† Πέτρου (†64) καὶ Παύλου (†67)

Συζήτηση για την Βυζαντινή Μουσική.

Συντονιστές: alex, Συντονιστές

Απάντηση
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

† Πέτρου (†64) καὶ Παύλου (†67)

Δημοσίευση από PRETORIAN »

Στη μνήμη του πατέρα μου Ιωάννη
29-6-2010

† Πέτρου (†64) καὶ Παύλου (†67) τῶν πανευφήμων καὶ πρωτοκορυφαίων ἀποστόλων.


Εἰς τὸν ἑσπερινόν

«Εὐλογητὸς ὁ Θεός»,

Ἀμήν. Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.


• Ευλόγει η ψυχή μου, τόν Κύριον• Κύριε ο Θεός μου εμεγαλύνθης σφοδρα.
• • Εξομολόγησιν καί μαγαλοπρέπειαν ενεδύσω, αναβαλλόμενος φώς ως ιμάτιον.
• • Εκτείνων τον ουρανόν ωσεί δέρριν, ο στεγάζων εν ύδασιν τά υπερώα αυτού.
• • Ο τιθείς νέφη τήν επίβασιν αυτού, ο περιπατών επί πτερύγων ανέμων.
• • Ο ποιών τούς Αγγέλους αυτού πνεύματα, καί τούς λειτουργούς αυτού πυρός φλόγα.
• • Ο θεμελιών τήν γήν επί τήν ασφάλειαν αυτής, ου κλιθήσεται εις τόν αιώνα τού αιώνος.
• • Άβυσσος ως ιμάτιον το περιβόλαιον αυτού, επί τών ορέων στήσονται ύδατα.
• • Από επιτιμήσεώς σου φεύξονται, από φωνής βροντής σου δειλιάσουσιν.
• • Αναβαίνουσιν όρη, καί καταβαίνουσι πεδία εις τόπον, όν εθεμελίωσας αυτά.
• • Όριον έθου, ό ου παρελεύσονται, ουδέ επιστρέψουσι καλύψαι την γήν.
• • Ο εξαποστέλλων πηγάς εν φάραγξιν, ανάμεσον τών ορέων διελεύσονται ύδατα.
• • ποτιούσι πάντα τά θηρία τού αγρού, προσδέξονται όναγροι εις δίψαν αυτών.
• • Επ' αυτά τά πετεινά τού ουρανού κατασκηνώσει• εκ μέσου τών πετρών δώσουσι φωνήν.
• • Ποτίζων όρη εκ τών υπερώων αυτού• από καρπού τών έργων σου χορτασθήσεται η γή.
• • Ο εξανατέλλων χόρτον τοίς κτήνεσι, καί χλόην τή δουλεία τών ανθρώπων.
• • Τού εξαγαγείν άρτον εκ τής γής• καί οίνος ευφραίνει καρδίαν ανθρώπου.
• • Τού ιλαρύναι πρόσωπον εν ελαίω• κα ί άρτος καρδίαν ανθρώπου στηρίζει.
• • Χορτασθήσεται τα ξύλα τού πεδίου, αι κέδροι τού Λιβάνου, άς εφύτευσας.
• • Εκεί στρουθία εννοσσεύσουσι, τού ερωδιού η κατοικία ηγείται αυτών.
• • Όρη τά υψηλά ταίς ελάφοις, πέτρα καταφυγή τοίς λαγωοίς.
• • Εποίησε σελήνην εις καιρούς• ο ήλιος έγνω τήν δύσιν αυτού.
• • Έθου σκότος, καί εγένετο νύξ• εν αυτή διελεύσονται πάντα τά θηρία τού δρυμού.
• • Σκύμνοι ωρυόμενοι τού αρπάσαι, καί ζητήσαι παρά τώ Θεώ βρώσιν αυτοίς.
• • Ανέτειλεν ο ήλιος, καί συνήχθησαν, καί εις τάς μάνδρας αυτών κοιτασθήσονται.
• • Εξελεύσεται άνθρωπος επί τό έργον αυτού, καί επί τήν εργασίαν αυτού έως εσπέρας.
• • Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας• επληρώθη η γή τής κτίσεώς σου.
• • Αύτη η θάλασσα η μεγάλη καί ευρύχωρος• εκεί ερπετά ών ουκ έστιν αριθμός, ζώα μικρά μετά μεγάλων.
• • Εκεί πλοία διαπορεύονται• δράκων ούτος, όν έπλασας εμπαίζειν αυτή.
• • Πάντα πρός σέ προσδοκώσι, δούναι τήν τροφήν αυτών εις εύκαιρον• δόντος σου αυτοίς συλλέξουσιν.
• • Ανοίξαντός σου τήν χείρα, τά σύμπαντα πλησθήσονται χρηστότητος• αποστρέψαντος δέ σου τό πρόσωπον, ταραχθήσονται.
• • Αντανελείς τό πνεύμα αυτών, καί εκλείψουσι, και εις τόν χούν αυτών επιστρέψουσιν.
• • Εξαποστελείς τό πνεύμα σου, καί κτισθήσονται, καί ανακαινιείς τό πρόσωπον τής γής.
• • Ήτω η δόξα Κυρίου εις τούς αιώνας• ευφρανθήσεται Κύριος επί τοίς έργοις αυτού.
• • Ο επιβλέπων επί τήν γήν, καί ποιών αυτήν τρέμειν• ο απτόμενος τών ορέων, και καπνίζονται.
• • Άσω τώ Κυρίω εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
• • Ηδυνθείη αυτώ η διαλογή μου, εγώ δέ ευφρανθήσομαι επί τώ Κυρίω.
• • Εκλείποιεν αμαρτωλοί από τής γής, καί άνομοι, ώστε μη υπάρχειν αυτούς. Ευλόγει, η ψυχή μου, τον Κύριον.

Καί πάλιν
Ο ήλιος έγνω τήν δύσιν αυτού• έθου σκότος, καί εγένετο νύξ.
Ως εμεγαλύνθη τά έργα σου, Κύριε• πάντα εν σοφία εποίησας.

Δόξα... Καί νύν ...
Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').
Η ελπίς ημών, Κύριε, δόξα σοι.

καὶ τὰ εἰρηνικά.

Ἦχος δ’.
Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα’ (141)
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Στίχ.Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου

Στίχ.Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὐ ἀνταποδῷς μοι.

Ψαλμὸς 129
Στίχ.Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.

Στίχ.Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἦχος β' Αὐτόμελον
Ἀνδρέου Πυροῦ

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ ἡνωμένους τῷ Πνεύματι, τοὺς θεοκηρύκων πρωτοστάτας, τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα, τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα· τούτους γὰρ ὄντως ἀξίως, ἀθανάτου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Ἦχος β' Αὐτόμελον
Ἀνδρέου Πυροῦ
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ ἡνωμένους τῷ Πνεύματι, τοὺς θεοκηρύκων πρωτοστάτας, τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα, τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα· τούτους γὰρ ὄντως ἀξίως, ἀθανάτου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.


Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν Πέτρον καὶ Παῦλον, τῆς θεογνωσίας τὰς πτέρυγας, τὰς διαπτάσας τὰ πέρατα, καὶ πρὸς οὐρανὸν ἀνυψωθείσας, τὰς χεῖρας, Εὐαγγελίου τοῦ τῆς χάριτος, τοὺς πόδας, τῆς ἀληθείας τοῦ κηρύγματος, τοὺς ποταμοὺς τῆς σοφίας, τοῦ Σταυροῦ τὰ κέρατα, δι' ὧν δαιμόνων ὀφρύν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.


Στίχ.Ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν Πέτρον καὶ Παῦλον, τῆς θεογνωσίας τὰς πτέρυγας, τὰς διαπτάσας τὰ πέρατα, καὶ πρὸς οὐρανὸν ἀνυψωθείσας, τὰς χεῖρας, Εὐαγγελίου τοῦ τῆς χάριτος, τοὺς πόδας, τῆς ἀληθείας τοῦ κηρύγματος, τοὺς ποταμοὺς τῆς σοφίας, τοῦ Σταυροῦ τὰ κέρατα, δι' ὧν δαιμόνων ὀφρύν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Στίχ.αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

Ποίοις πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν Πέτρον καὶ Παῦλον; τὰ τὴν ἀθεότητα σφάττοντα, καὶ μὴ ἀμβλυνόμενα στόματα, τῆς φρικτῆς τοῦ Πνεύματος μαχαίρας, τὰ Ῥώμης, περιφανῆ ἐγκαλλωπίσματα, τὰ πάσης τῆς οἰκουμένης ἐντρυφήματα, τὰς τῆς Καινῆς Διαθήκης, θεογράφους πλάκας, νοουμένας ἃς ἐν Σιών, Χριστὸς ἐξεφώνησεν, ὁ ἔχων τὸ μέγα ἔλεος.


Στίχ.Ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα

Ποίοις πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν Πέτρον καὶ Παῦλον; τὰ τὴν ἀθεότητα σφάττοντα, καὶ μὴ ἀμβλυνόμενα στόματα, τῆς φρικτῆς τοῦ Πνεύματος μαχαίρας, τὰ Ῥώμης, περιφανῆ ἐγκαλλωπίσματα, τὰ πάσης τῆς οἰκουμένης ἐντρυφήματα, τὰς τῆς Καινῆς Διαθήκης, θεογράφους πλάκας, νοουμένας ἃς ἐν Σιών, Χριστὸς ἐξεφώνησεν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δόξα... Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Τῷ τριττῷ τῆς ἐρωτήσεως, τῷ, Πέτρε φιλεῖς με, τὸ τριττὸν τῆς ἀρνήσεως, ὁ Χριστὸς διωρθώσατο· διὸ καὶ πρὸς τὸν κρυφιογνώστην ὁ Σίμων, Κύριε, πάντα γινώσκεις, τὰ πάντα ἐπίστασαι, σὺ οἶδας ὅτι φιλῶ σε. Ὅθεν πρὸς αὐτὸν ὁ Σωτήρ· Ποίμαινε τὰ πρόβατά μου, ποίμαινε τὴν ἐκλογάδα μου, ποίμαινε τὰ ἀρνία μου, ἃ ἐν τῷ ἰδίῳ αἵματι περιεποιησάμην εἰς σωτηρίαν, Αὐτὸν ἱκέτευε, θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου· Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε, τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

Εἴσοδος

Σοφία Ὀρθοί

Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξάζει.

Προκείμενον τῆς ἡμέρας

Τῇ Δευτέρᾳ ἑσπέρας Ἦχος δ'
Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
Στίχ. Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεός της δικαιοσύνης μου.

Ἀναγνώσματα.

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου
Τὸ Ἀνάγνωσμα (Κεφ. 1, 3-9)
Ἀδελφοί, εὐλογητὸς ὁ Θεός, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι ( εἰ δέον ἐστί ) λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 1, 13-19)

Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά, κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται. Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. 2, 11-24)

Ἀγαπητοί, παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ' ὡς δοῦλοι Θεοῦ. Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν Βασιλέα τιμᾶτε. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ· εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστός ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος β'
Ἀνδρέου Ἱεροσολυμίτου
Δεῦρο δὴ μοι σήμερον, τὸ τῶν πιστῶν εὐθύμως καλλιέρημα, χοροστατήσαντες ἅμα, τοὺς τῆς χάριτος ἐκλόγους ὑφάντας, Πέτρον καὶ Παῦλον πρέπουσιν ἐγκωμίοις στεφανώσωμεν, ὅτι ἀφθόνως πᾶσι τὸν λόγον κατασπείραντες, σὺν τούτοις καὶ τὴν χάριν τοῦ Πνεύματος κατεπλούτησαν, καὶ τῆς ἀληθινῆς ἀμπέλου ὑπάρχοντες κλήματα, βότρυν ἡμῖν πέπειρον ἐξεπέπαναν, εὐφραίνοντα τὰς καρδίας ἡμῶν. Πρὸς οὓς βοήσωμεν, ἀνακεκαλυμμένῳ προσώπῳ, καὶ καθαρῷ συνειδότι, λέγοντες· Χαίρετε πορθμευταὶ τῶν ἀλόγων, καὶ ὑπουργοὶ τῶν ἐν λόγῳ. Χαίρετε τοῦ παντὸς ποιητοῦ καὶ κηδεμόνος ἐκλόγια τερπνά. Χαίρετε πρόξενοι τῶν ἀγαθῶν, καὶ διῶκται τῶν δολερῶν. Οὓς ἱκετεύσωμεν πρεσβεύειν ἀεί, εἰρήνην σταθηρὰν τῷ κόσμῳ δωρήσασθαι, πρὸς τὸν Κτίστην καὶ Διδάσκαλον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἀρσενίου Ὁ αὐτὸς
Τοὺς Μαθητὰς τοῦ Χριστοῦ, καὶ θεμελίους τῆς Ἐκκλησίας, τοὺς ἀληθεῖς στύλους καὶ βάσεις, καὶ σάλπιγγας ἐνθέους, τῶν τοῦ Χριστοῦ δογμάτων καὶ παθημάτων, τούς κορυφαίους Πέτρον καὶ Παῦλον, ἅπας ὁ κόσμος ὡς προστάτας εὐφημήσωμεν. Οὗτοι γὰρ διαδραμόντες τὸ κλίτος ὅλον τῆς γῆς, ὥσπερ ἀρότρῳ ἔσπειραν τὴν πίστιν, καὶ πᾶσι τὴν θεογνωσίαν ἀνέβλυσαν, τῆς Τριάδος δεικνῦντες λόγον. Ὦ Πέτρε, πέτρα καὶ κρηπίς, καὶ Παῦλε, σκεῦος ἐκλογῆς, οἳ καὶ ζευκτοὶ βόες τοῦ Χριστοῦ, πάντας εἵλκυσαν πρὸς τὴν θεογνωσίαν, ἔθνη πόλεις τε καὶ νήσους, Ἑβραίους δὲ πάλιν πρὸς τὸν Χριστὸν ἐπανήγαγον, καὶ πρεσβεύουσι τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Γερμανοῦ Ὁ αὐτὸς
Πέτρε, κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε θεσπέσιε, τῶν Ἁγίων Ἐκκλησιῶν ὁ ῥήτωρ καὶ φωστήρ, τῷ θείῳ θρόνῳ παριστάμενοι, ὑπέρ ἡμῶν Χριστῷ πρεσβεύσατε.
Ὁ αὐτὸς
Παῦλε, στόμα Κυρίου, ἡ κρηπὶς τῶν δογμάτων, ὁ ποτὲ μὲν διώκτης, Ἰησοῦ τοῦ Σωτῆρος, νῦν δὲ καὶ πρωτόθρονος, τῶν Ἀποστόλων γενόμενος μακάριε· ὅθεν ἄρρητα εἶδες σοφέ, ἕως τρίτου οὐρανοῦ ἀναβάς, καὶ ἔκραζες· Δεῦτε σὺν ἐμοί, καὶ τῶν ἀγαθῶν μὴ ὑστερηθῶμεν.
Ἦχος γ' Ἰωάννου Μοναχοῦ
Οἱ τῆς ἄνω Ἱερουσαλὴμ πολῖται, ἡ πέτρα τῆς πίστεως, ὁ ῥήτωρ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἡ τῆς Τριάδος δυάς, τοῦ κόσμου οἱ σαγηνευταί, καταλιπόντες σήμερον τὰ ἐπὶ γῆς, ἐπορεύθησαν ἐν ἀθλήσει πρὸς Θεόν, καὶ πρεσβεύουσιν αὐτῷ ἐν παρρησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος πλ. α' Βυζαντίου
Ἡ σοφία τοῦ Θεοῦ, ὁ συναΐδιος Λόγος τοῦ Πατρός, καθὼς ἐν Εὐαγγελίοις προέφη, τὰ εὔφορα κλήματα, ὑμεῖς ἐστε πανεύφημοι Ἀπόστολοι, οἱ τὸν βότρυν τὸν πέπειρον καὶ τερπνόν, ἐν τοῖς κλάδοις ὑμῶν φέροντες, ὃν οἱ πιστοὶ ἐσθίοντες, ἐπιστοιχοῦμεν γεῦσιν πρὸς εὐφρόσυνον, Πέτρε, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε, καύχημα τῆς οἰκουμένης, στηρίξατε ποίμνην, ἣν ἐκτήσασθε διδαχαῖς ὑμῶν.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν των ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α'
Ἀνδρέου Κρήτης
Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε; ἢ τὶς παραστήσει τοὺς ἀγῶνας καὶ τοὺς κόπους σου, οὓς ἐκοπίασας ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, ἵνα πάντας κερδήσῃς, καὶ Χριστῷ προσαγάγῃς τὴν Ἐκκλησίαν. Ἀλλὰ ταύτην αἴτησαι, φυλάττειν τὴν καλήν σου ὁμολογίαν, μέχρι τελευταίας ἀναπνοῆς, Παῦλε Ἀπόστολε, καὶ διδάσκαλε τῶν Ἐκκλησιῶν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε, τοὺς κόπους, τοὺς μόχθους, τὰς ἀγρυπνίας, τὰς ἐν λιμῷ καὶ δίψει κακοπαθείας, τὰς ἐν ψύχει καὶ γυμνότητι, τὴν σαργάνην, τοὺς ῥαβδισμούς, τοὺς λιθασμούς, τὴν περίοδον, τὸν βυθόν, τὰ ναυάγια; θέατρον ἐγένου καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. Πάντα οὖν ὑπέμεινας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, ἵνα κόσμον κερδίσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ σου. Διὸ δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, ἀδιαλείπτως ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Τοὺς φωστῆρας τοὺς μεγάλους τῆς Ἐκκλησίας, Πέτρον καὶ Παῦλον εὐφημήσωμεν· ὑπὲρ ἥλιον γὰρ ἔλαμψαν, ἐν τῷ τῆς πίστεως στερεώματι, καὶ τὰ ἔθνη ταῖς ἀκτῖσι τοῦ κηρύγματος, ἐκ τῆς ἀγνοίας εἰς τὴν θείαν γνῶσιν ἐπανήγαγον, ὁ μὲν τῷ σταυρῷ προσηλωθείς, πρὸς οὐρανὸν τὴν πορείαν ἐποιήσατο, ἔνθα τῆς βασιλείας, παρὰ Χριστοῦ τὰς κλεῖς ἐγκεχείριστο, ὁ δὲ τῷ ξίφει ἀποτμηθείς, πρὸς τὸν Σωτῆρα ἐκδημήσας, ἐπαξίως μακαρίζεται, καὶ ἀμφότεροι τὸν Ἰσραὴλ καταγγέλλουσιν, ὡς εἰς αὐτὸν τὸν Κύριον, χεῖρας ἀδίκως ἐκτείναντα. Διὸ εὐχαῖς αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τοὺς καθ' ἡμῶν κατάβαλε, καὶ τὴν ὀρθόδοξον πίστιν κράτυνον, ὡς φιλάνθρωπος.
Δόξα... Ἦχος πλ. β'
Ἐφραὶμ Καρίας
Ἑορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον, ἡ πάνσεπτος μνήμη τῶν σοφωτάτων Ἀποστόλων, καὶ κορυφαίων Πέτρου καὶ Παύλου· διὸ καὶ Ῥώμη συγχαίρει χορεύουσα. Ἐν ᾠδαῖς καὶ ὕμνοις ἑορτάσωμεν καὶ ἡμεῖς ἀδελφοί, τὴν πανσεβάσμιον ταύτην ἡμέραν, βοῶντες πρὸς αὐτούς· Χαῖρε, Πέτρε Ἀπόστολε, καὶ γνήσιε φίλε, τοῦ σοῦ διδασκάλου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Χαῖρε Παῦλε παμφίλτατε, καὶ κήρυξ τῆς πίστεως, καὶ διδάσκαλε τῆς οἰκουμένης, Ὡς ἔχον παρρησίαν, ζεῦγος ἁγιόλεκτον, Χριστὸν τὸν Θεόν ἡμῶν ἱκετεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος δ'
*Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν...
Ἦχος δ' Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


* Σημείωσις. ᾿Απολυτίκιον τοῦ ἀποστόλου Παύλου ποιηθὲν ὑπὸ τοῦ ἀρχιεπισκόπου ᾿Αθηνῶν Χρυσοστόμου Παπαδοπούλου (†1938).
῏Ηχος δ΄. Κανόνα πίστεως.
᾿Εθνῶν σε κήρυκα καὶ φωστῆρα τρισμέγιστον, ᾿Αθηναίων διδάσκαλον, οἰκουμένης ἀγλάισμα, εὐφροσύνως γεραίρομεν• τοὺς ἀγῶνας τιμῶμεν καὶ τὰς βασάνους διὰ Χριστόν, τὸ σεπτόν σου μαρτύριον• ἅγιε Παῦλε ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ


Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα...
Ἀπολυτίκιον Ἦχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν...
Ἦχος δ' Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν πρώτην Στιχολογίαν
Κάθισμα τοῦ Πέτρου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τὸν βυθὸν τῆς ἁλιείας καταλιπών, οὐρανόθεν ἐδέξω παρὰ Πατρός, τὴν θείαν ἀποκάλυψιν, τῆς τοῦ Λόγου σαρκώσεως, καὶ παρρησίᾳ πᾶσιν, ἐβόας τῷ Κτίστῃ σου, τοῦ Θεοῦ σε γινώσκω, Υἱὸν ὁμοούσιον, Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος, Πέτρε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἐνθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν φρίττω τὴν φοβεράν, τρέμω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κόλασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος, τὸν τάρταρον, Οἴμοι! τὶ ποιήσω ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅταν τίθωνται θρόνοι, καὶ βίβλοι ἀνοίγωνται, καὶ αἱ πράξεις ἐλέγχωνται; Τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τοῦ Παύλου
Τὴν Σοφίαν καὶ Λόγον
Οὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ, κομισάμενος ὤφθης κήρυξ φωτός, πᾶσι τοῖς τῆς χάριτος, καταλάμψας διδάγμασι· τὴν γὰρ τοῦ νόμου ξέσας, λατρείαν τοῦ γράμματος, τοῖς πιστοῖς κατήστραψας, τὴν γνῶσιν τοῦ Πνεύματος· ὅθεν καὶ εἰς τρίτον, οὐρανὸν ἐπαξίως, ἐπήρθης μετάρσιος, καὶ Παράδεισον ἔφθασας, Παῦλε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσης φλογιζούσης δώρησαι, καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν τόκον σου Ἄχραντε, Μετὰ τὸν Πολυέλεον.

Κάθισμα ἀμφοτέρων
Τὴν Σοφίαν καὶ Λόγον
Κορυφαίους ὀφθέντας τῶν μαθητῶν, τοὺς μεγάλους φωστῆρας καὶ φαεινούς, Πέτρον εὐφημήσωμεν, καὶ τὸν πάνσοφον Παῦλον· τῷ γὰρ πυρὶ τοῦ θείου ἐκλάμψαντες Πνεύματος, τὴν ἀχλὺν τῆς πλάνης, κατέφλεξαν ἅπασαν· ὅθεν καὶ τῆς ἄνω, βασιλείας πολῖται, ἀξίως ἐδείχθησαν, καὶ τῆς χάριτος σύνθρονοι· Διὰ τοῦτο βοήσωμεν· Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνεχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή· τὴν σὴν βοήθειαν τότε μοι καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε.

Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Ἀντίφωνον Α'
• Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
• Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον Ἦχος δ'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.


Πᾶσα πνοὴ


Ή Τάξις τού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά ... αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον


Ν' Ψαλμός(χύμα)

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τῶν Ἀποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη, τών εμών εγκλημάτων.
Καί νύν...
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Καὶ τὸ Ἰδιόμελον Ἦχος β'
Πέτρε, κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε θεσπέσιε, τῶν Ἁγίων Ἐκκλησιῶν ὁ ῥήτωρ καὶ φωστήρ, τῷ θείῳ θρόνῳ παριστάμενοι, ὑπέρ ἡμῶν Χριστῷ πρεσβεύσατε.

Οἱ Κανόνες, ἀμφότεροι. Ποίημα Ἰωάννου Μοναχοῦ.

Ὁ Κανὼν τοῦ Ἁγίου Πέτρου.

ᾨδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς
«Οὐκ ἔστι σοι ὅμοιος, δεδοξασμένε Κύριε· ἐν χειρὶ γὰρ κραταιᾷ, ἐλυτρώσω τὸν λαόν, ὃν ἐκτήσω φιλάνθρωπε».

Τὸν κορυφαιότατον, τῶν Ἀποστόλων σήμερον, πρωτοκλήτου ἀδελφόν, θεοπνεύστοις ἐν ᾠδαῖς, ἐπαξίως ὑμνήσωμεν.

Σὲ ὁ προαιώνιος, προεγνωκὼς προώρισε, παμμακάριστε Πέτρε, ὡς προστάτην Ἐκκλησίας καὶ πρόεδρον.

Οὐ σάρξ οὐδὲ αἷμά σοι, ἀλλ' ὁ Πατὴρ ἐνέπνευσε, τον Χριστὸν θεολογεῖν, Υἱὸν Θεοῦ ἀληθινὸν τοῦ ὑψίστου Ἀπόστολε.
Θεοτοκίον
Τὸ ὄρος τὸ ἅγιον, τὸ ὑπὲρ ἔννοιαν ὄχημα, τὴν Μητέρα τοῦ Θεοῦ, καὶ Παρθένον ἀληθῶς μετὰ τόκον ὑμνήσωμεν.

Ὁ Κανὼν τοῦ Ἁγίου Παύλου.

ᾨδὴ α' Ἦχος πλ. δ'
Ἡ κεκομμένη
Ὁ ὥσπερ ὄντα καλῶν τὰ ἀνύπαρκτα, Χριστὸς τῇ θείᾳ γνώσει, Παῦλε παμμακάριστε, αὐτὸς ἐκ μητρικῆς γαστρὸς σε ἐξελέξατο, βαστάσαι, ἐναντίον τῶν ἐθνῶν, αὐτοῦ τὸ θεῖον ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἐνδόξως γὰρ δεδόξασται.

Τὴν ἐσομένην μηνύων σοι ἔλλαμψιν, τῆς εὐσεβείας Παῦλε, καὶ πλάνης τὴν καθαίρεσιν, Χριστὸς ἐπιφανείς, ἐν ὄρει ἀστραπόμορφος, τὸ ὄμμα μὲν σκοτίζει τῆς σαρκός, τὴν ψυχὴν συνετίζει δέ, τῆς Τριάδος τῇ γνώσει· ἐνδόξως γὰρ δεδόξασται.

Περιτομὴν με τελῶν ὀκταήμερον, καὶ ζηλωτὴς πατρῴων Παῦλε παραδόσεων, Ἑβραίων ἐκ σπορᾶς φυλῆς Βενιαμίτιδος, ἐν νόμῳ Φαρισαῖός τε δειχθείς, ἡγήσω πάντα σκύβαλα, καὶ Χριστὸν ἐκέρδησας· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
Ἄχραντε Μήτηρ Θεοῦ παντοκράτορος, ἡ βασιλίδος φυλῆς, Δέσποινα βλαστήσασα, καὶ μόνη τον Θεόν, τὸν πάντων βασιλεύοντα, γεννήσασα σαρκὶ ὑπερφυῶς, κινδύνων με διάσωσον, τῷ Υἱῷ σου ψάλλοντα· Ἐνδόξως γὰρ δεδόξασται.

Τοῦ Πέτρου

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος πλήν σου φιλάνθρωπε».

Μακάριόν σε, τὸ γλυκύτατον στόμα Χριστοῦ τοῦ Θεοῦ, καὶ ταμίαν ἀσφαλῆ, τῆς βασιλείας ἀνέδειξε· διὸ ἀνυμνοῦμέν σε Πέτρε Ἀπόστολε.

Ἐπὶ τὴν πέτραν, τῆς σῆς θεολογίας ἐπήξατο, ὁ Δεσπότης Ἰησοῦς, τὴν Ἐκκλησίαν ἀκλόνητον, ἐν ᾗ σε Ἀπόστολε Πέτρε δοξάζομεν.

Ὡς ὑπέρτερος, τῶν Ἀγγέλων ὁ Πέτρος ἐν σώματι· ἐν γὰρ τῇ ἐπιφανεῖ, ἐλεύσει τοῦτον Χριστὸς ὁ Θεός, κριτήν τε καὶ σύνεδρον, ἔσεσθαι ἔφησεν.
Θεοτοκίον
Ἀπειρόγαμε, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.

Τοῦ Παύλου

Σὺ εἶ τὸ στερέωμα
Σὺ λίθον θεμέλιον, ταῖς τῶν πιστῶν ψυχαῖς τέθεικας, πολυτελῆ, ἀκρογωνιαῖον, τὸν Σωτῆρα καὶ Κύριον.

Πάντοτε τὴν νέκρωσιν, τοῦ Ἰησοῦ ἐν τῷ σώματι, εἰλικρινῶς, Παῦλε περιφέρων, ἠξιώθης τῆς ὄντως ζωῆς.

Παῦλε παμμακάριστε, τῷ θεμελίῳ σου πρέσβευε, τῶν ἀρετῶν ἐποικοδομεῖσθαι, εὐσεβῶν τὴν λαμπρότητα.
Θεοτοκίον
Σὲ νῦν μακαρίζουσιν, ὡς προεφήτευσας Πάναγνε, αἱ γενεαί, πᾶσαι τῶν ἀνθρώπων· διὰ σοῦ νῦν σῳζόμεναι.

Ἡ Ὑπακοὴ
Ἦχος πλ. δ'
Ποία φυλακὴ οὐκ ἔσχε σε δέσμιον; ποία δὲ Ἐκκλησία οὐκ ἔχει σε Ῥήτορα; Δαμασκὸς μέγα φρονεῖ ἐπὶ σοὶ Παῦλε· εἶδε γὰρ σε σκελισθέντα φωτί· Ῥώμῃ σου τὸ αἷμα δεξαμένη, καὶ αὐτὴ κομπάζει· ἀλλ' ἡ Ταρσὸς πλέον χαίρει, καὶ πόθῳ τιμᾷ σου τὰ σπάργανα. Ἀλλ' ὦ Παῦλε Ἀπόστολε, τὸ καύχημα τῆς οἰκουμένης, προφθάσας ἡμᾶς στήριξον.

Ἱστέον ὅτι, ὅτε λέγεται Ὑπακοή, Κάθισμα οὐ λέγεται.

Τοῦ Πέτρου

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Οὗτος ὁ Θεὸς ἡμῶν, ὁ ἐκ Παρθένου σαρκωθείς, καὶ τὴν φύσιν θεώσας, ὃν ὑμνοῦντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε».

Βροτῶν ἁλιέα σε, ὡς ἐπηγγείλατο Χριστός, ἀπειργάσατο θεῖον, τῆς αὐτοῦ Ἐκκλησίας, πρώτῳ ἐγχειρίσας τοὺς οἴακας.

Πρὸς σοῦ δυσωπούμενος, ὁ ζωοδότης, Ἰησοῦς, ὁ δεσμεῖν τε καὶ λύειν, δεδωκώς σοι εὐθύνας, Πέτρε γενηθήτω μοι ἵλεως.

Χριστοῦ τὰ βασίλεια, ἀνεῳχθῆναι ἐκτενῶς, καθικέτευσον Πέτρε, τοῖς τὴν θείαν σου μνήμην, πίστει ἀδιστάκτῳ γεραίρουσι.
Θεοτοκίον
Κυρία πανύμνητε Θεοκυῆτορ, τοὺς ἐμοὺς λογισμούς, σαῖς πρεσβείαις ἐκκαθάρασα, δεῖξον εὔκαρπὸν με, Μήτηρ τοῦ πάντων Θεοῦ.

Τοῦ Παύλου

Ἐπέβης ἐφ' ἵππους
Ἐπέβη ὡς λέων, ἀγριωπῶς λυμαινόμενος, τὴν Χριστοῦ Ἐκκλησίαν ὁ Σαῦλος ποτέ, τιθασευθεὶς δὲ θείᾳ φωνῇ τοῦ ἀμνοῦ τοῦ Θεοῦ, ἣν ἐδίωκε ποίμνην, οἷά περ ποιμήν ἐγχειρίζεται.

Ὁ μέλλων φωτίζειν, τὴν οἰκουμένην σκοτίζεται, Ἀνανίας δὲ τούτῳ ἀπέσταλται, τὸ τῆς ψυχῆς φέγγος διδοὺς καὶ τοῦ σώματος, ἐκ θείας ἐμφανείας, σκεῦος ἐκλογῆς διδαχθεὶς αὐτόν.

Τῷ Παύλω ἀξίως, ἡ Δαμασκὸς ἐναβρύνεται· ἐκ γὰρ ταύτης, ὡς ἐκ Παραδείσου ποτέ, ναμάτων θείων, οὗτος προῆλθε μεγίστη πηγή, καὶ ἐμέθυσε πᾶσαν, τῇ θεογνωσίᾳ ἀφθόνως τὴν γῆν.
Θεοτοκίον
Καθεῖλε δυνάστας, ἀπὸ τῶν θρόνων ὁ Κύριος, ἡ Παρθένος καὶ ἡ Μήτηρ, ὡς ἔφησε, τοὺς δὲ πεινῶντας, θείων ἀγαθῶν ἐνέπλησε, τοὺς πίστει μελῳδοῦντας· Δόξα τῇ δυνάμει σου Κύριε.

Τοῦ Πέτρου

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Ὁ κτησάμενος ἡμᾶς, περιούσιον λαόν, τῷ αἵματί σου, Κύριε, τὴν ἐν ὁμονοίᾳ σὴν εἰρήνην δὸς ἡμῖν, φυλάττων τὴν ποίμνην σου».

Τὴν ἐκ πόθου εἰληφώς, παρρησίαν πρὸς Θεόν, ἀξίως ἐθαυμάζετο, ὁ ἁλιεὺς καὶ ἀγροῖκος, τερατουργῶν παραδόξως τῇ χάριτι.

Οὐ χρυσίον διὰ σέ, οὐκ ἀργύριον Χριστέ, ὁ θεῖός σου Ἀπόστολος, ἀλλ' ἀρετὴν κτησάμενος, τὴν τῶν θαυμάτων ἐπλούτησε δύναμιν.

Κατηρτίζοντο σφυρά, καὶ αἱ βάσεις τῶν χωλῶν, τῷ ἐνεργεῖ σου ῥήματι· διὰ γὰρ θείου Πνεύματος, ἀπετελεῖτο παράδοξα πράγματα.
Θεοτοκίον
Σεσωμάτωται Θεός, καθ' ὑπόστασιν Ἁγνή, ἐκ σοῦ σαρκὶ ἑνούμενος, μεμενηκὼς οὐκ ἔλαττον, κατὰ τὴν θείαν οὐσίαν ἀσώματος.

Τοῦ Παύλου

Φώτισον ἡμᾶς
Σὺ τὸ ἀληθές, ἐξελέξω Παῦλε καύχημα, τὸν Σταυρὸν τοῦ Βασιλέως Χριστοῦ, ἀεὶ βαστάζων, ὥσπερ τρόπαιον Ἀπόστολε.

Σοὶ τὸ ζῆν Χριστός, τὸ θανεῖν δὲ κέρδος ἄριστον· τῷ γὰρ πόθῳ συνεσταύρωσαι, τῷ σταυρωθέντι δι' ἡμᾶς, ὦ Παῦλε ἔνδοξε.

Χαίροις ἀληθῶς, ἐν Κυρίῳ Παῦλε τίμιε, ἐκδημήσας ἐκ τοῦ σώματος, καὶ ἐνδημήσας πρὸς Χριστόν, τὸν ζωοδότην Θεόν.
Θεοτοκίον
Χαίροις ἀληθῶς, παρθενίας τὸ κειμήλιον, ἡ τῆς προμήτορος ἀνάκλησις, καὶ τῆς κατάρας, ἡ λύσις τοῦ προπάτορος.

Τοῦ Πέτρου

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐν κήτει Χριστὲ τριημερεύσας, Ἰωνᾶς προέγραψέ σε τὸν ἀθάνατον, ὡς νεκρὸν ἑκουσίως, ἐν τῇ κοιλίᾳ τῆς γῆς τριημερεύσαντα».

Ὡς πάλαι Χριστὲ τῇ δεξιᾷ σου, ἐν ὑγρᾷ πεζεύοντα Πέτρον διέσωσας, κἀμὲ βυθιζόμενον, σάλῳ δεινῶν πειρασμῶν ὑπεξάγαγε.

Ἀφῆκας ὦ Πέτρε τὰ μὴ ὄντα, καὶ τὰ ὄντα ἔφθασας, ὥσπερ τις ἔμπορος, καὶ σαφῶς ἡλίευσας, τὸν μαργαρίτην Χριστὸν τὸν πολύτιμον.

Πειράζειν ἀφρόνως οἰηθέντας, Πνεῦμα τὸ πανάγιον, Πέτρε ἐνέκρωσας, ὃ ἐθεολόγησας πρῶτος, τρανώσας Θεὸν παμμακάριστε.
Θεοτοκίον
Τὸν πάσης ἐπέκεινα οὐσίας, Λόγον Θεοῦ τέτοκας, σεσαρκωμένον ἡμῖν· διὸ σε Θεοτόκον, χείλεσί τε καὶ ψυχῇ καταγγέλλομεν.

Τοῦ Παύλου

Τὴν δέησιν ἐκχεῶ
Ἁπάντων περιφρονήσας τῶν τερπνῶν, βεβλημένος τοῦ Δεσπότου τῷ φίλτρῳ, καὶ τῆς κοινῆς, σωτηρίας τῆς πόθῳ, διαμαρτεῖν αὐτοῦ αἱρετισάμενος, ὦ Παῦλε μακάριε καὶ νῦν, ὑπὲρ τῆς οἰκουμένης ἱκέτευε.

Ἀξίως σοι ἐδωρήσατο Χριστός, τὸ πολίτευμα Ἀπόστολε Παῦλε, ἐν οὐρανοῖς· μένουσαν γὰρ ἐνταῦθα, οὐκ ἐπεπόθησας πόλιν μακάριε, πιστὸς ὑπηρέτης γεγονώς, οἰκονόμος τε τῶν μυστηρίων αὐτοῦ.

Ὡς ἄριστος τοῦ Δεσπότου μιμητής, καὶ αὐτὸν ἐνδεδυμένος ὁ Παῦλος, εἰλικρινῶς, πᾶσι γέγονε πάντα, ἵνα τοὺς πάντας κερδήσῃ καὶ σώσῃ λαούς, καὶ ἔσωσεν ὡς ἀληθῶς, τῷ Χριστῷ σαγηνεύσας τὰ πέρατα.
Θεοτοκίον
Ἐπέβλεψεν ἐπὶ σοὶ ὁ Κύριος, τὴν ἐμὴν ἀνακαινίζων οὐσίαν, ὡς δυνατός, μεγαλεῖα ποιήσας, Θεογεννῆτορ ὡς ἔφης πανάμωμε, καὶ ἔσωσέ με διὰ σοῦ, ἐκ φθορᾶς ὁ Θεός μου ὡς εὔσπλαγχνος.

Κοντάκιον
Ἦχος β' Αὐτόμελον
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Ὁ Οἶκος
Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω μὴ πράττων, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Συναξάριον
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.
Στίχοι
• Σταύρωσις εἷλε κήρυκα Χριστοῦ Πέτρον,
• Τομὴ δὲ Παῦλον, τὸν τεμόντα τὴν πλάνην.
• Τλῆ ἐνάτῃ Σταυρὸν Πέτρος εἰκάδ' ἄορ δέ γε Παῦλος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τοῦ Πέτρου

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ὁ ἐν ἀρχῇ ἄναρχος Λόγος, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, Υἱὸς μονογενής, εὐλογημένος εἶ καὶ ὑπερυψούμενος, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Τὸ συμπαθὲς θείᾳ προνοίᾳ, τοῦ Χριστοῦ παιδευόμενος, ἐκμιμεῖσθαι συγχωρῇ, τὸ πρὸ τοῦ πάθους Πέτρε τῆς ἀρνήσεως, ὑποστῆναι κλυδώνιον.

Σοὶ ὁ Χριστὸς πρώτῳ κληθέντι, καὶ σφοδρῶς ἀγαπήσαντι, ὡς προέδρῳ εὐκλεῶς, τῶν Ἀποστόλων, πρώτῳ ἐμφανίζεται, ἀναστὰς ἐκ τοῦ μνήματος.

Σοῦ τὸ τρισσὸν τῆς πρὸ τοῦ πάθους, ἐξαλείφων ἀρνήσεως, ὁ Δεσπότης τῷ τρισσῷ τῆς θεοφθόγγου ἐρωτήσεως, βεβαιοῖ τὴν ἀγάπησιν.

Τῆς πρὸς Χριστὸν Πέτρε φιλίας, προετίθεσο μάρτυρα, τὸν τὰ πάντα ὡς Θεὸν εἰδότα Λόγον· ὅθεν καὶ τὸ φίλτατον, ἐγχειρίζει σοι ποίμνιον.
Θεοτοκίον
Τὴν ἐν γαστρὶ τὸν πρὸ αἰώνων, ἐκ Πατρὸς ἀνατείλαντα, Θεὸν Λόγον ἐν σαρκὶ συνειληφυῖαν, πάντες μακαρίσωμεν, ὡς Μητέρα τοῦ πάντων Θεοῦ.

Τοῦ Παύλου

Ἐν πεδίῳ Δεειρᾷ
Ἐχρημάτισε Χριστέ, σφραγὶς καὶ στέφανος τῶν Ἀποστόλων σου, ὁ ἐπ' ἐσχάτων κληθεὶς τῶν χρόνων, σπουδῇ πάντας ὑπερβάλλων δέ, μεθ' οὗ ὁ λαὸς τῆς Ἐκκλησίας ψάλλει σοι, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς Εὐλογητὸς εἶ. ΤΟ ΑΚΟΥΤΕ

Εἰ καὶ ἐδίωξε τὸ πρίν, τὴν Ἐκκλησίαν σου Παῦλος ὁ δέσμιος, ἀλλ' ὑπερέβη τὴν πάλαι τόλμαν, τῷ σῷ ζήλῳ τῷ ἐπ' ἐσχάτων· συνήγαγε γὰρ Χριστέ, τὰ ἔθνη κράζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὺ ἐξ Ἱερουσαλὴμ κηρύξας, ἅπασι τὸ Εὐαγγέλιον, περιλαβων δὲ ἐν κύκλῳ πᾶσαν τὴν γῆν, μέχρι τερμάτων Παῦλε τοῦ Ἰλλυρικοῦ, διδάσκων ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν ἐκστάσει ἐπαρθείς, τὸν τρίτον ἔφθασας πόλον Πανόλβιε, καὶ ἐπακούσας ἀρρήτων λόγων βοᾷς· Δόξα τῷ ἀνωτάτῳ Πατρί, καὶ τῷ Υἱῷ ἀπαυγάσματι συνθρόνῳ, τῷ ἐρευνῶντι σαφῶς Πνεύματι Θεοῦ τὰ βάθη.
Θεοτοκίον
Ὡς ἐπὶ πόκον ὑετός, ἐν σοὶ κατέβη Παρθένε Χριστὸς ὁ Θεός, καὶ σαρκοφόρος ἐκ σοῦ προῆλθεν, ἑνῶν τὰ πρὶν διεστηκότα, εἰρήνην ἐν γῇ, καὶ οὐρανῷ δωρούμενος, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογημένος.

Τοῦ Πέτρου

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ὁ τὰ σύμπαντα φέρων, τῇ ἀπορρήτῳ σου δυνάμει Χριστέ, τοὺς ὁσίους σου Παῖδας, ἐν τῇ φλογὶ ἐδρόσισας κράζοντας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ἐκτενοῦσί σου χεῖρας, καὶ σταυρῷ σε περιζώσουσιν, ὁ Δεσπότης προφητεύων, Πέτρε προστάττει ἕπεσθαι κράζοντα· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τῷ τῆς χάριτος λόγῳ, τὸν μὲν Αἰνέαν παρειμένον δεινῶν, Ταβιθὰν δὲ θανοῦσαν, τερατουργῶν ἀνέστησας κράζοντας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ τῷ Πέτρῳ τὰ ἔθνη, κεκαθαρμένα ἀποφήνας Χριστέ, τῇ τοῦ Πνεύματος αἴγλῃ, κἀμοῦ τὰς φρένας κάθαρον κράζοντος· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ἐν μιᾷ σοι σκηνοῦσα, τῶν ἑαυτῆς ἁγίων ὑποστάσεων, ἡ Θεότης Παρθένε, ὅλη μοι ὅλῳ ἥνωται· ὅθεν σε ὡς Μητέρα, τοῦ Θεοῦ ἡμῶν μακαρίζομεν.

Τοῦ Παύλου

Τὸν ἐν ὄρει ἁγίῳ
Συνεκράθη τῷ πόθῳ σου ὁ Παῦλος, τὴν καλὴν δὲ ἀλλοίωσιν ἐξέστη· οὐχ ἑαυτῷ γὰρ ἔζη ὁ ἀοίδιμος, εἶχε δὲ οἰκτίρμον, ζῶντα ἐν αὐτῷ σε, εἰς πάντας τοὺς αἰῶνας.

Σὺ ἡρμόσω ὡς νύμφην παραστῆσαι, τῷ νυμφίῳ Χριστῷ τὴν Ἐκκλησίαν· νυμφαγωγὸς γὰρ ταύτης ἀναδέδειξαι, Παῦλε θεοφόρε· ὅθεν κατὰ χρέος, τὴν μνήμην σου γεραίρει.

Ἠγωνίσω τὸν κάλλιστον ἀγῶνα, καὶ τελέσας τὸν δρόμον σου νομίμως, Χριστῷ προσῆλθες χαίρων παναοίδιμε· ὅθεν τῶν στεφάνων, Παῦλε ἠξιώθης, τῶν τῆς δικαιοσύνης.
Θεοτοκίον
Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε νύμφη ἀνύμφευτε Παρθένε, Χαῖρε νεφέλη ἥλιον ἐκλάμψασα, τῆς δικαιοσύνης, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Πέτρου

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Σὲ τὴν ὑπερένδοξον νύμφην, καὶ Παναγίαν Θεοτόκον, τὴν τὸν Κτίστην τεκοῦσαν, τῶν ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἐν ὕμνοις μεγαλύνομεν».

Σοῦ ἡ ὑπερβάλλουσα χάρις, δημοσιεύεται ἀξίως, τῆς σκιᾶς σου τὰ πάθη τῶν ἀσθενούντων, Πέτρε φυγαδευούσης· διὸ σε μεγαλύνομεν.

Φάσμασι τὸν Σίμωνα μάγον, τὸν θεομάχον ἐπαρθέντα, πρὸς αἰθέριον ὕψος, καταβαλὼν ἀρρήτῳ θείᾳ δυνάμει, ὁ Πέτρος μακαρίζεται.

Τῶν πλημμελημάτων τὴν λύσιν, ταῖς ἱκεσίαις σου παράσχου, φωτισμόν τε καρδίας, καὶ εὐφροσύνην πνεύματος τοῖς ὑμνοῦσι, τὴν μνήμην σου Ἀπόστολε.
Θεοτοκίον
Θεὸν συλλαβοῦσα Παρθένε, Κυριοτόκος ὀνομάζῃ, κατ' ἀξίαν· διὸ σε, οἱ πιστοὶ συμφώνως δοξολογοῦντες, ἐν ὕμνοις μεγαλύνομεν.

Τοῦ Παύλου

Ὅρους παρῆλθες τῆς φύσεως
Σοῦ προσκυνοῦμεν τὴν ἅλυσιν, ἣν ὑπὲρ Χριστοῦ ὡς κακοῦργος ἐφόρεσας, τὰ στίγματά τε Παῦλε περιπτυσσόμεθα, ἃ ἐν τῷ εὐκλεεῖ σου, καὶ νικηφόρῳ φέρεις σώματι.

Νῦν ἀναλύσας Ἀπόστολε, πρὸς τὸν ὑπὸ σοῦ ἀενάως ποθούμενον, αὐτῷ τε ὡς θεράπων συναυλιζόμενος, ἀπαύστοις ἱκεσίαις, τοὺς σοὺς ἱκέτας πρὸς σὲ ἕλκυσον.

Νῦν οὐδαμῶς ἐν αἰνίγματι, οὐδὲ ἐν ἐσόπτρῳ Χριστὸς σοι ὀπτάνεται, πρὸς πρόσωπον δὲ μᾶλλον ὁρᾶται πρόσωπον, τελείαν σοι τὴν γνῶσιν ἀποκαλύπτων τῆς Θεότητος.
Θεοτοκίον
Λόγον ἐδέξω τὸν ἄσαρκον, φύσιν τὴν ἐμὴν ἀναπλάσαι βουλόμενον, καὶ τοῦτον σαρκωθέντα Παρθένε τέτοκας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.


Καταβασίες

Ωδή α' Ήχος δ'
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η'
Αινούμεν, ευλογούμεν, καί προσκυνούμεν τόν Κύριον.
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.
Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• • Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Καταβασία
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων, φύσις γεραιρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.


Άγιος Κύριος ο Θεός ημών,
Άγιος Κύριος ο Θεός ημών.
Υψούτε Κύριον τόν Θεόν ημών, καί προσκυνείτε τώ υποποδίω τών ποδών αυτού.
Ότι Άγιός εστιν

Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Τῶν Ἀποστόλων ἅπαντες, τὴν κορυφὴν ὑμνήσωμεν, Πέτρον καὶ Παῦλον τοὺς θείους, τῆς οἰκουμένης φωστῆρας, τοὺς κήρυκας τῆς πίστεως, τὰς θεολόγους σάλπιγγας, δογμάτων τοὺς ἐκφάντορας, τῆς Ἐκκλησίας τοὺς στύλους, καὶ καθαιρέτας τῆς πλάνης.
Θεοτοκίον
Τὸ μέγα καὶ παράδοξον, τοῦ τόκου σου μυστήριον, θεοχαρίτωτε Κόρη, καὶ Θεομῆτορ Παρθένε, Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, Ἄγγελοι δὲ ἀνυμνοῦσι, καὶ ἄνθρωποι προσκυνοῦσιν.


ΨΑΛΜΟΣ ΡΜΗ' (148)

--Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
--Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἶνοι Ἦχος δ'
1. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
--Ὁ οὐρανόθεν τὴν χάριν δεδεγμένος, ὅτε τὴν ἐρώτησιν πρὸς τὸν χορὸν ὁ Σωτήρ, τὸν δωδεκάριθμον ἔφησε, τῶν Ἀποστόλων· Τίνα μὲ λέγουσιν εἶναι ἄνθρωποι; τότε δὴ ὁ πρόκριτος, Πέτρος Χριστοῦ Μαθητῶν, θεολογῶν ἀνεκήρυξε, τρανῶς βοήσας· Σὺ εἶ Χριστός, τοῦ ζῶντος Θεοῦ Υἱός. Ὅθεν ἀξίως μακαρίζεται, ὡς ἐξ ὕψους λαβών ἀποκάλυψιν, καὶ δεσμεῖν τε καὶ λύειν, τὰς εὐθύνας κομισάμενος.

2. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Ὁ ἐξ ὑψίστου κληθείς, οὐκ ἀπ' ἀνθρώπων, ὅτε τὸ ἐπίγειον σκότος ἠμαύρωσε, τοὺς ὀφθαλμοὺς σοῦ τοῦ σώματος, τῆς ἀσεβείας, δημοσιεῦον τὴν σκυθρωπότητα, τότε τὸ οὐράνιον, φῶς περιήστραψε, σῆς διανοίας τὰ ὄμματα, τῆς εὐσεβείας ἀνακαλύπτον τὴν ὡραιότητα· ὅθεν ἐπέγνως τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεον ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

3. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

--Σὺ ἐπαξίως πέτρα προσηγορεύθης, ἐν ᾗ τὴν ἀκράδαντον πίστιν ὁ Κύριος, τῆς Ἐκκλησίας ἐκράτυνεν, ἀρχιποιμένα, τῶν λογικῶν προβάτων ποιήσας σε, ἐντεῦθεν κλειδοῦχόν σε, τῶν οὐρανίων πυλῶν, ὡς ἀγαθὸς ἐγκατέστησεν, ἀνοίγειν πᾶσι, τῆς μετὰ πίστεως προσεδρεύουσιν· Ὅθεν ἀξίως κατηξίωσαι, σταυρωθῆναι καθὼς ὁ Δεσπότης σου, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

4. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

--Ὁ χριστοκήρυξ Σταυροῦ καύχημα φέρων, σὺ τὴν πολυέραστον θείαν ἀγάπησιν, ὡς τοὺς ἐρῶντας συνδέουσαν, τῷ ποθουμένῳ, εἰλικρινῶς ἁπάντων προέκρινας, ἐντεῦθεν καὶ δέσμιος, προσηγορεύθης Χριστοῦ, τῶν πειρασμῶν τὴν δυσχέρειαν, ὡς γλυκυτέραν, τρυφῆς ἁπάσης αἱρετισάμενος, καὶ τῆς τιμίας ἀναλύσεως, ἠξιώθης συνὼν τῷ Δεσπότῃ σου, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.


Δόξα... Ἦχος πλ. β'
Κοσμᾶ Μοναχοῦ
Ἡ πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν, μυστικῶς οὖν κροτήσαντες τούτοις προσείπωμεν· Χαίρετε φωστῆρες τῶν ἐν σκότει, τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες. Χαίρετε Πέτρε καὶ Παῦλε, δογμάτων τῶν θείων θεμέλιοι ἀρραγεῖς, φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια. Πάρεστε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων, τοὺς τὴν ἡμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι.

Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.


ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Ἀπολυτίκιον Ἦχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Είς την λειτουργίαν


ΑΝ Τ Ι Φ Ω Ν Α

Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.


Ταίς πρεσβείαις τής Θεοτόκου...


Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.


Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...


Ταίς πρεσβείαις τής Θεοτόκου...


Β΄. Ήχος β'


Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.


Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός, ψάλλοντάς σοι. Αλληλούια.


Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.


Σώσον ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός...


Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.


Σώσον, ημάς, Υιέ Θεού, ο εν Αγίοις θαυμαστός...


Δόξα... Καί νύν...


Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο εν αγίοις θαυμαστός, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Του ναού…

Κοντάκιον Ήχος β'

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία, πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.


Τό Τρισάγιον...

ΑΠΟΣΤΟΛΟΣ
Προκείμενον.Ήχος πλ. δ’.

Είς πάσαν την γήν εξήλθεν ο φθόγγος αυτού.
Στίχ. Οι ουρανοί διηγούνται δόξαν Θεού.

Προς Κορινθίους Β’ Επιστολής Παύλου το Ανάγνωσμα.

Αδελφοί, 21 ἐν ᾧ δ' ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. 22 Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; κἀγώ· 23 διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· 24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, 25 τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· 26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· 27 ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· 28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. 29 Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; 30 εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. 31 Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, 33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. 2 Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. 7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ· 9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
Ευαγγέλιον

Εὐαγγέλιον: τοῦ ἀποστόλου Πέτρου, Ἰουν. 29, «᾿Ελθὼν ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη» (Μτθ. ιϛ΄ 13-19).

Είς το Εξαιρέτως... Άξιον Εστί


ΚΟΙΝΩΝΙΚΟΝ «Εἰς πᾶσαν τὴν γῆν»
καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Απάντηση

Επιστροφή στο “Βυζαντινή Μουσική”