Προκείμενον. Ήχος πλ. δ’ (Ψαλμός ξε’).

Πάσα η γή προσκυνησάτωσάν σοι και ψαλάτωσάν σοι.

Στίχ. Αλαλάξατε τώ Κυρίω πάσα η γή.

Προς Γαλάτας Επιστολής Παύλου το Ανάγνωσμα

Αδελφοί ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 6 Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον· ἀββᾶ ὁ πατήρ. 7 ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.

Αλληλούϊα (γ’)


Ευαγγέλιον
ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ
(Κατά Ματθαῖον β΄ 1-12)

Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα 2 λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. 3 ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ' αὐτοῦ, 4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ' αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. 5 οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου· 6 Καὶ σύ Βηθλέεμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. 7 Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, 8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπε· Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. 9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον· 10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. 11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· 12 καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.


Είς το Εξαιρέτως...

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν».


Κοινωνικὸν
Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.



Αντί του Είδομεν το φώς...

Ἀπολυτίκιον Ἦχος δ' (άπαξ).
Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.


Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Απάντηση

Επιστροφή στο “Βυζαντινή Μουσική”