† Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων.

Συζήτηση για την Βυζαντινή Μουσική.

Συντονιστές: alex, Συντονιστές

Απάντηση
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

† Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων.

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη

30-6-2010

† Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων.


Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.


• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος β’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.



Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἦχος β' Αὐτόμελον
Ἀνδρέου Πυροῦ

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ ἡνωμένους τῷ Πνεύματι, τοὺς θεοκηρύκων πρωτοστάτας, τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα, τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα· τούτους γὰρ ὄντως ἀξίως, ἀθανάτου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν Πέτρον καὶ Παῦλον, τῆς θεογνωσίας τὰς πτέρυγας, τὰς διαπτάσας τὰ πέρατα, καὶ πρὸς οὐρανὸν ἀνυψωθείσας, τὰς χεῖρας, Εὐαγγελίου τοῦ τῆς χάριτος, τοὺς πόδας, τῆς ἀληθείας τοῦ κηρύγματος, τοὺς ποταμοὺς τῆς σοφίας, τοῦ Σταυροῦ τὰ κέρατα, δι' ὧν δαιμόνων ὀφρύν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.



Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ποίοις πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν Πέτρον καὶ Παῦλον; τὰ τὴν ἀθεότητα σφάττοντα, καὶ μὴ ἀμβλυνόμενα στόματα, τῆς φρικτῆς τοῦ Πνεύματος μαχαίρας, τὰ Ῥώμης, περιφανῆ ἐγκαλλωπίσματα, τὰ πάσης τῆς οἰκουμένης ἐντρυφήματα, τὰς τῆς Καινῆς Διαθήκης, θεογράφους πλάκας, νοουμένας ἃς ἐν Σιών, Χριστὸς ἐξεφώνησεν, ὁ ἔχων τὸ μέγα ἔλεος.


Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
Ὡς αὐτόπται καὶ μάρτυρες, τῆς τοῦ Λόγου σαρκώσεως, Μαθηταὶ πανόλβιοι μακαρίζεσθε· ὡς ἀστραπαὶ γὰρ ἐκλάμποντες, τῷ κόσμῳ ἐφάνατε, καὶ ὡς ὄρη νοητά, γλυκασμόν ἐσταλάξατε, ὡς ἀέναοι, ποταμοὶ Παραδείσου μερισθέντες, τῶν ἐθνῶν τὰς Ἐκκλησίας, θείοις ποτίζετε νάμασιν.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ὡς βολίδες ἀστράπτουσαι, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, εἰς τὸν κόσμον ἅπαντα διεπέμφθητε, τὴν τῶν θαυμάτων ἐνέργειαν, ἀφθόνως παρέχοντες, λειτουργοὶ τῶν τοῦ Χριστοῦ, μυστηρίων γενόμενοι, καὶ θεόγραφοι, θείας χάριτος πλάκες γεγραμμέναι, θεοδίδακτον τὸν νόμον, ἱερομύσται πανόλβιοι.


Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Ἁλιέων ὁ κάλαμος, φιλοσόφων τὸ φρύαγμα, καὶ ῥητόρων ῥεύματα διετάραξε, θεοσοφίας διδάγματα, χαράττων καὶ δόγματα, καὶ μυρίων ἀγαθῶν, τηλαυγῶς ἐκτιθέμενος, εὐαγγέλιον, καὶ τρυφῆς ἀϊδίου μετουσίαν, καὶ Ἀγγέλων ἀπολαύσεις, καὶ διαμένουσαν εὔκλειαν.

Δόξα... Ἦχος πλ. β'
Κοσμᾶ Μοναχοῦ
Ἡ πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν, μυστικῶς οὖν κροτήσαντες, τούτοις προσείπωμεν· Χαίρετε φωστῆρες τῶν ἐν σκότει, τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες· Χαίρετε Πέτρε καὶ Παῦλε, δογμάτων τῶν θείων θεμέλιοι ἀρραγεῖς, φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια. Πάρεστε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων, τοὺς τὴν ὑμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι.
Καὶ νῦν... Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος· Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας

Τῇ Τρίτῃ ἑσπέρας Ἦχος α'
Τὸ ἔλεός σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας της ζωῆς μου.
Στίχ. Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.





Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Ὁ οὐρανόθεν τὴν χάριν δεδεγμένος, ὅτε τὴν ἐρώτησιν πρὸς τὸν χορὸν ὁ Σωτήρ, τὸν δωδεκάριθμον ἔφησε, τῶν Ἀποστόλων· Τίνα με λέγουσιν εἶναι ἄνθρωποι; τότε δὴ ὁ πρόκριτος, Πέτρος Χριστοῦ Μαθητῶν, θεολογῶν ἀνεκήρυξε, τρανῶς βοήσας· Σὺ εἶ Χριστός, τοῦ ζῶντος Θεοῦ Υἱός· ὅθεν ἀξίως μακαρίζεται, ὡς ἐξ ὕψους λαβὼν ἀποκάλυψιν, καὶ δεσμεῖν τε καὶ λύειν, τὰς εὐθύνας κομισάμενος.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ὁ ἐξ ὑψίστου κληθείς, οὐκ ἀπ' ἀνθρώπων, ὅτε τὸ ἐπίγειον σκότος ἠμαύρωσε, τοὺς ὀφθαλμοὺς σοῦ τοῦ σώματος, τῆς ἀσεβείας, δημοσιεῦον τὴν σκυθρωπότητα, τότε τὸ οὐράνιον, φῶς περιήστραψε, σῆς διανοίας τὰ ὄμματα, τῆς εὐσεβείας, ἀνακαλύπτον τὴν ὡραιότητα· ὅθεν ἐπέγνως τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεόν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Σὺ ἐπαξίως πέτρα προσηγορεύθης, ἐν ᾗ τὴν ἀκράδαντον πίστιν ὁ Κύριος, τῆς Ἐκκλησίας ἐκράτυνεν, ἀρχιποιμένα, τῶν λογικῶν προβάτων ποιήσας σε, ἐντεῦθεν κλειδοῦχον σε τῶν οὐρανίων πυλῶν, ὡς ἀγαθὸς ἐγκατέστησεν, ἀνοίγειν πᾶσι, τοῖς μετὰ πίστεως προσεδρεύουσιν· ὅθεν ἀξίως κατηξίωσαι, σταυρωθῆναι καθὼς ὁ Δεσπότης σου, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα... Ἦχος πλ. β'
Ἐφραὶμ Καρίας
Ἑορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον, ἡ πάνσεπτος μνήμη τῶν σοφωτάτων Ἀποστόλων, καὶ κορυφαίων Πέτρου καὶ Παύλου· διὸ καὶ Ῥώμη συγχαίρει χορεύουσα. Ἐν ᾠδαῖς καὶ ὕμνοις ἑορτάσωμεν καὶ ἡμεῖς ἀδελφοί, τὴν πανσεβάσμιον ταύτην ἡμέραν, βοῶντες πρὸς αὐτούς· Χαῖρε, Πέτρε Ἀπόστολε, καὶ γνήσιε φίλε, τοῦ σοῦ διδασκάλου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· Χαῖρε, Παῦλε παμφίλτατε, καὶ κήρυξ τῆς πίστεως, καὶ διδάσκαλε τῆς οἰκουμένης, ὡς ἔχων παρρησίαν, ζεῦγος ἁγιόλεκτον, Χριστὸν τὸν Θεόν ἡμῶν ἱκετεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀπολυτίκιον Ἦχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον Ἦχος γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον Ἦχος γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Μετὰ τὴν πρώτην Στιχολογίαν
Κάθισμα τοῦ Πέτρου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τὸν βυθὸν τῆς ἁλιείας καταλιπών, οὐρανόθεν ἐδέξω παρὰ Πατρός, τὴν θείαν ἀποκάλυψιν, τῆς τοῦ Λόγου σαρκώσεως, καὶ παρρησίᾳ πᾶσιν, ἐβόας τῷ Κτίστῃ σου, τοῦ Θεοῦ σε γινώσκω, Υἱὸν ὁμοούσιον, Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος, Πέτρε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν φρίττω τὴν φοβεράν, τρέμω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κόλασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος, τὸν τάρταρον, Οἴμοι! τὶ ποιήσω ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅταν τίθωνται θρόνοι, καὶ βίβλοι ἀνοίγωνται, καὶ αἱ πράξεις ἐλέγχωνται; Τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τοῦ Παύλου
Τὴν Σοφίαν καὶ Λόγον
Οὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ, κομισάμενος ὤφθης κήρυξ φωτός, πᾶσι τοῖς τῆς χάριτος, καταλάμψας διδάγμασι· τὴν γὰρ τοῦ νόμου ξέσας, λατρείαν τοῦ γράμματος, τοῖς πιστοῖς κατήστραψας, τὴν γνῶσιν τοῦ Πνεύματος· ὅθεν καὶ εἰς τρίτον, οὐρανὸν ἐπαξίως, ἐπήρθης μετάρσιος, καὶ Παράδεισον ἔφθασας, Παῦλε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσης φλογιζούσης δώρησαι, καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν τόκον σου Ἄχραντε, Μετὰ τὸν Πολυέλεον.


Ν' Ψαλμός(χύμα)

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Πέτρον γεραίρω, Παῦλον ὑμνῶ προφρόνως.

ᾨδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου
Παράσχου μοι Κύριε, τοῦ παναγίου σου Πνεύματος, σταγόνα χαρίσματος, λόγον τὸν εὔσημον, καὶ τερφθήσομαι, πιστῶς ἐγκωμιάζων, τῶν πρωταποστόλων σου τὰ κατορθώματα.

Ἔλιπες πανεύφημε, Πέτρε προθύμως τὰ πρόσκαιρα, καὶ Χριστοῦ τοῖς ἴχνεσιν ἐπηκολούθησας. Τὴν δυσπείθειαν, ἀπέλιπες δὲ Παῦλε, καὶ τῷ σὲ καλέσαντι, προσεκολλήθης Χριστῷ.

Τὴν χάριν Ἀπόστολοι, οὐσιωδῶς ἐνδημησασαν, ἡμῖν εἰσδεξάμενοι, τοῦ θείου Πνεύματος, διενείμασθε, τῆς γῆς ἁπάσης Πέτρε, καὶ Παῦλε διδάσκοντες, πάντα τὰ πέρατα.
Θεοτοκίον
Ῥητόρων πολύφθογγοι, καὶ μουσικῶν λίαν εὔηχοι, γλῶσσαί σε οὐ σθένουσι, τιμᾶν ἢ μέλπειν Ἁγνή, ὑπὲρ ἄνθρωπον· καὶ γὰρ τὸ πεπραγμένον, ἐν σοὶ μόνῃ πέφυκε, θεῖον μυστήριον.

Ὁ Κανων τῶν ΙΒ', οὗ ἡ Ἀκροστιχίς.

Χριστοῦ γεραίρω τοὺς σοφοὺς Ἀποστόλους.
Θεοφάνους.

ᾨδὴ α' Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον
Χορείαν τῶν Ἀποστόλων μέλπειν μοι, προθυμουμένῳ Χριστέ, ταῖς ἱκεσίαις τούτων ὡς Θεός, τὴν ἀκτῖνα τοῦ Πνεύματος, τοῦ Παναγίου δώρησαι, καὶ τὴν λαμπάδα τῆς σοφίας σου.

Ῥωσθέντες ῥώμῃ τῇ σῇ καὶ χάριτι, Χριστὲ τὴν δύναμιν, τῶν ἐναντίων ἔθραυσαν ἐχθρῶν, οἱ σεπτοί σου, Ἀπόστολοι, θεοειδεῖς γενόμενοι, ταῖς ἀνενδότοις πρὸς σὲ νεύσεσιν.

Ἰάσεις ἐπιτελοῦντες Δέσποτα, τῷ σῷ ὀνόματι, τὰ τῶν ἐθνῶν συστήματα τῇ σῇ, ἐπιγνώσει ἐζώγρησαν, οἱ εὐκλεεῖς Ἀπόστολοι, καὶ τῷ φωτί σου κατελάμπρυναν.

Σοφίᾳ μαθητευθέντες ἔνδοξοι, Χριστοῦ Ἀπόστολοι, τῇ οὐρανίῳ πᾶσαν προφανῶς, τῶν σοφῶν ἐμωράνατε, πολυλογίαν ἄχρηστον, τῇ συντονίᾳ τοῦ κηρύγματος.
Θεοτοκίον
Τριάδος τῆς ὑπερθέου Πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ' ἡμᾶς, εὐδοκίᾳ τοῦ φύσαντος, καὶ συνεργείᾳ Πνεύματος, τοῦ παναγίου Μητροπάρθενε.

Τῶν Κορυφαίων
ᾨδὴ γ'
Τοὺς σοὺς ὑμνολόγους
Ὁ σύγγονος Πέτρε σοι Ἀνδρέας, προφαίνει Μεσσίαν τὸν Χριστόν, ᾧ πίστει προσεπέλασας. Καὶ σὺ Παῦλε θεσπέσιε, τῷ θεουργῷ Βαπτίσματι, δι' Ἀνανίου πεφώτισαι.

Νωθρῶς τοὺς τῷ γράμματι τοῦ Νόμου, προσπταίοντας γόνους, Ἰσραήλ, τῷ φωτισμῷ τῆς χάριτος, ὁ Πέτρος προσενήνοχε· Τὰς τῶν ἐθνῶν ἀγέλας δέ, ὁ Παῦλος πλάνης ἐρρύσατο.

Γυμνοὺς καὶ ἀόπλους εἰς τὰ ἔθνη, ἀπέστειλας σοῦ τοὺς Μαθητάς, ἀνθ' ὅπλων σοῦ τὸ ὄνομα, βαστάζοντας τὸ ἅγιον, καὶ τὸν τῆς πλάνης πόλεμον, Χριστὲ τῇ πίστει διέλυσαν.
Θεοτοκίον
Ἐπλήσθη Ἀπόστολοι τοῦ γνῶναι, τὸν Κύριον σύμπασα ἡ γῆ, τὸν ἐκ Παρθένου λάμψαντα, καὶ κόσμον καταυγάσαντα, θείῳ ὑμῶν κηρύγματι, Πέτρε καὶ Παῦλε πανεύφημοι.

Τῶν ΙΒ'
Εὐφραίνεται ἐπὶ σοὶ
Οὐράνια καὶ σεπτά, θεηγοροῦντες ἐπὶ γῆς δόγματα, γλώσσαις πυρὸς φθεγγόμενοι, κήρυκες Χριστοῦ παρεδώκατε.

Ὑπέδειξας οὐρανούς, τοὺς Μαθητάς σου λογικούς, Δέσποτα, δόξαν τὴν σὴν ἅπασιν, ἐκδιηγουμένους τοῖς πέρασι.

Γραφέντες ἐν οὐρανοῖς, καὶ δεδειγμένοι τοῦ Χριστοῦ σύσκηνοι, τοὺς νῦν ἡμᾶς Πάνσοφοι, σέβοντας προθύμως φρουρήσατε.
Θεοτοκίον
Ἐσκήνωσεν ἐν ἡμῖν, ὁ ἐν ὑψίστοις κατοικῶν Πάναγνε· ἄνευ σπορᾶς σάρκα γάρ, ἐκ σοῦ προσλαβὼν πεφανέρωται.

Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς
Κατοικισθέντες ἐν φωτὶ ἀπροσίτῳ, ὡς οἰκητήρια φωτὸς πεφυκότες, οἶκον ὑμῶν τὸν ἅγιον φωτίζετε ἀεί, θείαις προσφοιτήσεσιν· ὅθεν πίστει βοῶμεν· Σκότους ἡμᾶς ῥύσασθε, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐθνῶν ἐπιδρομῆς, ἐκδυσωποῦντες τὸν Κτίστην Ἀπόστολοι.
Θεοτοκίον
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Τῶν Κορυφαίων
ᾨδὴ δ'
Τὴν ἀνεξιχνίαστον
Ῥωμαλεωτάτοις μὲν οἱ ἀσθενεῖς, ῥητορικωτάτοις δὲ μέροψιν, οἱ ἰδιῶται, συμπλακέντες εὐσεβῶς, Πέτρος καὶ Παῦλος ἤραντο, νῖκος τοῦ Χριστοῦ οἱ Ἀπόστολοι.

Ἀποστάτην Σίμωνα μάγον δεινόν, ὡς φιλοχρυσότατον ἤλεγξεν, ὁ θεῖος Πέτρος, ὁ δὲ Παῦλος ὁ σοφός, τὸν τρίβους διαστρέφοντα, τοῦ Χριστοῦ Ἐλύμαν ἐπήρωσεν.

Ἰδιωτικώτατον ὁ ἁλιεύς, καὶ ὁ σκηνουργὸς λόγον ἔχοντες, ἀλλ' ἠρτυμένον, θείῳ ἅλατι ψυχάς, τῶν φιλοσόφων ἥδυναν, καὶ Χριστοῦ τῇ πίστει προσήγαγον.
Θεοτοκίον
Ῥήσει θεοπνεύστῳ λαλῶν Ἀββακούμ, ὄρος σε δασὺ καὶ κατάσκιον, ὁ θεῖος ἔφη, τὸν ἐλθόντα ἐκ Θαιμάν, καὶ βροτωθέντα Δέσποινα, διὰ σοῦ μηνύων σαφέστατα.

Τῶν ΙΒ'
Ἐπαρθέντα σε ἰδοῦσα
Ῥημάτων θείων ὁ φθόγγος τῶν Ἀποστόλων, πυρσοφανῶς διῆλθε, τὴν οἰκουμένην πᾶσαν, πλάνης μὲν τὴν ὕλην ἐμπιπρῶν, φωτίζων δὲ χάριτι, τὰ τῶν εὐσεβούντων συστήματα.

Ἀμαυρωθέντα τῷ ζόφῳ τῆς ἀσεβείας, θεοφεγγεῖς φωστῆρες, οἱ Μαθηταὶ φανέντες, κόσμον κατελάμπρυναν, ἀκτῖσι τῆς χάριτος, καὶ μαρμαρυγαῖς τοῦ κηρύγματος.

Ἱερωτάταις λαμπάσιν ἠγλαϊσμένοι, τοῦ νοητοῦ ἡλίου, ὡς ἀστέρες τὸν κόσμον, λάμπετε Πανόλβιοι, φωτὶ τῆς Θεότητος, πλάνης τὴν ἀχλὺν ἐκδιώκοντες.

Ῥάβδον δυνάμεως ἔχοντες τὸν Σταυρόν σου, τὴν ἁλμυρὰν τοῦ βίου, οἱ αὐτόπται σου Λόγε, θάλασσαν διέτεμον, ὡς ἵπποι ταράσσοντες, τῆς πολυθεΐας τὰ κύματα.
Θεοτοκίον
Ὡραϊσμένος ποικίλῃ φωτοχυσίᾳ, ὁ οὐρανὸς ὁ ἔμψυχος, σοῦ τοῦ Βασιλέως, τῶν βασιλευόντων Χριστέ, Παρθένος ἡ ἄχραντος, νῦν ὡς Θεοτόκος δοξάζεται.

Τῶν Κορυφαίων
ᾨδὴ ε'
Ἐξέστη τὰ σύμπαντα
Ὡς ὄντα στερρότατον, Χριστὸς σε πέτρα κέκληκε, Πέτρε, καὶ ἐν σοὶ τὴν Ἐκκλησίαν, ἧς ᾍδου πύλαι οὐ κατισχύσουσι. Σὲ δὲ Παῦλε σκεῦος ἐκλογῆς, ἔφη τούτου φέρειν σε, ἐθνῶν ἔμπροσθεν τοὔνομα.

Πέτρος ἀρνησάμενος, ἐκ τρίτου τὸν διδάσκαλον, τριττῇ τοῦ φιλεῖν συγκαταθέσει, προσῳκειώθη, Παῦλος δ' ὁ πρὶν βλασφημῶν, σοβαρῶς τε θλίβων τοὺς πιστούς, ὕστερον ἐκήρυττεν, ὃν ἐδίωκε πρότερον.

Ἀκήρατον εὔκλειαν, καὶ δόξαν τὴν ἀΐδιον, Πέτρε πρὸς Χριστὸν σὺν Παύλῳ εὗρες, τὰς κλεῖς αὐτὸς μέν των οὐρανῶν πιστευθείς, ὁ δὲ εἰς Παράδεισον ἀχθείς, ῥήματά τε ἄρρητα, μυηθεὶς ὑπὲρ ἄνθρωπον.
Θεοτοκίον
Ὑπὸ θείου Πνεύματος, ὁ Ἡσαΐας ἔμπλεως, τόκον τὸν ἀπάτορα προεῖπε, σοῦ ἐκ Παρθένου τεχθέντος Ἐμμανουήλ, ὃς ἐστι Θεὸς ὁ μεθ' ἡμῶν, ὃν Ἁγνὴ ἐκύησας, ὑπὲρ λόγον καὶ ἔννοιαν.

Τῶν ΙΒ'
Σὺ Κύριέ μου φῶς
Τοὺς θείους σου Χριστέ, καὶ πανσόφους θεράποντας, ὡς ἔδειξας ἐν τῷ κόσμῳ, σὲ τὸ ἄδυτον φέγγος, τοῖς πᾶσι καταγγέλλοντας.

Οἱ πᾶσαν ἀρετήν, προφανῶς ἐξασκήσαντες, Ἀπόστολοι τῆς ποικίλης, τῶν δαιμονων κακίας, τοὺς βρόχους διελύσατε.

Ὑπέφηναν ἡμῖν, τῆς Τριάδος τὴν ἔλλαμψιν, Θεότητος ἐν μονάδι, οἱ πυρίναις ἐν γλώσσαις, φθεγγόμενοι Ἀπόστολοι.
Θεοτοκίον
Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

Τῶν Κορυφαίων
ᾨδὴ ς'
Τὴν θείαν ταύτην
Λαμπρὰ τοῦ Πέτρου τὰ θαύματα σεπτὰ δὲ καὶ τοῦ Παύλου τὰ τέρατα· τὰ γὰρ σουδάρια, σκιαί τε τούτων νοσήματα, τῶν ἀσθενῶν ἰῶνται προσεπεγγίζοντα.

Ὁ Πέτρος ὄντως ὁ ἔνδοξος, καὶ Παῦλος ἀληθῶς ὁ θεσπέσιος, δυὰς ἡ ἔνθεος, καὶ τῆς σεπτῆς καταγώγια, ζωαρχικῆς Τριάδος, ἁπάντων μνήσθητε.

Νοσούντων ψυχὰς καὶ σώματα, ὡς θεῖος ἰατρὸς καὶ πανάριστος, Πέτρος ἰάσατο, Παῦλος δὲ ἔθνη κατηύγασε, καὶ τῷ φωτὶ Κυρίου ἐσημειώσατο.
Θεοτοκίον
Ὑμνεῖν σε χρέος ὀφείλομεν, ἀλλ' ὅμως κατ' ἀξίαν οὐ σθένομεν· διὸ ὑμνοῦντές σε, σιγῇ τιμῶμεν τὸ ἄφραστον, τὸ ἐπὶ σοὶ Παρθένε πραχθὲν μυστήριον.

Τῶν ΙΒ'
Θύσω σοι, μετὰ φωνῆς
Στηρίξας, τοὺς μαθητάς, σοφίᾳ καὶ χάριτι, δυνατωτέρους εἰργάσω, τῆς Ἑλλήνων Σῶτερ ἐρεσχελίας, καὶ τὰ τούτων, ἀπατηλὰ κατήργησας δόγματα.

Οἱ θεῖοι ποταμοί, τῆς σοφίας ἐπλήρωσαν,τῶν σωτηρίων ναμάτων, τὰς κοιλάδας πάσας τῆς Ἐκκλησίας, σωτηρίου, ἐκ τῶν πηγῶν τὰ ῥεῖθρα πλουτήσαντες.

Φανέντες, ζωτικοί, ὡς ἀστέρες Πανόλβιοι, διεσκεδάσατε πᾶσαν, τὴν ζοφώδη πλάνην, ταῖς φωτοβόλοις, λαμπηδόσι, θεογνωσίας φέγγος ἀστράπτοντες.
Θεοτοκίον
Ὅλην σε, τὴν πλησίον καλήν τε καὶ ἄμωμον, καὶ καθαρὸν εὑρὼν κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσε.

ΚοντάκιονἮχος β' Αὐτόμελον
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Ὁ Οἶκος
Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω μὴ πράττων, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Συναξάριον
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ', καὶ δήλωσις ὅπως καὶ ποῦ ἕκαστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη.
Στίχοι
• Τιμῶ θεόπτας δώδεκα Χριστοῦ φίλους,
• Ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν.
• Δώδεκα εὐκλεέας τριακοστῇ ἀγείρει μύστας.

Ταῖς τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῶν Κορυφαίων
ᾨδὴ ζ'
Οὐκ ἐλάτρευσαν
Μεμακάρισται, ὁ Πέτρος παρὰ τοῦ Χριστοῦ, ὡς τοῦτον φάμενος, Υἱὸν τοῦ ζῶντος Θεοῦ, Παῦλος δὲ τετίμηται, ὡς σκεῦος εὔχρηστον, καὶ ἀμφότεροι, συμμελῳδοῦντες ἔψαλλον· ὁ Θεὸς εὐλογητὸς εἶ.

Νομολάτρας μέν, ὁ Πέτρος ἐσυνέτιζεν, ὡς προσετέτακτο, ὁ Παῦλος δὲ ἐθνικούς, τούτους τε τῇ χάριτι, Χριστοῦ προσέφερον, ἀνακράζοντες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ὡς πανάριστος, ὁ Πέτρος τοῦ Χριστοῦ ποιμήν, τὴν ποίμνην εἴληφε, τῆς δ' Ἐκκλησίας αὐτοῦ, ὁ Παῦλος διδάσκαλος, ἔνθεος γέγονεν, ἄμφω κράζοντες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Παναμώμητε, Παρθένε καὶ ἀσύγκριτε τῇ ἁγιότητι, ἡ τὸν Θεὸν ἐν σαρκί, ἀφράστως κυήσασα, καὶ γαλουχήσασα, αὐτῷ πρέσβευε, παντοίων ἡμᾶς ῥύεσθαι, πειρασμῶν τε καὶ σκανδάλων.

Τῶν ΙΒ'
Ἐν τῇ καμίνῳ
Υἱοθετήσας, τοὺς μαθητάς σου πρὶν ὁ φύσει Υἱός, θέσει κληρονόμους ἔδειξας πατρικῆς, κληρουχίας Ὑπεράγαθε, καὶ συνεδρεύειν σοι, τῷ Θεῷ καὶ τῷ Δεσπότῃ εὐδόκησας.

Σοφίας χῦμα, καρδίας πλάτος, γλῶσσαν εὔλαλον, Λόγε παρασχὼν τοῖς θείοις σου Μαθηταῖς, ἐξαπέστειλας κηρύττοντας, τὸ Εὐαγγέλιον, τῆς βασιλείας πᾶσι τοῖς ἔθνεσιν.

Ἀναφανέντες, ὥσπερ νεφέλαι πλήρεις θείου φωτός, πᾶσιν ἑπομβρίζουσιν ὕδωρ ζωοποιόν, οἱ Ἀπόστολοι κραυγάζοντες· Εὐλογημενος, εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Πεποικιλμένη, τῇ θείᾳ δόξῃ ὤφθης ἄχραντε, μόνη ἐξ αἰῶνος Λόγον τὸν τοῦ Πατρός, δεξαμένη Μητροπάρθενε· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.

Τῶν Κορυφαίων
ᾨδὴ η'
Παῖδας εὐαγεῖς
Ῥώμῃ κρατυνθεὶς ὁ Πέτρος θείᾳ, θανοῦσαν τὴν Ταβιθὰν εὐχῇ ἀνέστησε· Παῦλος δὲ τὸν Εὔτυχον, ὕψους ὀλισθήσαντα, καὶ νεκρωθέντα ἥγειρεν, ἄμφω κραυγάζοντες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Ὁράσει φρικτῇ καὶ θαυμασίᾳ, ὁ Πέτρος καταφωτίζει τὸν Κορνήλιον, Παῦλος δὲ τὸν Γάϊον, Κρίσπον καὶ Πανέστιον, τὸν Στεφανᾶν ἐβάπτισεν, ἄμφω κραυγάζοντες· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

Φρουρούμενον Πέτρον δεδεμένον, Ἀγγέλου ἐπιστασίᾳ Χριστὸς ἔλυσε, Παῦλον σὺν τῷ Σίλᾳ δέ, αὖθις προσευχόμενον, κολαστηρίῳ πόδας τε, δεινῶς τεινόμενον, ἀνῆκε, τὴν φρουρὰν διασείσας· ὅθεν γεγηθότες αὐτὸν ἐδοξολόγουν.
Θεοτοκίον
Ῥῦσαι τῶν παθῶν τῶν ὀλεθρίων, σειράς τε ἁμαρτιῶν ἡμῶν διάρρηξον, αἷς ἕκαστος σφίγγεται· πάντες γὰρ ἡμάρτομεν, καὶ ἱλασμὸν αἰτούμεθα, ὄντες ὑπεύθυνοι, ὅν δίδου Θεοτόκε λιταῖς σου, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τῶν ΙΒ'
Χεῖρας ἐκπετάσας Δανιὴλ
Ὁ θεῖος καὶ πάνσοφος χορός, τῶν Ἀποστόλων Χριστοῦ, πυρὶ τοῦ Πνεύματος, ὡς ὕλην εὔπρηστον ἔφλεξε, τῶν δαιμόνων τὰ σεβάσματα, καὶ τὰς καρδίας τῶν πιστῶν ἐφωταγώγησε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σύμφώνως τοὺς θείους μαθητάς, καὶ Ἀποστόλους Χριστοῦ, τοὺς τὰ οὐράνια, ἡμῖν βροντήσαντας δόγματα, τοὺς λειμῶνας τοὺς τῆς πίστεως, τοὺς εὐεργέτας τοὺς κοινούς τῆς ἀνθρωπότητος, τοῦ Σωτῆρος, τοὺς ὑπηρέτας ἐν ὕμνοις τιμήσωμεν.

Τὰ πάνσεπτα καὶ χωρητικά, δοχεῖα τοῦ φωτός, τὰς τῶν βροτῶν ἀπαρχάς, τὰς τοῦ κηρύγματος σάλπιγγας, τοὺς χειμάρρους τῆς ἀφθάρτου ζωῆς, τὰς θεοφόρους ἀστραπάς, τὰς ἰαμάτων πηγάς, τοὺς νοεροὺς πόδας τοῦ Εὐαγγελίου δοξάσωμεν.
Θεοτοκίον
Ὁ πλήρης κενοῦται δι' ἡμᾶς, ἵνα πληρώσεως, αὐτοῦ μετάσχωμεν· τὴν γὰρ πανάχραντον μήτραν σου, ὑποδὺς ὁ ἀπερίληπτος, τῶν πατρικῶν οὐκ ἀποστὰς κόλπων σεσάρκωται· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

Τῶν Κορυφαίων

ᾨδὴ θ'
Ἅπας γηγενὴς
Ὅλον πανταχοῦ, τὸν κόσμον διήλθετε, ὥσπερ ὑπόπτεροι, καὶ τὸ Εὐαγγέλιον, φυλαῖς ἁπάσαις γλώσσαις καὶ ἔθνεσι, τὸ τοῦ Χριστοῦ κηρύξαντες, πάντας εἱλκύσατε, πρὸς τὴν πίστιν, Πέτρε παμμακάριστε, καὶ θεσπέσιε Παῦλε Ἀπόστολε.

Νεύσας εἰς βαθύ, τὸ γῆρας καὶ φύσεως, τὸ χρέος Πέτρε πληρῶν, τῇ τοῦ διδασκάλου σου, Χριστοῦ μιμήσει σταυρὸν ὑπέμεινας, σὺ δὲ τμηθεὶς τὴν κάραν σου, Παῦλε, ὦ θαῦμα φρικτόν! ἀντὶ λύθρου, γάλακτος ἀνέβλυσας, ὀχετοὺς καὶ ἀπίστους ἐπέστρεψας.

Ὦ θεία δυάς, κόσμου τὸ σωτήριον, ἡ πιστευθεῖσα παντός, καὶ πρὸς θεοσέβειαν, ἐξ ἀσεβείας μεταρρυθμίσασα, καὶ μετὰ πότμον σῴζουσα, ἔτι πιστῶν τὰς ψυχάς, καὶ ἡμῶν νῦν μνήσθητε καὶ πρόστητε, τοῦ Χριστοῦ κορυφαῖοι Ἀπόστολοι.
Θεοτοκίον
Σῶτερ ἀγαθέ, ὁ φύσει φιλάνθρωπος καὶ πολυεύσπλαγχνος, ταῖς τῆς πανυμνήτου σου, Μητρὸς Παρθένου θείαις ἐντεύξεσι, Πέτρου πρεσβείαις Παύλου τε, τῶν Ἀποστόλων τῶν σῶν, τὰ ἐλέη, σοῦ καὶ τὴν βοήθειαν, οὐρανόθεν ἡμῖν ἐξαπόστειλον.

Τῶν ΙΒ'

Λίθος ἀχειρότμητος
Λύειν τὰς σειρὰς τῶν πταισμάτων, τὴν ἐξουσίαν εἰληφότες, παρὰ τοῦ Δεσπότου θεόπται, τὰς ἁμαρτίας τῶν ἀνυμνούντων ὑμᾶς, συμπαθῶς ἐξαλείψατε, καὶ σωτηρίας ἀξιώσατε.

Ὅλην τὴν τοῦ Πνεύματος αἴγλην, οὐσιωδῶς ὑμῖν φανεῖσαν, πάντες ὑπεδέξασθε Σοφοί, ἐν ὑπερῴῳ μυσταγωγούμενοι, τὰ ὑψηλὰ διδάγματα· καὶ νῦν ἀξίως μακαρίζεσθε.

Ὑμῖν ὁ Χριστὸς νῦν τοῖς φίλοις, ἀναπαυσαμένοις βραβεύει, τοὺς ἀμαραντίνους στεφάνους, καὶ θεωρίας θείας ἐμπίπλησιν, ὄνπερ νῦν δυσωπήσατε, τὰς Ἐκκλησίας διασώσασθαι.
Θεοτοκίον
Σαρκὶ ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα Λόγος, ἐν σοὶ κατεσκήνωσε μόνην, ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ' ἀληθείας Θεονύμφευτε.


Καταβασίες

Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.


Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

Ἐξαπαστειλάριον
Τῶν Μαθητῶν ὁρώντων σε
Τῶν Μαθητῶν τὴν πάντιμον δωδεκάδα, χαρμονικῶς συνδράμωμεν εὐφημῆσαι· Χαίρετε τὴν σύμπασαν κυκλώσαντες, καὶ τῶν ἐθνῶν ζωγρήσαντες, τὰς κακοπίστους ἀγέλας, μαθητευθέντων τὰ θεῖα.
Θεοτοκίον
Ἡμεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σε ἔχομεν προστασίαν. Ἔκτεινόν τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.


ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος δ'
1. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
--Ἡ κορυφαία κρηπὶς τῶν Ἀποστόλων, τὰ πάντα κατέλιπες καὶ ἠκολούθησας, τῷ Διδασκάλῳ βοῶν αὐτῷ· σὺν Σοὶ θανοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν. Διὸ μεμακάρισαι καὶ ἀναδέδειξαι, τῆς παμμεγίστου τῶν πόλεων, δόξα καὶ κλέος, καὶ Ἐκκλησίας, Πέτρε ἑδραίωμα, καὶ πύλαι, ᾍδου οὐ κατίσχυσαν, ὄντως ταύτης Χριστὸς ὡς προεφήτευσεν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.



2. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

--Ὁ ἐκ κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους ἐμφάσεως, βάρος ἁπάσης φυγών, ἀνεπτερώθης τῷ ἔρωτι, ὄντως τῆς θείας, Παῦλε ἀγάπης πρὸς ὕψος ἔνθεον, ἔνθα τὸν ὑπέρφωτον, γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὥς τις ἄσαρκος, τὴν τῶν ἀρρήτων, κατεπλουτίσθης ῥημάτων μύησιν, καὶ ἀπεστάλης τοῖς τυφλώττουσι, φῶς μηνύων Χριστὸν τόν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.




3. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

--Ὁ φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων, ὅτε κατηξίωσας πρὸς με τὸν ἄνθρωπον, ἐπιδημῆσαι δι' ἄφατον, φιλανθρωπίαν, καὶ σάρξ γενέσθαι δι' ἀγαθότητα, τότε φῶτα δεύτερα τῆς σῆς λαμπρότητος, καὶ ἀστραπῆς ἀποστίλβοντα, τοὺς Ἀποστόλους, καὶ μαθητάς σου Σῶτερ ἀνέδειξας, οἳ καὶ πεμφθέντες κτίσιν ἅπασαν, τῷ φωτί σου τῷ θείῳ κατηύγασαν, δυσωποῦντές σε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

4. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

--Πέτρε καὶ Παῦλε τοῦ Λόγου ἀροτῆρες, Ἀνδρέα, lάκωβε, καὶ Ἰωάννη σοφέ, Βαρθολομαῖε καὶ Φίλιππε, Θωμᾶ Ματθαῖε, Σίμων Ἰούδα, θεῖε Ἰάκωβε, παγκόσμιε πάντιμε, τῶν Μαθητῶν δωδεκάς, οἱ ἐν τῷ κόσμῳ κηρύξαντες, τὴν παναγίαν, Τριάδα φύσει Θεὸν ἀΐδιον, τῆς Ἐκκλησίας οἱ ἀλάξευτοι, ὄντως πύργοι καὶ στῦλοι ἀσάλευτοι, τῷ Δεσπότῃ τῶν ὅλων, ἱκετεύσατε σωθῆναι ἡμᾶς.


Δόξα... Ἦχος πλ. δ'
Κοσμᾶ Μοναχοῦ
Ἣν διήλθετε κτίσιν φωτίσαντες, οἱ τοῦ Σωτῆρος Μαθηταί, τὴν πλάνην τῶν εἰδώλων, ὡς ὕλην καταφλέξαντες τοῖς διδάγμασιν ὑμῶν, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ, πρός τὴν θείαν γνῶσιν, σαγηνεύσαντες ἐσώσατε, καὶ νῦν πρεσβεύσατε Χριστῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.


Είς την λειτουργίαν


ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.


Ταίς πρεσβείαις τής Θεοτόκου...


Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.


Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...


Ταίς πρεσβείαις τής Θεοτόκου...


Β΄. Ήχος β'


Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.


Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός, ψάλλοντάς σοι. Αλληλούια.


Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.


Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός...


Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.


Σώσον, ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός...


Δόξα... Καί νύν...


Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.


Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο εν αγίοις θαυμαστός, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.


Του ναού…

Κοντάκιον Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.


Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος α’.

Γένοιτο, Κύριε, το έλεος σου εφ΄ ημάς.
Στίχ. Αγαλλιάσθε δίκαιοι, εν Κυρίω.

Προς Κορινθίους Α’ Επιστολής Παύλου το Ανάγνωσμα.

Κυριακή Ι΄ (Α΄ Κορ. 4,9-16)
Ἀδελφοί, 9. δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10. ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ• ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί• ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11. ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12. καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί• λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13. βλασφημούμενοι παρακαλοῦμεν• ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας• ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16. παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Ευαγγέλιον

Εὐαγγέλιον: ὁμοίως, 30 ᾿Ιουν., «᾿Ιδὼν ὁ ᾿Ιησοῦς τοὺς ὄχλους» (Μτθ. θ΄ 36, ι΄ 1-8).

Είς το Εξαιρέτως... Άξιον Εστί


Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.


καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: † Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων.

Δημοσίευση από PRETORIAN »

ΠΑΝΗΓΥΡΙΚΗ
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΑΓΙΩΝ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εις το Κύριε εκέκραξα ιστώμεν στίχους ς', και ψάλλομεν τα παρόντα στιχηρά
Ήχος β'.
Ποίοις ευφημιών στέμμασιν, αναδήσωμεν Πέτρον και Παύλον; Τους διηρημένους τοις σώμασι και ηνωμένους τω Πνεύματι, τους Θεοκηρύκων πρωτοστάτας• τον μεν, ως των Αποστόλων προεξάρχοντα, τον δε, ως υπέρ τους άλλους κοπιάσαντα· τούτους γαρ όντως αξίως, αθανάτου δόξης, διαδήμασι στεφανοί, Χριστός ό Θεός ημών, ό έχων το μέγα έλεος.

Ποίοις ύμνωδιών κάλλεσιν, ανυμνήσωμεν Πέτρον και Παύλον; Της θεογνωσίας τάς πτέρυγας, τάς διαπτάσας τα πέρατα, και προς ούρανόν ανυψωθείσας: τάς χείρας, Ευαγγελίου του της Χάριτος• τους πόδας, της αληθείας του κηρύγματος• τους ποταμούς της σοφίας, του Σταυρού τα κέρατα, δι' ων δαιμόνων οφρύν, Χριστός καταβέβληκεν, ό έχων το μέγα έλεος.

Ποίοις πνευματικοίς άσμασιν, επαινέσωμεν Πέτρον και Παύλον; Τα την αθεότητα σφάττοντα, και μη αμβλυνόμενα στόματα, της φρικτής του Πνεύματος μαχαίρας· τα Ρώμης, περιφανή εγκαλλωπίσματα, τα πάσης, της Οικουμένης εντρυφήματα• τάς της καινής Διαθήκης, θεογράφους πλάκας, νοουμένας ας εν Σιών, Χριστός εξεφώνησεν, ό έχων το μέγα έλεος.


Έτερα προσόμοια των Αγίων Δώδεκα Αποστόλων.
Ήχος δ'. Ως γενναίον εν Μάρτυσιν.
Ως αυτόπται και Μάρτυρες, της του Λόγου σαρκώσεως, Μαθηταί πανόλβιοι, μακαρίζεσθε• ω Ιωάννη θεόσοφε, και θείε Ιάκωβε, ή αυτάδελφος ζυγή, και Ανδρέα και Φίλιππε, οί Απόστολοι, του Θεού και Σωτήρος ημών πάντων, ον μη παύσητε πρεσβεύειν, εν παρρησία τυγχάνοντες.

Ως βολίδες αστράπτουσαι, ταίς ακτίσι τού Πνεύματος, εις τον κόσμον άπαντα διεπέμφθητε• Βαρθολομαίε, Ιάκωβε και θείε Ιούδα τε και θεσπέσιε Θωμά συν Ματθαίω και Σίμωνι χριστοκήρυκες, οι αυτόπται Χριστού και υπηρέται, ον μη παύσητε πρεσβεύειν, υπέρ ημών αεισέβαστοι.

Αλιέων ό κάλαμος, φιλοσόφων το φρύαγμα, και ρητόρων φθέγματα, διετάραξε, θεοσοφίας διδάγματα χαράττων και δόγματα, και μυρίων αγαθών, τηλαυγώς εκτιθέμενος Ευαγγέλιον και τρυφής αιδίου μετουσίαν, και Αγγέλων απολαύσεις, και διαμένουσαν εύκλειαν.

Δόξα. Ήχος πλ.β'.
Δεύτε άπαντα τα πέρατα της γης, την δωδεκάχορδον χορείαν των ενδόξων Αποστόλων, χρεωστικώς ευφημήσωμεν λέγοντες. Χαίροις Πέτρε Κορυφαίε, ή πέτρα της πίστεως, και κλειδούχε της Βασιλείας του Χριστού. Χαίροις Παύλε παγκόσμιε φωστήρ, κήρυξ και διδάσκαλε ως σκεύος εκλογής• Χαίροις Ιωάννη φίλε στερέμνιε Χριστού, και θεολόγε Ευαγγελιστά, χαίρετε Ανδρέα και Ιάκωβε, Θωμά, Βαρθολομαίε και Ματθαίε ευαγγελιστά. Χαίρετε Φίλιππε, Ιάκωβε, Ματθία, και μετά Σίμωνος Θαδδαίε, συν τοις λοιποίς Εβδομήκοντα Χριστού Απόστολοι, Όν μη παύσητε πρεσβεύειν αεί, υπέρ των ψυχών ημών.

Και νυν. Θεοτοκίον, ό αυτός.
Τίς μη μακαρίσει σε, Παναγία Παρθένε; τίς μη ανυμνήσει σου τον αλόχευτον τόκον; Ό γαρ αχρόνως εκ Πατρός εκλάμψας Υιός Μονογενής, ό αυτός εκ σού της Αγνής προήλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, και φύσει γενόμενος άνθρωπος δι' ημάς, ουκ είς δυάδα προσώπων τεμνόμενος, αλλ' εν δυάδι φύσεων ασυγχύτως γνωριζόμενος. Αυτόν ικέτευε, σεμνή Παμμακάριστε, ελεηθήναι τάς ψυχάς ημών.

Είτα ή Είσοδος, το Φως ιλαρόν, το Προκείμενον της ημέρας και τα Αναγνώσματα.

Πράξεων των Αποστόλων το ανάγνωσμα
(Α' 12-14)
Εν ταίς ημέραις εκείναις, υπέστρεψαν οι Απόστολοι είς Ιερουσαλήμ, από όρους τού καλουμένου ελαιώνος, ό εστίν εγγύς Ιερουσαλήμ, σαββάτου έχον οδόν · και ότε εισήλθον, ανέβησαν εις το υπερώον, ού ήσαν καταμένοντες, ό τε Πέτρος και Ιάκωβος και Ιωάννης και Ανδρέας, Φίλιππος και Θωμάς, Βαρθολομαίος και Ματθαίος, Ιάκωβος Άλφαίου, και Σίμων ό Ζηλωτής και Ιούδας Ιακώβου. Ούτοι πάντες ήσαν προσκαρτερούντες ομοθυμαδόν τη προσευχή και τη δεήσει, συν γυναιξί, και Μαρία τη μητρί τού Ιησού και συν τοις αδελφοίς αυτού.

Πράξεων των Αποστόλων το ανάγνωσμα
(Α' 15-17, 20-26).
Εν ταίς ημέραις εκείναις, αναστάς Πέτρος εν μέσω των Μαθητών είπεν· ήν τε όχλος ονομάτων επί το αυτό ως εκατόν είκοσιν· Άνδρες αδελφοί, έδει πληρωθήναι την γραφήν ταύτην ην προείπε το Πνεύμα το Άγιον διά στόματος Δαυΐδ περί Ιούδα του γενομένου οδηγού τοις συλλαβούσι τον Ίησούν, ότι κατηριθμημένος ήν συν ημίν καί έλαχε τον κλήρον της διακονίας ταύτης. Γέγραπται γαρ εν βίβλω ψαλμών γενηθήτω ή έπαυλις αυτού έρημος και μη έστω ο κατοικών εν αυτή• καί· την επισκοπήν αυτού λάβοι έτερος. Δεί ούν των συνελθόντων ημίν ανδρών εν παντί χρόνω εν ω εισήλθε και εξήλθεν έφ' ημάς ό Κύριος Ιησούς, αρξάμενος από του βαπτίσματος Ιωάννου έως της ημέρας ης ανελήφθη άφ' ημών, μάρτυρα της αναστάσεως αυτού γενέσθαι συν ημίν ένα τούτων. Και έστησαν δύο, Ιωσήφ τον καλούμενον Βαρσαββάν, ός επεκλήθη Ιούστος, και Ματθίαν, και προσευξάμενοι είπον· συ Κύριε, καρδιογνώστα πάντων, ανάδειξον όν εξελέξω εκ τούτων των δύο ένα, λαβείν τον κλήρον της διακονίας ταύτης και αποστολής, εξ ης παρέβη Ιούδας πορευθήναι είς τον τόπον τον ίδιον. Και έδωκαν κλήρους αυτών, και έπεσεν ό κλήρος επί Ματθίαν, και συγκατεψηφίσθη μετά των ένδεκα Αποστόλων.

Πράξεων των Αποστόλων το ανάγνωσμα
(Β' 14-21)
Εν ταίς ημέραις εκείναις, σταθείς ό Πέτρος συν τοις ένδεκα επήρε την φωνήν αυτού και απεφθέγξατο αυτοίς• άνδρες Ιουδαίοι και οι κατοικούντες Ιερουσαλήμ άπαντες, τούτο υμίν γνωστόν έστω και ενωτίσασθαι τα ρήματά μου. Ού γαρ, ως υμείς υπολαμβάνετε, ούτοι μεθύουσιν, εστί γαρ ώρα τρίτη της ημέρας• άλλα τούτο εστί το ειρημένον διά τού προφήτου Ιωήλ. «Και έσται εν ταίς εσχάταις ημέραις, λέγει ο Θεός, εκχεώ από του πνεύματος μου επί πάσαν σάρκα, και προφητεύσουσιν οι υιοί υμών και αι θυγατέρες υμών, και οι νεανίσκοι υμών οράσεις όψονται, και οι πρεσβύτεροι υμών ενύπνια ενυπνιασθήσονται καί γε επί τους δούλους μου και επί τάς δούλας μου εν ταίς ημέραις εκείναις εκχεώ από του πνεύματός μου, και προφητεύσουσι. Και δώσω τέρατα εν τω ουρανώ άνω, και σημεία επί της γης κάτω, αίμα και πυρ και ατμίδα καπνού· ό ήλιος μεταστραφήσεται είς σκότος και ή σελήνη είς αίμα πριν ή ελθείν την ημέραν Κυρίου την μεγάλην και επιφανή. Και έσται πας ός αν επικαλέσηται το όνομα Κυρίου σωθήσεται.

Εις την Λιτήν, Στιχηρά Ίδιόμελα.
Ήχος α'.
Κροτήσωμεν εν άσμασι σήμερον πιστοί, επί τη ενδόξω μνήμη των πανευφήμων Αποστόλων· ούτοι γαρ ως αετοί υπόπτεροι, διαδραμόντες πάσαν την υφήλιον, τα εθνη εκδιδάξαντες, είς επίγνωσιν είλκυσαν Θεού· όθεν εξήλθεν ό φθόγγος αυτών κατά τον ψαλμωδόν είς την οικουμένην άπασαν και πρεσβεύουσιν υπέρ των ψυχών ημών.
Ό αυτός.
Ιησούς ό παντεπόπτης και ανέσπερος Ήλιος, ως αστέρας παμφαείς επαφήκεν υμάς, Απόστολοι πανένδοξοι, τους εν σκότει της αγνωσίας καθημένους, φωταγωγούντας σοίς διδάγμασι και προς την ουράνιον Βασιλείαν επανάγοντας. Διό αιτούμεν υμάς Δωδεκάς θεόλεκτε, τού πρεσβεύειν υπέρ ημών, προς όν εν παρρησία νυν παρίστασθε.
Ήχος β'.
Δεύτε των πιστών το σύστημα, τους πνευματικούς αλιείς και μύστας της χάριτος, χαρμονικώς ευφημήσωμεν, λέγοντες· Χαίρετε Δωδεκάς αγιόλεκτε, κήρυκες του λόγου διαπρύσιοι· χαίρετε τα θεία του Πνεύματος όργανα, και αυτόπται Χριστού πανεύφημοι Απόστολοι• αυτόν ικετεύσατε δεόμεθα, ειρήνην τω κόσμω δωρήσασθαι, και ταίς ψυχαίς ημών το μέγα έλεος.
Ήχος δ'.
Σοφίαν ελληνικήν, τη αλιευτική φθογγή τελείως απεμωράνατε, θεηγόροι Κυρίου Απόστολοι, ῑδιώται γαρ τω λόγω τυγχάνοντες, θείαν γνώσιν εν Χριστώ επλουτήσατε, και τω αγκίστρω του Σταυρού, ως εκ βυθού θαλάσσης, τα έθνη προς θεογνωσίαν ζωγρήσαντες, των ειδώλων την πλάνην κατηργήσατε, και νυν εν Παραδείσω της τρυφής αυλιζόμενοι, αιτείσθε σωτηρίαν ταίς ψυχαίς ημών.

Δόξα. Ήχος πλ. δ'.
Τω του Πνεύματος πυρί λαμπρυνθέντες Κυρίου Απόστολοι, υπέρ χρυσίον ωραιώθητε, οι δε πόδες εν τη τρίβω του Ευαγγελίου οδεύσαντες, υπέρ λίθον σάπφειρον αυγάζουσιν· όθεν ό μεν κόσμος φωτισμόν εδέξατο, ή δε του Χριστού Εκκλησία, τοις ενθέοις υμών αρδευθείσα δόγμασι, γηθομένη βοά, λέγουσα· πιστοίς ειρήνην σταθηράν, καταξιών αυτούς της Βασιλείας σου.

Και νυν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τάς δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Εις τον Στίχον, Στιχηρά προσόμοια. Ήχος πλ. α'. Χαίροις ασκητικών.
Χαίροις ή Δωδεκάς του Χριστού, των Αποστόλων ή τερπνή και θεόλεκτος, του κόσμου ή σωτηρία, οι οδηγοί προς Θεόν, και της οικουμένης οι διδάσκαλοι• του λόγου οι πρόμαχοι, αλιείς εμπειρότατοι, οί εκ θαλάσσης, απιστίας ελκύσαντες, έθνη άπαντα, τη σαγήνη της πίστεως, πλάκαι αι θεοχάρακτοι, μαζοί οι εκβλύζοντες, της σωτηρίας το γάλα, και τους πιστούς διατρέφοντες, Χριστόν δυσωπείτε, ταίς ψυχαίς ημών δοθήναι το μέγα έλεος.

Στίχος. Εις πάσαν την γήν εξήλθεν ό φθόγγος αυτών και εις τα πέρατα της Οικουμένης τα ρήματα αυτών.
Χαίρετε νοητοί ουρανοί, δόξαν Κυρίου τοις βροτοίς διηγούμενοι, στερέωμα αναγγέλον, ποίησιν θείων χειρών, ήλιοι φαιδροί τε και αείφωτοι, αυγάζοντες πέρατα, τω φωτί θείας γνώσεως, πηγαί γλυκείαι, των δογμάτων της χάριτος, νόμοι ένθεοι, εκ Σιών εξερχόμενοι, κήρυκες διαπρύσιοι, Χριστού της θεότητος, πάσι τοις πόθω τελούσι μνήμην υμών την πανσέβαστον, Χριστόν καταπέμψαι, ταίς ψυχαίς ημών αιτείσθε το μέγα έλεος.

Στίχος. Οι ουρανοί διηγούνται δόξαν θεού, ποίησιν δε χειρών αυτού αναγγέλλει το στερέωμα.
Χαίροις ή ιερά και τερπνή, σεπτή χορεία, Αποστόλων ή πάνσεπτος, ό Πέτρος ομού και Παύλος, ή κορυφαία κρηπίς, Ιωάννης άμα και Ιάκωβος, Ανδρέας και Φίλιππος, και ό θείος Ιάκωβος, ό του Άλφαίου, και Ιούδας Θαδδαίος τε, Σίμων ένδοξος, και Θωμάς ό θεσπέσιος, θείος Βαρθολομαίος τε, Ματθαίος ό πάν-σοφος, της Εκκλησίας οι στύλοι, οι του Χριστού φίλοι γνήσιοι, ημών οι προστάται, και του κόσμου ευφροσύνη και αγαλλίασις.
Δόξα. Ήχος δ'.
Ευφραίνεται σήμερον φαιδρώς ό ουρανός, και ή γη γηθομένη αγάλλεται, επί τη ενδόξω μνήμη, των κοσμοσώστων Αποστόλων· ή γαρ παρούσα ημέρα, ου θύματα αλόγων, αλλά θυσίαν αινέσεως εξ ανθέων πνευματικών καταστέφεται· διό και τω θείω φωτι νυν εν ουρανοίς ελλαμπόμενοι, δέησιν ποιούσιν υπέρ ημών, των την μνήμην αυτών εορταζόντων, την όντως αξιογέραστον.
Και νυν. Θεοτοκίον.
Νεύσον παρακλήσεσιν σων ικετών Πανάμωμε, παύουσα δεινών ημών επαναστάσεις, πάσης θλίψεως ημάς απαλλάττουσα• σε γαρ μόνην ασφαλή, και βεβαίαν άγκυραν έχομεν, και την σήν προστασίαν κεκτήμεθα· μη αισχυνθώμεν Δέσποινα, σε προσκαλούμενοι· σπεύσον εις ικεσίαν των σοί πιστώς βοώντων· Χαίρε Δέσποινα, ή πάντων βοήθεια, χαρά και σκέπη, και σωτηρία των ψυχών ημών.

Απολυτίκια.
Ήχος γ'. Την ωραιότητα.
Ως δωδεκάπυρσος, λυχνία έλαμψαν, οι δωδεκάριθμοι Χριστού Απόστολοι, Πέτρος και Παύλος συν Θωμά, Ανδρέας και Ιωάννης, Ιάκωβος και Φίλιππος και Ματθαίος, συν Σίμωνι, Αλφαίου ό Ιάκωβος και Ιούδας, Ναθαναήλ, και ηύγασαν τους πίστει βοώντας·Χαίρετε του Λόγου οι αυτόπται.
Δόξα.
Απόστολοι Άγιοι, πρεσβεύσατε τω ελεήμονι Θεώ, ίνα πταισμάτων άφεσιν παράσχη ταίς ψυχαίς ημών.
Και νυν. Θεοτοκίον.
Σε την μεσιτεύσασαν την σωτηρίαν του γένους ημών, ανυμνούμεν Θεοτόκε Παρθένε· εν τη σαρκί γαρ τη εκ σού προσληφθείση, ό Υιός σου και Θεός ημών, το διά Σταυρού καταδεξάμενος πάθος, ελυτρώσατο ημάς εκ φθοράς, ως φιλάνθρωπος.
Και Άπόλυσις.



ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Μετά την α' Στιχολογίαν, το Κάθισμα.
Ήχος α'. Τον Τάφον σου Σωτήρ.
Χορός πνευματικός, Αποστόλων τω κόσμω, εστάλη μυστικώς, εκ Θεού του Υψίστου, και φάρμακον τοίς πάσχουσιν, οι ακέστορες ώφθησαν, τρία Άναρχα, μοναδικώς εκβοώντες, θείαν σάρκωσιν, Εμμανουήλ του Κυρίου, σαφώς εδογμάτισαν.
Δόξα. Όμοιον.
Φωστήρες παμφαείς, ως οφθέντες τω κόσμω, φωτίζετε αυγαίς, την υφήλιον πάσαν, Απόστολοι πανένδοξοι, Πέτρε Παύλε Ιάκωβε, Ιωάννη τε, Ανδρέα άμα τοις πάσιν, όθεν σήμερον, χαρμονικώς εκτελούμεν, υμών την πανήγυριν.
Και νυν. Θεοτοκίον, όμοιον.
Την βάτον ην Μωσής, ακατάφλεκτον είδε, το όρος του Θεού, την αγίαν νεφέλην, σκηνήν την αμόλυντον, την θεόδεκτον τράπεζαν, το παλάτιον του υψηλού Βασιλέως, την ολόφωτον, και αδιόδευτον πύλην, Παρθένε υμνούμεν σε.
Μετά την β' Στιχολογίαν, το Κάθισμα.
Ήχος γ΄. Θείας πίστεως.
Θείαι σάλπιγγες του Παρακλήτου, ενηχούμεναι πνοή του Λόγου, την σωτηρίαν τω κόσμω ηχήσατε, και τους εν ζόφω της πλάνης καθεύδοντας, θεογνωσίας προς φως αναστήσαντες, προσηγάγετε, τω θείω φωτί Απόστολοι• πρεσβεύσατε σωθήναι τάς ψυχάς ημών.
Δόξα. Όμοιον.
Θείοι κήρυκες, του Θεανθρώπου, δωδεκάριθμοι Χριστού καί μύσται, εκ πάσης βλάβης ημάς εκλυτρώσατε, ως παρρησίαν προς Κύριον έχοντες· κηρύξαντες αυτόν πάσιν έθνεσιν, πάντων Άνακτα, και Ποιητήν ον πρεσβεύσατε, δωρήσασθαι ημίν το μέγα έλεος.
Και νυν. Θεοτοκίον, όμοιον.
Θεία γέγονας, σκηνή του Λόγου, μόνη Πάναγνε Παρθενομήτορ, τη καθαρότητι Αγγέλους υπεράρασα• τον υπέρ πάντας, εμέ ούν γενόμενον, ρερυπωμένον σαρκός πλημμελήμασιν, αποκάθαρον, πρεσβειών σου ενθέοις νάμασιν, παρέχουσα Σεμνή, το μέγα έλεος.

Μετά τον Πολυέλεον, το Κάθισμα.
Ήχος δ'. Έπεφάνης σήμερον.
Φωτοβόλοις λάμψεσιν, ώσπερ αστέρες, τα της γης πληρώματα, φωταγωγείτε διδαχαίς, του παναγίου κηρύγματος, ουρανομύσται Κυρίου Απόστολοι.
Δόξα. Όμοιον.
Φωτισθέντες ένδοξοι, φωτί τω Θείω, ως Χριστού Απόστολοι, κατεδαφίσατε τους πρίν, εσκοτισμένους τοις πάθεσι, και ασεβεία, διό μακαρίζεσθε.
Και νυν. Θεοτοκίον, όμοιον.
Προστασία άμαχε, των θλιβομένων, και θερμή αντίληψις, των πεποιθότων επί σε, από κινδύνων με λύτρωσαι, συ γαρ υπάρχεις, ή πάντων βοήθεια.
Οι Αναβαθμοί. Το α' αντίφωνον του δ' ήχου.
Εκ νεότητός μου.
Είτα το Προκείμενον Ήχος δ'.
Είς πάσαν την γήν εξήλθεν ό φθόγγος αυτών και είς τα πέρατα της οικουμένης τα ρήματα αυτών.
Στίχος. Οι ουρανοί διηγούνται δόξαν Θεού ποίησιν δε χειρών αυτού αναγγέλλει το στερέωμα.
Είτα το Πάσα πνοή.
Ευαγγέλιον, εκ του κατά Ιωάννην.
Είπεν ό Κύριος τοις εαυτού Μαθηταίς• εγώ ειμί ή άμπελος. (Ζήτει αυτό εν τη Παρασκευή της α' Εβδομάδος των Νηστειών).
Είτα ό Ν' Ψαλμός.
Δόξα. Ταίς των Αποστόλων πρεσβείαις ελεήμον.
Και νυν. Ταίς της Θεοτόκου πρεσβείαις.
Είτα ό Στίχος, Ελέησόν με ό Θεός.
Και το επόμενον ιδιόμελον.
Ήχος πλ. β'.
Εξεχύθη ή χάρις εν χείλεσιν υμών, Απόστολοι του Χριστού πανένδοξοι• και γεγόνατε κήρυκες, είς τα πέρατα της οικουμένης, διδάσκοντες τα έθνη και τους πάντας, του πιστεύειν Θεόν φανερωθέντα εν σαρκί, Ίησούν Χριστόν τον μόνον Κύριον.

Είτα, δύο Κανόνες, ανά δ', είς η'.
Ωδή α'. Κανών α'. Ου ή άκροστιχίς:
Χριστού γεραίρω τους σοφούς Αποστόλους.

Ήχος δ'. Θαλάσσης το ερυθραίον.
Χορείαν, των Αποστόλων μέλπειν μοι, προθυμουμένω Χριστέ, ταίς ικεσίαις τούτων ως Θεός, την ακτίνα του Πνεύματος του Παναγίου δώρησαι, και την λαμπάδα της σοφίας σου.
Ρωσθέντες, ρώμη τη ση και χάριτι, Χριστέ την δύναμιν, των εναντίων έθραυσαν εχθρών, οι σεπτοί σου Απόστολοι, θεοειδείς γενόμενοι, ταίς ανενδότοις προς σε νεύσεσιν.
Ιάσεις, επιτελούντες Δέσποτα, τω σω ονόματι, τα των εθνών συστήματα τη ση, επιγνώσει εζώγρησαν, οι ευκλεείς Απόστολοι, και τω φωτί σου κατελάμπρυναν.
Σοφία μαθητευθέντες ένδοξοι, Χριστού Απόστολοι, τη ουρανίω πάσαν προφανώς, των σοφών εμωράνατε, πολυλογίαν άχρηστον, τη συντονία του κηρύγματος.
Θεοτοκίον.
Τριάδος, της Ύπερθέου Πάναγνε, τον Ένα τέτοκας, εκ σου σαρκί φανέντα καθ' ημάς, ευδοκία του φύσαντος, και συνεργεία Πνεύματος, του Παναγίου Μητροπάρθενε.

Κανών β'.
Ήχος πλ. δ'. Άρματηλάτην Φαραώ.
Μαρμαρυγαίς του Παναγίου Πνεύματος, καταλαμφθέντες σοφοί, εν τω υπερώω, πάνσοφοι Απόστολοι, ως αετοί υπόπτεροι, είς τον σύμπαντα κόσμον, διαδραμόντες το κήρυγμα, του Ευαγγελίου εφάνατε.

Γόνε βροντής ηγαπημένε πρόκριτε, ώ Ιωάννη σοφέ, συν τω Ιακώβω, Ανδρέα πρωτόκλητε, Θωμά Ματθαίε Φίλιππε, και Ιάκωβε Σίμων, συν τοις λοιποίς δυσωπήσατε, υπέρ των βροτών προς τον Κύριον.
Δόξα.
Ρητορευόντων τάς πλοκάς ελύσατε, λόγου απλότητι, και βωμούς ειδώλων, άρδην ηδαφίσατε, Απόστολοι πανένδοξοι, Μάρκε Βαρθολομαίε, Λουκά Θαδδαίε Ματθία τε, όθεν υμάς πόθω γεραίρομεν.
Και νυν.
Ιδού ή κλίνη Σολομών ή ένδοξος, ή λογική κιβωτός, του παμβασιλέως, Χριστού του Θεού ημών, δορυφορείται τάξεσιν, ουρανίων Αγγέλων, πάντων Αγίων τοις δήμοις τε, Μήτηρ του Θεού ως Βασίλισσα.

Ωδή γ'. Κανών α'.
Ήχος δ'. Ευφραίνεται επί σοί.
Ουράνια και σεπτά, θεηγορούντες επί γης δόγματα, γλώσσαις πυρός φθεγγόμενοι, κήρυκες Χριστού παρεδώκατε.
Υπέδειξας ουρανούς, τους Μαθητάς σου λογικούς Δέσποτα, δόξαν την σήν άπασιν, εκδιηγουμένους τοις πέρασι.
Γραφέντες εν ουρανοίς, και δεδειγμένοι τού Χριστού σύσκηνοι, τους νυν υμάς πάνσοφοι, σέβοντας προθύμως φρουρήσατε.
Θεοτοκίον.
Εσκήνωσεν εν ημίν, ό εν υψίστοις κατοικών Πάναγνε, άνευ σποράς σάρκα γαρ, εκ σου προσλαβών πεφανέρωται.


Κανών β'.
Ήχος πλ. δ'. Ό στερεώσας κατ' αρχάς.
Εκ φωτοδότιδος πηγής, της απροσίτου Τριάδος, φωτισμόν σωτηριώδη θεόπται, ανελκύσαντες σαφώς, κόσμον καταφαιδρύνατε, Δώδεκα θείοι Μύσται Χριστού, τον ζόφον ελάσαντες.
Πόθω Ιάκωβον πιστοί, τον αδελφόν του Κυρίου, και Ιούδαν Συμεών και τους τούτων, αδελφούς χρεωστικώς, και τον Λουκάν τιμήσωμεν, Μάρκον τε συγγραφέας, Ευαγγελίου και κήρυκας.
Δόξα.
Ωδάς επάγει σοι πιστών ή θεοσύλλεκτος ποίμνη, γηθομένη Δωδεκάδι κηρύκων, Αποστόλων σου Χριστέ, κατατρυφώσα θαύμασιν, εκ της αυτών εικόνος, της σεβασμίου φιλάνθρωπε.
Και νυν.
Από της γης εις ουρανούς, ανήγαγες τους ανθρώπους, τω γαρ τόκω σου ηνοίγησαν Κόρη, ημίν πύλαι ουρανού, ας ό Αδάμ απέκλεισε, και Θεός εν γη ώφθη, είς ουρανόν δε ό άνθρωπος.
Είτα το Κάθισμα.
Ήχος δ'. Ό υψωθείς εν τω Σταυρώ.
Κατοικισθέντες εν φωτί απροσίτω, ως οικητήρια φωτός
πεφυκότες, οίκον υμών τον άγιον φωτίζετε αεί, θείαις
προσφοιτήσεσιν· όθεν πίστει βοώμεν, σκότους ημάς ρύσασθε, και παντοίων κινδύνων, και χαλεπών εθνών επιδρομής εκδυσωπούντες τον Κτίστην Απόστολοι.
Δόξα. Όμοιον.
Τους Αποστόλους του Χριστού χαρμοσύνως, ανευφημήσωμεν πιστών αί χορείαι, ότι αυτόν εκήρυξαν εν πάση τη γη, Θεόν τε και άνθρωπον και Δεσπότην των όλων, πάσαν καταργήσαντες, διαβόλου την πλάνην, και εκτενώς πρεσβεύουσιν αεί, υπέρ ημών των τιμώντων αυτούς.
Και νυν. Θεοτοκίον, όμοιον.
Μετά Θεόν επί την σήν Θεοτόκε, προσπεφευγώς ό ταπεινός θείαν σκέπην, παρακαλώ δεόμενος έλέησον Αγνή· ότι υπερήραν μου κεφαλήν ανομίαι, και πτοούμαι Δέσποινα, τάς εκείθεν κολάσεις. Ικετηρίαν ποίησον Αγνή, προς τον Υιόν σου, εκ τούτων ρυσθήναί με.

Ωδή δ'. Κανών α'.
Ήχος δ'. Έπαρθέντα σέ ιδούσα.
Ρημάτων θείων ό φθόγγος των Αποστόλων, πυρσοφανώς διήλθε, την οικουμένην πάσαν, πλάνης μεν την ύλην εμπιπρών, φωτίζων δε χάριτι, τα των ευσεβούντων συστήματα.
Αμαυρωθέντα τώ ζόφω της ασεβείας, θεοφεγγείς φωστήρες, οί Μαθηταί φανέντες, κόσμον κατελάμπρυναν, ακτίσι της χάριτος, και μαρμαρυγαίς τού κηρύγματος.
Ιερωτάταις λαμπάσιν ηγλαϊσμένοι, του νοητού ηλίου, ως αστέρες τον κόσμον, λάμπετε πανόλβιοι φωτί της Θεότητος, πλάνης την αχλύν εκδιώκοντες.
Ράβδον δυνάμεως έχοντες τον Σταυρόν σου, την αλμυράν του βίου, οι αυτόπται σου Λόγε, θάλασσαν διέτεμον, ως ίπποι ταράσσοντες, της πολυθεΐας τα κύματα.
Θεοτοκίον.
Ωραϊσμένος ποικίλη φωτοχυσία, ό ουρανός ό έμψυχος, σου του Βασιλέως, των βασιλευόντων Χριστέ, Παρθένος ή άχραντος, νυν ως Θεοτόκος δοξάζεται.
Κανών β'.
Ήχος πλ. δ'. Σύ μου Ισχύς, Κύριε.
Ωσπερ λαμπροί, αστέρες όντως αείφωτοι, θείω φέγγει, ένδοξοι αστράπτετε, εν στερεώματι νοητώ, τω της Εκκλησίας, και τάς ψυχάς καταυγάζετε, Απόστολοι Κυρίου, δωδεκάριθμοι πάντων, των υμάς ευφημούντων μακάριοι.
Ασμασι νυν, τους Αποστόλους τιμήσωμεν, Πέτρον Παύλον, Ανδρέαν Ιάκωβον, και Ιωάννην φίλον Χριστού, Σίμωνα Ματθαίον, και Φίλιππον και Ιάκωβον, Θωμάν και τον Ματθίαν, θεηγόρους Κυρίου Μαθητάς και προμάχους της πίστεως.
Δόξα.
Δεύτε πιστοί, τους Διακόνους ύμνήσωμεν, εξαρίθμους, Στέφανον τον πρώταθλον, συν τω Προχόρω τους ιερούς, Φίλιππον συν τούτω, Νικάνορα και τον Τίμωνα και Παρμενάν, και πάντας τους του Κυρίου Αποστόλους και συμμύστας και κήρυκας σήμερον.
Και νυν.
Ο του Θεού, λαμπρός και έμψυχος θάλαμος, παρθενίας, κάλλει φαιδρυνόμενος, φαιδραίς ακτίσι της παμφαούς,
θεογενεσίας, φωταγωγεί την υφήλιον, και τάς υπερκοσμίους, όλας Δυνάμεις αγλαΐζει, και αυγάζει την κτίσιν την σύμπασαν.
Ωδή ε'. Κανών α'. Ήχος δ'. Σύ Κύριε μου φως.
Τους θείους σου Χριστέ, και πανσόφους θεράποντας, φως έδειξας εν τω κόσμω, σε το άδυτον φέγγος, τοις πάσι καταγγέλλοντας.
Οι πάσαν αρετήν, προφανώς εξασκήσαντες, Απόστολοι της ποικίλης, των δαιμόνων κακίας, τους βρόχους διελύσατε.
Υπέφηναν ημίν, της Τριάδος την έλλαμψιν, Θεότητος εν Μονάδι, οι πυρίναις εν γλώσσαις, φθεγγόμενοι Απόστολοι.
Θεοτοκίον.
Σ ε όπλον αρραγές, κατ' εχθρών προβαλλόμεθα σε άγκυραν και ελπίδα, της ημών σωτηρίας, θεόνυμφε κεκτήμεθα.
Κανών β'.
Ήχος πλ. δ'. Ίνα τί με άπώσω.
Στολισθέντες ερίοις, ώσπερ αμνοί άμωμοι του Άρχιποίμενος, Μαθηταί Κυρίου, τον σωτήριον λόγον εσπείρατε, και τα έθνη πάντα, καρποδοτείτε τω Δεσπότη αφθαρσίας καρπούς παμμακάριστοι.
Μαθηται και αυτόπται, Λόγου Αρχιποίμενος θεομακάριστοι, δυσωπούμεν πάντας, του πρεσβεύειν απαύστως προς Κύριον, υπέρ των τιμώντων, υμών την μνήμην την αγίαν, θεηγόροι Χριστού μου Απόστολοι.
Δόξα.
Η παρούσα ημέρα, μνείαν άγει εύσημον των Αποστόλων Χριστού, της δωδεκαρίθμου, θεολέκτου χορείας εν άσμασιν, ους εν εφυμνίοις, ωδαίς τιμώντες επαξίως, τον δοξάσαντα τούτους δοξάζομεν.
Και νυν.
Ομβρου θείου νεφέλη, γέγονας Πανάμωμε οία βαστάζουσα, σωτηρίας ύδωρ, και την γήν χερσωθείσαν εγκλήμασι, προς καρποφορίαν, μεταγαγούσα ευσεβείας, δια τούτο πιστώς σε δοξάζομεν.
Ωδή ς'. Κανών α'.
Ήχος δ'. Θύσω σοι μετά φωνής.
Στηρίξας, τους Μαθητάς σοφία και θαύμασι, δυνατωτέρους ειργάσω, της Ελλήνων Σώτερ ερεσχελίας, και τα τούτων, απατηλά κατήργησας δόγματα.
Οι θείοι ποταμοί της σοφίας επλήρωσαν, των σωτηρίων ναμάτων, τάς κοιλάδας πάσας της Εκκλησίας, σωτηρίου, εκ των πηγών τα ρείθρα πλουτήσαντες.
Φανέντες ζωτικοί ως αστέρες πανόλβιοι, διεσκεδάσατε πάσαν, την ζοφώδη πλάνην ταίς φωτοβόλοις, λαμπηδόσι, θεογνωσίας φέγγος αστράπτοντες.
Θεοτοκίον.
Ολην σε, την πλησίον καλήν τε και άμωμον, και καθαρόν ευρών κρίνον, και κοιλάδων άνθος ω Θεομήτορ, ό Νυμφίος, ό νοητός εν σοί κατεσκήνωσεν.
Κανών β'.
Ήχος πλ. δ'. Ίλάσθητί μοι Σωτήρ.
Πέτρον και Παύλον τιμώ, της δωδεκάδος εξάρχοντας, των Αποστόλων Χριστού, συν τούτοις Ίάκωβον, και τον τούτου σύγγονον, Ιωάννην φίλον, του Χριστού και επιστήθιον.
Τον Φίλιππον και Θωμάν, Άνδρέαν Σίμωνα μέλψωμεν, Βαρθολομαίον πιστοί, Ματθαίον Ιάκωβον, και άλλον Ίάκωβον, Ιούδα Ματθίαν, τους θεόπτας τε και κήρυκας.
Δόξα.
Θαδδαΐος συν τω Λουκά, Βαρνάβας Μάρκος και Στέφανος, Νικάνωρ και Παρμενάς και Πρόχορος άσμασι, τιμάσθωσαν Φίλιππος, συν τω Ανανία, οι Χριστού σοφοί Απόστολοι.
Και νυν.
Συνείληφας αληθώς, τον θείον Λόγον εν μήτρα σου, και τούτον υπερφυώς, Πανάμωμε τέτοκας· ον λιταίς ιλέωσαι, υπέρ των κυρίως, Θεοτόκον ανυμνούντων σε.
Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.
Τους Αποστόλους του Χριστού ανευφημήσωμεν, Πέτρον και Παύλον Ιωάννην και τους άπαντας, τους κηρύξαντας τον λόγον της αληθείας, και ελκύσαντας τα έθνη προς επίγνωσιν, της Χριστού Θεού ημών θείας σαρκώσεως, τούτοις κράζοντες· Χαίρετε θείοι Απόστολοι.
Ό Οίκος.
Α γγελοι ουρανόθεν, κατεπλάγησαν όντως την τόλμαν των σοφών Αποστόλων· ούτοι γαρ τη χάριτι Χριστού άπαντα τον κόσμον κατεφώτισαν, και προς την επίγνωσιν Θεού εχειραγώγησαν, διό και προς αυτούς βοώμεν τοιαύτα.
Χαίρε των Αποστόλων Πέτρε ό πρόκριτος,
χαίρε των διδασκάλων Παύλε ό μέγιστος.
Χαίρε Ανδρέα ένδοξε ό Πρωτόκλητος όφθείς,
χαίρε Ιωάννη Πάνσοφε Θεολόγων ή κρηπίς.
Χαίρε Ζεβεδαίου Ιάκωβε άγιε,
χαίρε Ματθαίε λυχνία ολόφωτε.
Χαίρε Φίλιππε μάκαρ ευσέβειας εκφάντορ,
χαίρε Βαρθολομαίε θείε ιεροφάντορ.
Χαίρε θείε Σίμων ζηλωτά Απόστολε,
χαίρε του Αλφαίου ό γόνος Ιάκωβε.
Χαίρε Θωμά ό καλούμενος Δίδυμος,
χαίρε Ιούδα φωστήρ ό πολύφωτος
Χαίρετε θείοι Απόστολοι.
Συναξάριον.
Τω αυτώ μηνί Ιουνίω τη Λ (Τριακοστή) σύναξιν επιτελούμεν προς τιμήν των Αγίων ενδόξων και πανευφήμων Δώδεκα Αποστόλων, ων τα ονόματα εισίν· Πέτρος, Παύλος, Ανδρέας, Ιωάννης, Ιάκωβος, Ματθαίος, Φίλιππος, Ναθαναήλ, Θωμάς, Ιάκωβος, Σίμων και Ιούδας ό υιός Ιακώβου.
Στίχοι.
Τιμώ Θεόπτας δώδεκα Χριστού φίλους. Ήρωας άνδρας, και θεούς τολμώ λέγειν.
Δώδεκα ευκλεέας τριακοστή αγείρει μύστας.
Ταίς των δωδεκαρίθμων και πανευφήμων αγίων Δώδεκα Αποστόλων πρεσβείαις, Χριστέ ό Θεός, ελέησον και σώσον ημάς. Αμήν.

Ωδή ζ'. Κανών α'.
Ήχος δ'. Εν τη καμίνω.
Υιοθετήσας, τους Μαθητάς σου πριν ό φύσει Υιός, θέσει κληρονόμους έδειξας πατρικής, κληρουχίας υπεράγαθε, και συνεδρεύειν σοι, ως θεός και Δεσπότης ηυδόκησας.
Σοφίας χύμα, καρδίας πλάτος, γλώσσαν εύλαλον, Λόγε παράσχων τοις θείοις σου Μαθηταίς, εξαπέστειλας κηρύττοντας, το Ευαγγέλιον της βασιλείας πάσι τοις έθνεσιν.
Αναφανέντες, ώσπερ νεφέλαι πλήρεις θείου φωτός, πάσιν επομβρίζουσιν ύδωρ ζωοποιόν, οι Απόστολοι κραυγάζοντες· ευλογημένος εί, εν τω Ναω της δόξης σου Κύριε.
Θεοτοκίον.
Πεποικιλμένη τη θεία δόξη ώφθης Άχραντε, μόνη εξ αιώνος Λόγον τον του Πατρός, δεξαμένη Μητροπάρθενε· Ευλογημένη συ εν γυναιξίν, υπάρχεις πανάμωμε Δέσποινα.
Κανών β'.
Ήχος πλ. δ'. Θεού συγκατάβασιν.
Χορός ό πανέντιμος, των Αποστόλων η Δωδεκάς η σεπτή, ιεραίς ευφημίαις, ανευφημείσθω χρεωστικώς παρ' ημών, ως σωτηρίας πιστών όντες πρόξενοι, και οικουμένης κριταί και πορθμευταί των εθνών.
Υπόθεσις γέγονεν, ή υμών μνήμη πάσι πιστοίς εορτής, θεηγόροι Κυρίου, θεομακάριστοι θείοι Απόστολοι, ην συνελθόντες εκ πόθου γεραίρομεν, και ανυμνούμεν υμάς, εν ευφροσύνη ψυχής.
Δόξα.
Αγγέλων τα τάγματα, και των αγίων χοροί συνάχθητε, και εις εν συνελθόντες των Αποστόλων την μνήμην την πάντιμον, πνευματικοίς εγκωμίοις γεραίροντες, τον ευεργέτην Θεόν, τον των Πατέρων ημών.
Και νυν.
Απάντων επέκεινα, ό Υιός και Λόγος του προανάρχου Πατρός, σος Υιός καθωράθη, Θεογεννήτορ καθώς ηυύδόκησε, δια το σώσαι τους πίστει κραυγάζοντας, ευλογητός ό Θεός, ό των Πατέρων ημών.
Ωδή η'. Κανών α'.
Ήχος δ'. Χείρας εκπετάσας Δανιήλ.
Ο θείος και πάνσοφος χορός, των Αποστόλων Χριστού, πυρι του Πνεύματος, ως ύλην εύπρηστον έφλεξε, των δαιμόνων τα σεβάσματα, και τάς καρδίας των πιστών εφωταγώγησε, των βοώντων πάντα τα έργα υμνείτε τον Κύριον.
Συμφώνως τους θείους Μαθητάς, και Αποστόλους Χριστού, τους τα ουράνια ημίν βροντήσαντας δόγματα, τους λειμώνας τους της πίστεως, τους ευεργέτας τους κοινούς της ανθρωπότητος, του Σωτήρος, τους υπηρέτας εν ύμνοις τιμήσωμεν.
Τα πάνσεπτα και χωρητικά, δοχεία του φωτός, τάς των βροτών απαρχάς, τάς του κηρύγματος σάλπιγγας, τους χειμάρρους της αφθάρτου ζωής, τάς θεοφόρους αστραπάς, τάς ιαμάτων πηγάς, τους ωραίους πόδας του Ευαγγελίου τιμήσωμεν.
Θεοτοκίον.
Ο πλήρης κενούται δι' ημάς, ίνα πληρώσεως, αυτού μετάσχωμεν την γαρ πανάχραντον μήτραν σου, υποδύς ό απερίληπτος, των πατρικών ουκ αποστάς κόλπων σεσάρκωται· όθεν πάντες, σε ευλογούμεν, Μαρία Θεόνυμφε.
Κανών β'.
Ήχος πλ. δ'. Επταπλασίως κάμινον.
Η δωδεκάς ή πάντιμος, Πέτρε Παύλε Ιάκωβε, και Βαρθολομαίε και Θωμά και Φίλιππε, Ανδρέα Ιάκωβε, και Ιωάννη φίλε Χριστού, Σίμων και Θαδδαίε, παμμακάριστοι θείοι, και μέγιστε Ματθαίε, συν τοις αδελφοθέοις, πρεσβεύσατε απαύστως, υπέρ ημών τω Κτίστη.
Οι των Αγγέλων σήμερον, θείοι δήμοι ευφραίνονται, άμα τοις βροτοίς, φαιδρώς πανηγυρίζοντες, Απόστολοι ένδοξοι και Μαθηταί θεόφρονες, επί τη ένδόξω και σεπτή υμών μνήμη, ην πόθω ευφημούμεν, μελωδούντες συμφώνως, λαός υπερυψούτε, Χριστόν εις τους αιώνας.
Δόξα.
Μίαν αρχήν θεότητος, μίαν φύσιν ασύγχυτον, εν τρισί προσώποις, επί γης κηρύξαντες, θεόπται Απόστολοι, είς ουρανούς ανήλθετε, των σωματικών, ήδη λυθέντων εσόπτρων, συν πόθω καθορώντες, το αμήχανον κάλλος, τρισάγιόν τε ύμνον, βοώντες είς αιώνας.
Και νυν.
Ως του Θεού Μητέρα σε, ομοφρόνως δοξάζομεν, και των ποιημάτων, υπερτέρα Πάναγνε, εν σοι γαρ κατάκριμα, το εξ Αδάμ ηφάνισται, και ή απωσθείσα, ωκειώθη ανθρώπων, ουσία μελωδούσα· ιερείς ανυμνείτε, λαός ύπερυψούτε, είς πάντας τους αιώνας.

Η τιμιωτέρα, εις Ήχον δ'.
Είτα επισυνάπτομεν την θ' 'Ωδήν μετά των Μεγαλυναρίων.
Κανών α'. Ήχος δ'. Λίθος άχειρότμητος.
Μεγαλυνάριον.
Συνεορτάζει ό κόσμος εν τη μνήμη, των Αγίων Αποστόλων σου Χριστέ μου.
Λύειν τάς σειράς των πταισμάτων, την έξουσίαν είληφότες, παρά του Δεσπότου θεόπται, τάς αμαρτίας των άνυμνούν-των υμάς, εύσπλάγχνως εξαλείψατε και σωτηρίας αξιώσατε.
Αγαλλιάσθω, ή κτίσις και σκιρτάτω, νυν τη μνήμη σου, Δωδεκάς Χριστού θεία.
Όλην την του Πνεύματος αίγλην, ουσιωδώς υμίν φανείσαν, πάντες υπεδέξασθε Σοφοί, εν υπερώω μυσταγωγούμενοι, τα υψηλά διδάγματα, και νυν αξίως μακαρίζεσθε.
Πανηγυρίζει ή κτίσις και δοξάζει, υμάς σήμερον, τους σοφούς Αποστόλους.
Υμίν ό Χριστός νυν τοις φίλοις, αναπαυσαμένοις βραβεύει, τούς αμαραντίνους στεφάνους, και θεωρίας θείας εέμπίπλησιν όνπερ νυν δυσωπήσατε, τάς Εκκλησίας διασώσασθαι.
Σέ μεγαλύνει, Θεοτόκε ή κτίσις, ή αόρατος, και ορατή τε πάσα.
Σαρκί επιδημήσαι θελήσας, ό διακοσμήσας πάντα Λόγος, εν σοί κατεσκήνωσε μόνην, αγιωτέραν πάντων ευράμενος, και Θεοτόκον έδειξεν, έπ' αληθείας θεονύμφευτε.
Κανών β'.
Ήχος πλ. δ'. Έξέστη επί τούτω.
Μεγαλυνάριον.
Μεγάλυνον ψυχή μου, τους δωδεκαρίθμους, πύργους της Εκκλησίας, ενδόξους Αποστόλους.
Ω μύσται των αρρήτων και υπουργοί, αναπτάντες τον θρόνον τον άστεκτον, ως και υμείς, μέλλετε καθέζεσθαι ως κριταί, της οικουμένης ένδοξοι, θρόνοις επί δώδεκα ως υμίν, ύπέσχετο ό Λόγος, συγχώρησιν πταισμάτων, και ιλασμόν ημίν πρεσβεύσατε.
Μεγάλυνον ψυχή μου, τους την οικουμένην φωτίσαντας φωστήρας, πανσόφους Αποστόλους.
Ου σθένει γλώσσα όντως ανευφημείν, παμμακάριστοι θείοι Απόστολοι, υμάς ως δει, άλλα πάλιν οίδα πως ή υμών, φιλανθρωπία δέχεται, είς γυμνήν προαίρεσιν της ψυχής· διό δέξα-σθε ταύτα, τα άσματα θεόπται, και σωτηρίαν μοι βραβεύσατε.
Δόξα.
Μεγάλυνον ψυχή μου, τους της άρχιφώτου Θεότητος λαμπτήρας, πανσόφους Αποστόλους.
Η θεία Αποστόλων πανευκλεής, δωδεκάς Πέτρε Παύλε Ιάκωβε, φίλε Χριστού, θείε Ιωάννη μάκαρ Θωμά, Ανδρέα Σίμων Φίλιππε, Ματθαίε Θαδδαίε θαυματουργέ, Βαρθολομαίε άμα, συν θείω Ιακώβω, υπέρ ημών Χριστώ πρεσβεύσατε.
Και νυν.
Μεγάλυνον ψυχή μου, την Δέσποιναν του κόσμου και Αποστόλων κλέος, Μαρίαν Θεοτόκον.
Σ ιών αγία έμψυχε κιβωτέ, Θεού πόλις περί ης λελάληνται θεοπρεπή, και δεδοξασμένα και θαυμαστά, της αδοξίας ρύσαί με, των πλημμελημάτων μου των πολλών, και σώσόν με δι' οίκτον, τον σε δοξολογούντα, ως εφικτόν θεογεννήτρια.

Εξαποστειλάριον.
Ήχος β'. Των Μαθητών ορώντων σε.
Των Μαθητών την πάντιμον δωδεκάδα, χαρμονικώς συνδράμωμεν ευφημήσαι· χαίρετε την σύμπασαν κυκλώσαντες, και των εθνών ζωγρήσαντες, τάς κακοπίστους αγέλας, μαθητευθέντων τα θεία.
Θεοτοκίον, όμοιον.
Των Αποστόλων κήρυγμα Θεοτόκε, τον σον Υίόν δυσώπησον υπέρ πάντων, των αληθώς φρονούντων σε Θεοτόκον, και τάς αιρέσεις σκέδασον, και καταξίωσον πάντας, της ουρανών Βασιλείας.

Είς τους Αίνους.
Ιστώμεν Στίχους δ'
και ψάλλομεν τα παρόντα Στιχηρά προσόμοια.
Ήχος δ'. Ό εξ υψίστου κληθείς.
Ο εκ Πατρός δηλωθείς τον Θεόν Λόγον, τίνα με νομίζετε διερωτώντι Χριστώ, συ ό του ζώντος Πατρός Υιός, ως πάντων στόμα, θεηγορών ευθύς αάνεκήρυξας· διό και μακάριος εί Σίμων Βάρ Ιωνά, αντιμισθίαν κεκλήρωσαι, και γαρ δοξάζει Θεός τους πίστει τούτον δοξάζοντας, και προς επάθλων δε δαψίλειαν, καλών και πέτραν εν σοί ακαταίσχυντον, Εκκλησίας την έδραν, ό θεμέλιος επήξατο.
Ο έκ κοιλίας μητρός αφωρισμένος, υλώδους εμφάσεως, βάρος απάσης φυγών, ανεπτερώθης τω έρωτι, όντως της
θείας, Παύλε αγάπης προς ύψος ένθεον, ένθα τον υπέρφωτον, γνόφον του θείου φωτός, υπεισελθών ως τις άσαρκος, την των αρρήτων, κατεπλουτίσθης ρημάτων μύησιν, και απεστάλης τοις εν σκότει συ, φως μηνύων Χριστόν τον Θεόν ημών, όν ικέτευε σώσαι και φωτίσαι τάς ψυχάς ημών.
Η δωδεκάς των πανσόφων Αποστόλων, τα πάντα κατέλιπες και ηκολούθησας, τω Διδασκάλω πανένδοξοι, μέχρι θανάτου, εν προθυμία αυτώ επόμενοι, την κτίσιν δε σύμπασαν, ως δωδεκάπυρσοι, διαδραμόντες το κήρυγμα, του θείου λόγου, εγκατασπείραντες εφωτίσατε, τα έθνη πάντα διδαχαίς υμών, όθεν πάντες αεί μακαρίζομεν, και τιμώμεν εκ πόθου, την λαμπράν υμών πανήγυριν.
Πέτρον και Παύλον Ιάκωβον Ανδρέαν, Φίλιππον τον ένδοξον, Βαρθολομαίον Θωμάν, και Ιωάννην Ιάκωβον τον του Αλφαίου, και συν Ματθαίω τω θεοκήρυκι· Θαδδαίον τον πάνσοφον, και Σίμωνα ζηλωτήν, και τον Ματθίαν τιμήσωμεν, τους Αποστόλους, ως του Δεσπότου φίλους υπάρχοντας, δι' ων το φέγγος επεγνώκαμεν, της Τριάδος και σκότους ερρύσθημεν, αγνωσίας οι τούτων, πειθαρχήσαντες τοις δόγμασιν.
Δόξα. Ήχος πλ. δ'.
Κοσμά, Μοναχού
Ην διήλθετε κτίσιν φωτίσαντες, οι του Σωτήρος Μαθηταί την πλάνην των ειδώλων, ως ύλην καταφλέξαντες, τοις διδάγμασιν υμών, τα έθνη εξ αγνωσίας βυθού, προς την θείαν γνώσιν, σαγηνεύσαντες, εσώσατε, και νυν πρεσβεύσατε Χριστώ, όπως ίλεως γένηται ημίν, εν τη ημέρα της κρίσεως.
Και νυν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τάς δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.
Δοξολογία Μεγάλη και Άπόλυσις.

Είς την Λειτουργίαν,

τα Τυπικά
και εν τοίς Μακαρισμοίς, ό α' Κανών της γ' Ωδής και
ό β' Κανών της ς' Ωδής.
Και εφεξής ή θεία Λειτουργία.
Μεγαλυνάριον.
Πέτρον Παύλον μέλψωμεν και Θωμάν, Φίλιππον Άνδρέαν, Ιωάννην Ιάκωβον, Σίμωνα, Ματθαίον,Ιούδαν Ιακώβου, Βαρθολομαίον άμα, και τον Ιάκωβον.
Κοινωνικόν.
Είς πάσαν την γήν έξήλθεν ό φθόγγος αυτών και είς τα πέρατα της οικουμένης τα ρήματα αυτών.
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Απάντηση

Επιστροφή στο “Βυζαντινή Μουσική”