Οι δύο παρακλητικοί κανόνες εις την Υπεραγίαν Θεοτόκον

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
Άβαταρ μέλους
Teri
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 2330
Εγγραφή: Δευ Απρ 07, 2008 5:00 am
Τοποθεσία: Αικατερίνα@Θεσσαλονίκη

Οι δύο παρακλητικοί κανόνες εις την Υπεραγίαν Θεοτόκον

Δημοσίευση από Teri »

Ακολουθία του μικρού παρακλητικού κανόνος εις την Υπεραγίαν Θεοτόκον
Ψαλλομένη εν πάση περιστάσει και θλίψει ψυχής, κατά δε τας ημέρας του Δεκαπενταυγούστου, εναλλάξ μετά του Μεγ. Παρακλητικού κανόνος, εις το τέλος του Εσπερινού, μετά το "Νῦν ἀπολύεις...", παραλειπομένου του "Ευλογητὸς ὁ Θεὸς..."

Ποίημα Θεοστηρίκτου Μοναχού, κατ' άλλους δε Θεοφάνους.



Ψαλμὸς 142

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα τάς χεῖράς μου πρὸς σὲ ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπεν τὸ πνεῦμά μου μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι Κύριε ὁδὸν ἐν ἡ πορεύσομαι ὅτι πρὸς σὲ ἥρα τὴν ψυχήν μου. Ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου Κύριε ὅτι πρὸς σὲ κατέφυγον δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἲ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις μὲ ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι δοῦλος σοῦ εἶμι .

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος

ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου ( 4 φορές).



Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοῦς δούλους κενούς, σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.



Οὐ σιωπήσωμεν πότε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμὰς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοῦς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.



Ψαλμὸς 50

Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεὶς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεὶς μὲ ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιον σοῦ μὴ ἀντανέλης ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σοῦ καὶ πνεύματι ἡγεμονικῷ στήριξον μὲ .Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.



Ἦχος πλ. δ' Ὠδὴ α΄.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητών, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν μὲ διάσωσον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Παθῶν μὲ ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλώσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Σωτήρα τεκούσαν σὲ καὶ Θεόν, δυσωπώ, Παρθένε, λυτρωθήναι μὲ τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.



Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῇς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.



Ωδὴ γ'. Ὁ Εἱρμὸς.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σῦ μὲ κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σῦ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.



Εὐεργέτην τεκούσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχῦϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.



Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένω, Παρθένε, σῦ μοι βοήθησον, τῶν Ἰαμάτων γάρ, ἀνελλιπῆ σὲ γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.



Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.



Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.



Κάθισμα Ἦχος β.'

Τὰ ἄνῳ ζητῶν.

Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.



Ὠδὴ δ'.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκούσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παρασχού μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτηρὰ πάντων, τῶν ὑμνούντων σέ.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντες σὲ Θεομήτορα.



Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.



Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σέ, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.



Ὠδὴ ε΄.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκούσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκούσα, τὸ θεῖον καὶ προαιώνιον.



Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῇς σοῦ ἀξιώσασα, καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παρασχού μοι.



Ὠδὴ ς'.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθείσαν, Παρθένε, δυσώπησον, τὸν Κύριον σοῦ καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας μὲ ῥύσασθαι.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Προστάτιν σὲ τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθήναι μέ.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.



Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σὲ παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.



Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὔκ ἐστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτηρὰ τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.



Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σοῦ, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.



Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.



Κοντάκιον Ἦχος β'.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σέ.



Προκείμενον

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεά(δίς).



Στίχ. Ἄκουσον, θυγάτερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.



Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεὰ μνησθήσομαι.



Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.



Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ, καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη, καὶ εἶπεν, Εὐλογημένη σῦ ἐν γυναιξῖ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ, Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γάρ, ἀπὸ τοῦ νυν μακαριοῦσι μὲ πᾶσαι αἱ γενεαί. ὅτι ἐποίησέ μοι μεγαλεία ὁ δυνατός, καὶ ἅγιον τὸ τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.



Ἦχος β' .Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύμα.



Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.



Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν



Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλέημον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.



Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.



Ἦχος πλ. β'

Ὅλην ἀποθέμενοι.

Μὴ καταπιστεύσης μέ, ἀνθρωπίνη προστασία, Παναγία Δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου, θλῖψις γὰρ ἔχει μέ, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδέ που προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σοῦ, Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.



Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.



Μεταβολὴ τῶν θλιβομ ένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.



Ὠδὴ ζ'.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατὼ κησας τῷ κόσμῳ, ἢν προστάτιν ἀνέδειξας, Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἴ.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Θελητὴν τοῦ ἐλέους, ὂν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθήναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας, Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἴ.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας, Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἴ.



Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν

Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτηρὰ Χριστόν, ἡμῖν ἀποτεκούσα.



Ὠδὴ η΄.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνούντας, καὶ ὑπερυψούντας σέ, Κόρη, εἰς αἰῶνας.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τῶν Ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνούσι σὲ Παρθένε, καὶ ὑπερυψούσι τὸν ἄφραστον σοῦ τόκον.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τάς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τάς ὀδύνας, Παρθένε, ἵνα σὲ δοξάζω τὴν Κεχαριτωμένην.



Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν

Τῶν πειρασμῶν σὺ τάς προσβολὰς ἐκδιώκεις, καὶ παθὼν τάς ἑφόδους Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.



Ὠδὴ θ'.

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφηρηκότα Παρθένε, Χριστὸν κυήσασα.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Χαράς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.



Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Λιμὴν καὶ προστασία, τῶν σοι προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.



Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν

Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, ἐξ ἀρρωστίας εἰς ῥώσιν, μετασκευάζουσα.



Μεγαλυνάρια

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.



Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.



Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σῦ μοι βοήθησον.



Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὢ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.



Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρήσαι ἡμᾶς.



Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἰστορηθείσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.



Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμάς.



Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.



Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας

τῶν αἰώνων.Ἀμήν.



Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεῖά σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥυσαὶ ἡμὰς ἀπὸ τοῦ πονηροῦ.



Ἦχος πλ. β'

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.



Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.



Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφοδρά, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σῦ γὰρ εἲ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.



Και νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.



Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σῦ γὰρ εἲ ἡ σωτρηρία τοῦ γένους τῶν χριστιανῶν.



Ἦχος β'.

Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σοῦ χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοι προσπίπτομεν, Ῥυσαὶ πάσης περιστάσεως τοὺς δούλους σοῦ.



Ὅμοιον.

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σῦ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σοῦ.



Ἦχος πλ. δ'.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.



Ἦχος β'.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.



Κατὰ τὴν περίοδον τοῦ 15 Αὐγούστου εἴθισται ἵνα ψάλλωνται, ἀντὶ τῶν ἀνωτέρω Θεοτοκίων, τὰ ἑπόμενα Ἐξαποστειλάρια.



Ἦχος γ'.

Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανὴ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.



Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥυσαί, τῶν αἰωνίων βασάνων.



Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν, μή μου ἐλέγξῃ τάς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σέ, Παρθένε, βοήθησόν μοι ἐν τάχει.



Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἠλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεὶς τὸν Δεσπότην;



Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.Ἀμήν.
Θεοτόκε, ἡ ἐλπὶς πάντων τῶν Χριστιανῶν, σκέπε, φρούρει, φύλαττε τοὺς ἐλπίζοντας εἰς Σέ.
Άβαταρ μέλους
Teri
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 2330
Εγγραφή: Δευ Απρ 07, 2008 5:00 am
Τοποθεσία: Αικατερίνα@Θεσσαλονίκη

Re: Οι δύο παρακλητικοί κανόνες εις την Υπεραγίαν Θεοτόκον

Δημοσίευση από Teri »

Ακολουθία του Μεγάλου Παρακλητικού Κανόνος εις την Υπεραγίαν Θεοτόκον
Ψαλλομένη, κατά τας ημέρας του Δεκαπενταυγούστου, εναλλάξ μετά του Μικρού Παρακλητικού κανόνος, εις το τέλος του Εσπερινού, μετά το "Νῦν ἀπολύεις...", παραλειπομένου του "Ευλογητὸς ὁ Θεὸς..."

Ποίημα του Βασιλέως Θεοδώρου Δούκα του Λασκάρεως

Ευλογητός ο Θεός ημών, πάντοτε, νυν, και αεί, και εις τούς αιώνας των αιώνων.

Αμήν.

Ψαλμός 142

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου εταπείνωσεν εις γην την ζωήν μου. Εκάθησε με εν σκοτεινοίς ως νεκρούς αιώνος και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείράς μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου κύριε εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου ότι επί σοι ήλπισα. Γνώρισον μοι, Κύριε, οδόν εν η πορεύσομαι ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον. Δίδαξόν με του ποιείν το θέλημά σου ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκα του ονόματός σου, Κύριε ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολεθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τούς θλίβοντας την ψυχήν μου ότι εγώ δούλός σου ειμι.

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.

Θεός Κύριος…

Πάντα τα έθνη εκύκλωσάν με, και τω ονόματι Κυρίου ήμυνάμην αυτούς,

Θεός Κύριος…

Παρά Κυρίου εγένετο αύτη, και εστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος...

Ήχος δ' Ο υψωθείς εν τω Σταυρώ.

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, * αμαρτωλοί καί ταπεινοί, και προσπέσωμεν * εν μετανοία, κράζοντες εκ βάθους ψυχής, * Δέσποινα, βοήθησον εφ’ ημίν σπλαγχνισθείσα,* σπεύσον, απολλύμεθα υπό πλήθους πταισμάτων, * μη αποστρέψης σους δούλους κενούς, * σε γαρ και μόνην ελπίδα κεκτήμεθα.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ως των αιχμαλώτων ελευθερωτής, * και των πτωχών υπερασπιστής, * ασθενούντων Ια­τρός, βασιλέων υπέρμαχος, * τροπαιοφόρε μεγαλομάρτυς Γεώργιε, * πρέσβευε Χριστώ τω θεώ, * σωθήναι τάς ψυχάς ημών.

Και νυν και αεί, και εις τους αιώνας των αιώνων. Αμήν.

Ου σιωπήσωμεν ποτέ, Θεοτόκε, * τας δυναστείας σου λαλείν οι ανάξιοι, * ειμή γαρ συ προϊστασο πρεσβεύουσα, * τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; * Τις δε διεφύλαξεν έως νυν ελευθέρους; * Ουκ αποστώμεν, Δέσποινα, εκ σου, * σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.



Ν' Ψαλμός

Ελέησον με ο Θεός κατά το μέγα έλεος σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημα μου. Επί πλείον πλύνον με από τής ανομίας μου και από τής αμαρτίας μου καθάρισον με. Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μου εστι δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαι σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσας μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς με αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου, και πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου και το πνεύμα το Άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξον με. Διδάξω ανόμους τας οδούς σου και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσιν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιων, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.



Ωδή Α΄ Ειρμός

Αρματηλάτην Φαραώ εβύθισε, τερατουργούσα ποτέ, * μωσαϊκή ράβδος, * σταυροτύπως πλήξασα και διελούσα θάλασσαν. * Ισραήλ δε φυγάδα, πεζόν οδίτην διέσωσεν, * άσμα τω Θεώ αναμέλποντα.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Των λυπηρών επαγωγαί χειμάζουσι την ταπεινήν μου ψυχήν, * και συμφορών νέφη, * την εμήν καλύπτουσι, καρδίαν Θεονύμφευτε, * αλλ’ η φως τετοκυία, το θείον και προαιώνιον, * λάμψον μοι το φως το χαρμόσυνον.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Εξ αμέτρητων αναγκών και θλίψεων, και εξ εχθρών δυσμενών, * και συμφορών βίου, * λυτρωθείς Πανάχραντε, τη κραταιά δυνάμει σου, * ανυμνώ μεγαλώνω, την άμετρον σου συμπάθειαν, * και την εις εμέ σου παράκλησιν.

Δόξα Πατρί...

Νυν πεποιθώς επί την σην κατέφυγον, αντίληψιν κραταιάν, * και προς την σην σκέπην, * ολοψύχως έδραμον, και γόνυ κλίνω Δέσποινα, * και θρηνώ και στενάζω, μη με παρίδης τον άθλιον, * των Χριστιανών καταφύγιον.

Και νυν και αεί...

Ου σιωπήσω του βοάν τρανώτατα, τα μεγαλεία τα σα, * ειμή γαρ συ Κόρη, * πάντοτε προϊστασο, υπέρ εμού πρεσβεύουσα, * τω Υιώ και Θεώ σου, τις εκ τοσούτου με κλύδωνος, * και δεινών κινδύνων ερρύσατο.

Διάσωσον, * από κινδύνων, τους δούλους σου, Θεοτόκε, * ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν, * ως άρρηκτον τείχος και προστασίαν.

Eπίβλεψον, * εν ευμενεία, πανύμνητε Θεοτόκε, * επί την εμήν χαλεπήν τού σώματος κάκωσιν, * και ίασαι της ψυχής μου το άλγος.



Ωδή γ' Ειρμός

Ουρανίας αψίδος, οροφουργέ Κύριε, * και της Εκκλησίας δομήτορ, συ με στερέωσον,* εν τη αγάπη τη ση, των εφετών η ακρότης, * των πιστών το στήριγμα, μόνε φιλάνθρωπε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Απορήσας εκ πάντων, οδυνηρώς κράζω σοι, * πρόφθασον θερμή προστασία, και σην βοήθειαν, * δος μοι τω δούλω σου, τω ταπεινώ και αθλίω, * τω την σην αντίληψιν, επιζητούντι θερμώς.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Εθαυμάστωσας όντως, νυν επ’ εμοί Δέσποινα, * τας ευεργεσίας σου Κόρη, και τα ελέη σου, * όθεν δοξάζω σε, και ανυμνώ και γεραίρω, * την πολλήν και άμετρον, κηδεμονίαν σου.

Δόξα Πατρί...

Καταιγίς με χειμάζει, των συμφορών Δέσποινα, * και των λυπηρών τρικυμίαι, καταποντίζουσιν, * αλλά προφθάσασα, χείρα μοι δος βοηθείας, * η θερμή αντίληψις, και προστασία μου.

Και νυν και αεί...

Αληθή Θεοτόκον, ομολογώ Δέσποινα, * σε την του θανάτου το κράτος, εξαφανίσασαν * ως γαρ φυσίζωος, εκ των δεσμών των του άδου, * προς ζωήν ανήγαγες, εις γην με ρεύσαντα.

Διάσωσον * από κινδύνων τους δούλους σου Θεοτόκε, * ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, * ως άρρηκτον τείχος και προστασίαν.

Επίβλεψον * εν ευμενεία πανύμνητε Θεοτόκε, * επί την εμήν χαλεπήν του σώματος κάκωσιν, * και ίασαι της ψυχής μου το άλγος.



Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον (3)

Έτι δεόμεθα υπέρ του Πατρός και Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε ελέησον (3)

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, [ονόματα] και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον.

Κύριε ελέησον (3)

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Κάθισμα Ήχος β' Τα άνω ζητών

Πρεσβεία θερμή, και τείχος απροσμάχητον,* ελέους πηγή, τού κόσμου καταφύγιον,* εκτενώς βοώμεν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, * και εκ κινδύνων λύτρωσαι ημάς,* η μόνη ταχέως προστατεύουσα.



Ωδή δ'

Συ μου ισχύς Κύριε, * συ μου και δύναμις, * συ Θεός μου, * συ μου αγαλλίαμα, * ο πατρικούς, κόλπους μη λιπών, * και την ημετέραν, πτωχείαν επισκεψάμενος, * διό συν τω προφήτη, Αββακούμ σοι κραυγάζω,* Τη δυνάμει σου δόξα φιλάνθρωπε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Και πού λοιπόν, * άλλην ευρήσω αντίληψιν; * πού προσφύγω; * πού δε και σωθήσομαι; * τίνα θερμήν έξω βοηθόν, * θλίψεσι του βίου και ζάλαις οίμοι! κλονούμενος; * Εις σε μόνην ελπίζω, και θαρρώ και καυχώμαι, * και προστρέχω τη σκέπη σου, σώσον με.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Τον ποταμόν, * τον γλυκερόν του ελέους σου, * τον πλουσίαις * δωρεαίς δροσίσαντα, * την παναθλίαν και ταπεινήν, * πάναγνε ψυχήν μου, των συμφορών και των θλίψεων, * καμίνω φλογισθείσαν, μεγαλύνω κηρύττω, * και προστρέχω τη σκέπη σου, σώσον με.

Δόξα Πατρί...

Σε την αγνήν, * σε την Παρθένον και άσπιλον, * μόνην φέρω, * τείχος απροσμάχητον, * καταφυγήν σκέπην κραταιάν, * όπλον σωτηρίας, μη με παρίδης τον άσωτον, * ελπίς απηλπισμένων, ασθενών συμμαχία, * θλιβομένων χαρά και αντίληψις.

Και νυν και αεί...

Πώς εξειπείν, * σου κατ’ αξίαν δυνήσομαι, * τους αμέτρους, * οικτιρμούς ω Δέσποινα, * τους την εμήν πάντοτε ψυχήν,* δεινώς πυρουμένην, ως ύδωρ περιδροσίσαντας; * Αλλ’ ω της σης προνοίας, και της ευεργεσίας, * ης αφθόνως αυτός παραπήλαυσα!

Διάσωσον, * από κινδύνων, τούς δούλους σου, Θεοτόκε, * ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν, * ως άρρηκτον τείχος και προστασίαν.

Eπίβλεψον, * εν ευμενεία, πανύμνητε Θεοτόκε, * επί την εμήν χαλεπήν του σώματος κάκωσιν, * και ίασαι της ψυχής μου το άλγος.



Ωδή ε' Ειρμός

Ίνα τι με απώσω, * από του προσώπου σου το φως το άδυτον, * και εκάλυψέ με, * το αλλότριον σκότος τον δείλαιον; * Αλλ’ επίστρεψόν με, * και προς το φως των εντολών σου, * τας οδούς μου κατεύθυνον δέομαι.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ευχαρίστως βοώ σοι, * χαίρε Μητροπάρθενε, χαίρε Θεόνυμφε· * χαίρε θεία σκέπη, * χαίρε όπλον και τείχος απόρθητον, * χαίρε προστασία, * και βοηθέ και σωτηρία, * των εις σε προστρεχόντων εκ πίστεως.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Οι μισούντες με μάτην, * βέλεμνα και ξίφη και λάκκον ηυτρέπισαν, * και επιζητούσι, * το πανάθλιον σώμα σπαράξαι μου, * και καταβιβάσαι, * προς γην Αγνή επιζητούσιν, * αλλ’ εκ τούτων προφθάσασα σώσον με.

Δόξα Πατρί...

Από πάσης ανάγκης, * θλίψεως και νόσου και βλάβης με λύτρωσαι, * και τη ση δυνάμει, * εν τη σκέπη σου φύλαξον άτρωτον, * εκ παντός κινδύνου, * και εξ εχθρών των πολεμούντων, * και μισούντων με Κόρη πανύμνητε.

Και νυν και αεί...

Τι σοι δώρον προσάξω, * της ευχαριστίας ανθ’ ώνπερ απήλαυσα, * των σων δωρημάτων, * και της σης αμέτρητου χρηστότητος; * Τοιγαρούν δοξάζω, * υμνολογώ και μεγαλύνω, * σου την άμετρον προς με συμπάθειαν.

Διάσωσον, * από κινδύνων, τους δούλους σου, Θεοτόκε, * ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν, * ως άρρηκτον τείχος και προστασίαν.

Eπίβλεψον, * εν ευμενεία, πανύμνητε Θεοτόκε, * επί την εμήν χαλεπήν του σώματος κάκωσιν, * και ίασαι της ψυχής μου το άλγος.



Ωδή ς' Ειρμός

Την δέησιν, * εκχεώ προς Κύριον, * και αυτώ απαγγελώ μου τας θλίψεις, * ότι κακών η ψυχή μου επλήσθη, * και η ζωή μου τω άδη προσήγγισε· * και δέομαι ως Ιωνάς· * Εκ φθοράς ο Θεός με ανάγαγε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Τα νέφη, * των λυπηρών εκάλυψαν, * την αθλίαν μου ψυχήν και καρδίαν, * και σκοτασμόν εμποιούσι μοι Κόρη· * αλλ’ η γεννήσασα φως το απρόσιτον, * απέλασον ταύτα μακράν, * τη εμπνεύσει της θείας πρεσβείας σου.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Παράκλησιν, * εν ταις θλίψεσιν οίδα, * και των νόσων ιατρόν σε γινώσκω, * και παντελή συντριμμόν του θανάτου, * και ποταμόν της ζωής ανεξάντλητον, * και πάντων των εν συμφοραίς, * ταχινήν και οξείαν αντίληψιν.

Δόξα Πατρί...

Ου κρύπτω σου, * τον βυθόν του ελέους, * και την βρύσιν των απείρων θαυμάτων, * και την πηγήν την αέναον όντως, * της προς εμέ συμπαθείας σου Δέσποινα, * αλλ’ άπασιν ομολογώ, * και βοώ και κηρύττω και φθέγγομαι.

Και νυν και αεί...

Εκύκλωσαν, * αι του βίου με ζάλαι, * ώσπερ μέλισσαι κηρίον Παρθένε, * και την εμήν κατασχούσαι καρδίαν, * κατατιτρώσκουσι βέλει των θλίψεων· * αλλ’ εύροιμί σε βοηθόν, * και διώκτην και ρύστην Πανάχραντε.

Διάσωσον, * από κινδύνων, τους δούλους σου, Θεοτόκε, * ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν, * ως άρρηκτον τείχος και προστασίαν.

Eπίβλεψον, * εν ευμενεία, πανύμνητε Θεοτόκε, * επί την εμήν χαλεπήν του σώματος κάκωσιν, * και ίασαι της ψυχής μου το άλγος.

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

Κύριε ελέησον (3)

Έτι δεόμεθα υπέρ του Πατρός και Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Κύριε ελέησον (3)

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, [ονόματα] και πάντων των παρακολουθούντων την αγίαν παράκλησην ταύτην και υπέρ του συγχωρηθήναι αυτών παν πλημμέλημα εκούσιον τε και ακούσιον.

Κύριε ελέησον (3)

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Κοντάκιον Ήχος β'

Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, των τιμώντων σε.

Ήχος δ'

Εκ νεότητος μου, πολλά πολεμεί με πάθη, αλλ’ αυτός αντιλαβού, και σώσον, Σωτήρ μου. (δις)

Οι μισούντες Σιών, αισχύνθητε από του Κυρίου, ως χόρτος γαρ, πυρί έσεσθε απεξηραμμένοι. (δις)

Δόξα Πατρί…

Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, και καθάρσει υψούται, λαμπρύνεται τη Τριαδική μονάδι, ιεροκρυφίως.

Και νυν και αεί…

Αγίω Πνεύματι, αναβλύζει τα της χάριτος ρείθρα, αρδεύοντα άπασαν την κτίσιν, προς ζωογονίαν.

Προκείμενον

Μνησθήσομαι του ονόματος σου εν πάση γενεά και γενεά.

Στίχος

Άκουσον, θύγατερ, και ίδε, και κλίνον το ους σου, και επιλάθου του λαού σου, και του οίκου του πατρός σου, και επιθυμήσει ο Βασιλεύς του κάλλους σου.

Του ονόματός σου μνησθήσομαι εν πάση γενεά και γενεά

Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Κύριε, ελέησον (γ').

Σοφία. Ορθοί. Ακούσωμεν του αγίου Ευαγγελίου. Ειρήνη πάσι.

Και τω Πνεύματί σου.

Εκ τού κατά Λουκάν αγίου Ευαγγελίου το ανάγνωσμα.

Πρόσχωμεν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Τω καιρώ εκείνω, εισήλθεν ο Ιησούς εις κώμην τινά, γυνή δε τις, ονόματι Μάρθα, υπεδέξατο αυτόν εις τον οίκον αυτής. Και τήδε ην αδελφή, καλουμένη Μαρία, η και παρακαθήσασα παρά τους πόδας του Ιησού, ήκουε των λόγων αυτού. Η δε Μάρθα περιεσπάτο περί πολλήν διακονίαν, επιστάσα δε είπε, Κύριε, ου μέλει σοι, ότι η αδελφή μου μόνην με κατέλιπε διακονείν; ειπέ ουν αυτή ίνα μοι συναντιλάβηται. Αποκριθείς δε ο Ιησούς είπεν αυτή, Μάρθα, Μάρθα, μεριμνάς και τυρβάζη περί πολλά, ενός δε εστί χρεία, Μαρία δε την αγαθήν μερίδα εξελέξατο, ήτις ουκ αφαιρεθήσεται απ’ αυτής. Εγένετο δε εν τω λέγειν αυτόν ταύτα, επάρασά τις γυνή φωνήν εκ του όχλου είπεν αυτώ, Μακαρία η κοιλία η βαστάσασά σε και μαστοί, ους εθήλασας. Αυτός δε είπε, Μενούν γε, μακάριοι οι ακούοντες τον λόγον του Θεού και φυλάσσοντες αυτόν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρί…

Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Και νυν και αεί…

Ταις της Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Στίχος

Ελέησον με, ο Θεός, κατά το μέγα έλεος σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημα μου.

Ήχος πλ. β' Όλην αποθέμενοι

Μη καταπιστεύσης με, ανθρωπίνη προστασία, Παναγία δέσποινα, αλλά δέξαι δέησιν, του ικέτου σου, θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα, σκέπην ου κέκτημαι, ουδέ που προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, και παραμυθίαν ουκ έχω πλην σου, Δέσποινα του κόσμου, ελπίς και προστασία των πιστών, μη μου παρίδης την δέησιν, το συμφέρον ποίησον.

Ουδείς προστρέχων επί σοι, κατησχυμένος από σου εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα, προς το συμφέρον της αιτήσεως.

Μεταβολή των θλιβομένων, απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζομένων η γαλήνη, η μόνη προστασία των πιστών.



Σώσον, ο Θεός, τον λαόν σου, και ευλόγησον την κληρονομίαν σου: επίσκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς, ύψωσον κέρας Χριστιανών Ορθοδόξων, και κατάπεμψον εφ’ ημάς τα ελέη σου τα πλούσια: πρεσβείαις της παναχράντου, Δεσποίνης ημών, Θεοτόκου και αειπαρθένου Μαρίας: δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων, και πανευφήμων Αποστόλων, του αγίου ενδόξου πανευφήμου Αποστόλου Βαρνάβα, των εν αγίοις Πατέρων ημών, μεγάλων Ιεραρχών, και Οικουμενικών Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, πατριαρχών Αλεξανδρείας: Νικολάου του εν Μύροις , Σπυρίδωνος επισκόπου Τριμυθούντος, των θαυματουργών. των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος, και Θεοδώρου του Στρατηλάτου και Μηνά του θαυματουργού, των ιερομαρτύρων Χαραλάμπους και Ελευθερίου, των οσίων και θεοφόρων Πατέρων ημών, των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, (άγιος της ημέρας), και πάντων σου των Αγίων. ικετεύομέν σε, μόνε πολυέλεε Κύριε, επάκουσον ημών των αμαρτωλών δεομένων σου και ελέησον ημάς.

Κύριε, ελέησον (ιβ')

Ελέει, και οικτιρμοίς, και φιλανθρωπία του μονογενούς σου Υιού, μεθ’ ου ευλογητός ει, συν τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Ωδή ζ' Ειρμός

Παίδες Εβραίων εν καμίνω, * κατεπάτησαν την φλόγα θαρσαλέως, * και εις δρόσον το πυρ μετέβαλον βοώντες,* Ευλογητός ει Κύριε, * ο Θεός εις τους αιώνας.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Φως η τεκούσα Θεοτόκε, *σκοτισθέντα με νυκτί αμαρτημάτων, *φωταγώγησον συ, φωτός ούσα δοχείον, * το καθαρόν και άμωμον, * ίνα ποθώ σε δοξάζω.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Σκέπη γενού και προστασία, * και αντίληψις και καύχημα Παρθένε, * γυμνωθέντι μοι νυν, απάσης βοηθείας, * αβοήθητων δύναμις, * και ελπίς απηλπισμένων.

Δόξα Πατρί...

Όλη ψυχή και διανοία, *και καρδία σε και χείλεσι δοξάζω, * απολαύσας των σων, μεγάλων χαρισμάτων· * αλλ’ ω της σης χρηστότητος, * και απείρων σου θαυμάτων!

Και νυν και αεί...

Βλέψον ιλέω όμματί σου, * και επίσκεψαι την κάκωσιν ην έχω, * και δεινών συμφορών, και βλάβης και κινδύνων, * και πειρασμών με λύτρωσαι, * αμετρήτω σου ελέει.

Διάσωσον, * από κινδύνων, τους δούλους σου, Θεοτόκε, * ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν, * ως άρρηκτον τείχος καί προστασίαν.

Eπίβλεψον, * εν ευμενεία, πανύμνητε Θεοτόκε, * επί την εμήν χαλεπήν του σώματος κάκωσιν, * και ίασαι της ψυχής μου το άλγος.



Ωδή η' Ειρμός

Τον εν όρει αγίω δοξασθέντα, *και εν βάτω πυρί το της Αειπαρθένου, * τω Μωυσή μυστήριον γνωρίσαντα, * Κύριον υμνείτε, * και υπερυψούτε, * εις πάντας τους αιώνας.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Δια σπλάγχνα ελέους σου Παρθένε, * μη παρίδης σεμνή, ποντούμενόν με σάλω, * βιωτικών κυμάτων, αλλά δίδου μοι* χείρα βοηθείας, * καταπονουμένω, * κακώσεσι του βίου.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Περιστάσεις και θλίψεις και ανάγκαι, * εύροσάν με Αγνή, και συμφοραί του βίου, * και πειρασμοί με πάντοθεν εκύκλωσαν· * αλλά πρόστηθί μοι, * και αντιλαβού μου, * τη κραταιά σου σκέπη.

Δόξα Πατρί...

Εν ταις ζάλαις εφεύρον σε λιμένα, * εν ταις λύπαις χαράν και ευφροσύνην, * και εν ταις νόσοις ταχινήν βοήθειαν, * και εν τοις κινδύνοις, * ρύστιν και προστάτιν, * εν τοις πειρατηρίοις.

Και νυν και αεί...

Χαίρε θρόνε πυρίμορφε Κυρίου, * χαίρε θεία και μανναδόχε στάμνε, * χαίρε χρυσή λυχνία, λαμπάς άσβεστος, * χαίρε των παρθένων, * δόξα και μητέρων, * ωράισμα και κλέος.

Διάσωσον, * από κινδύνων, τους δούλους σου, Θεοτόκε, *ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν, * ως άρρηκτον τείχος και προστασίαν.

Eπίβλεψον, *εν ευμενεία, πανύμνητε Θεοτόκε, * επί την εμήν χαλεπήν του σώματος κάκωσιν, * και ίασαι της ψυχής μου το άλγος.



Ωδή θ' Ειρμός

Εξέστη επί τούτω ο ουρανός,* και της γης κατεπλάγη τα πέρατα,* ότι Θεός, ώφθη τοις άνθρωποις σωματικώς,* και η γαστήρ σου γέγονεν,* ευρυχωροτέρα των ουρανών·* διό σε Θεοτόκε,* Αγγέλων και ανθρώπων,*ταξιαρχίαι μεγαλύνουσι.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Προς τίνα καταφύγω άλλην Αγνή;* πού προσδράμω λοιπόν και σωθήσομαι;* πού πορευθώ; ποίαν δε εφεύρω καταφυγήν;* ποίαν θερμήν αντίληψιν;* ποίαν εν ταις θλίψεσι βοηθόν;* Εις σε μόνην ελπίζω,* εις σε μόνην καυχώμαι,* και επί σε θαρρών κατέφυγον.

Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ουκ έστιν αριθμήσασθαι δυνατόν, * μεγαλεία τα σα Θεονύμφευτε, * και τον βυθόν, τον ανεξερεύνητον εξειπείν, * των υπέρ νουν θαυμάτων σου, * των τετελεσμένων διηνεκώς, * τοις πόθω σε τιμώσι, * και πίστει προσκυνούσιν, * ως αληθή Θεού λοχεύτριαν.

Δόξα Πατρί...

Εν ύμνοις ευχαρίστοις δοξολογώ, * και γεραίρω το άμετρον έλεος, * και την πολλήν, δύναμίν σου ομολογώ· * και τας ευεργεσίας σου, * ας υπερεκένωσας εις εμέ, * κηρύττω, μεγαλύνω, * ψυχή τε και καρδία, * και λογισμώ και γλώσση πάντοτε.

Και νυν και αεί...

Την δέησίν μου δέξαι την πενιχράν, * και κλαυθμόν μη παρίδης και δάκρυα, * και στεναγμόν, αλλ’ αντιλαβού μου ως αγαθή, * και τας αιτήσεις πλήρωσον· * δύνασαι γαρ πάντα ως πανσθενούς,* Δεσπότου Θεού Μήτηρ, * ει νεύσεις έτι μόνον, * προς την εμήν οικτράν ταπείνωσιν.

Διάσωσον, από κινδύνων, τους δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.



Μεγαλυνάρια

Άξιον εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.

Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν λαμπηδόνων ηλιακών, την λυτρωσαμένην, ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν.

Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί μου και η ψυχή, προς σε καταφεύγω την Κεχαριτωμένην, ελπίς απηλπισμένων, συ μοι βοήθησον.

Δέσποινα και μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σων ικετών, ίνα μεσιτεύσης προς τον εκ σου τεχθέντα. Ώ Δέσποινα, του κόσμου γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι την ωδήν, νυν τη πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά του Προδρόμου, και πάντων των Αγίων, δυσώπει, Θεοτόκε, του οικτειρήσαι ημάς.

Άλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την εικόνα σου την σεπτήν, την ιστορηθείσαν, υπό του αποστόλου, Λουκά ιερωτάτου, την Οδηγήτριαν.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.



Τρισάγιον

Άγιος ο Θεός, Άγιος ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. [3]

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματος σου.

Κύριε, ελέησον. Κύριε, ελέησον, Κύριε, ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοις ουρανοίς, αγιασθήτω το όνομα σου, ελθέτω η βασιλεία σου, γενηθήτω το θέλημα σου, ως εν ουρανώ, και επί της γης. Τον άρτον ημών τον επιούσιον δός ημίν σήμερον, και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών, και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα, του Πατρός, και του Υιού, και του Αγίου Πνεύματος, νυν και αεί, και εις τους αιώνας των αιώνων.

Αμήν.

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεος Σου, δεόμεθα Σου, επάκουσον και ελέησον.

Κύριε, ελέησον. (3)

Έτι δεόμεθα υπέρ των ευσεβών και ορθοδόξων Χριστιανών.

Κύριε ελέησον. [3]

Έτι δεόμεθα υπέρ του Πατρός και Αρχιεπισκόπου ημών, (δεινός) και πάσης της εν χριστώ ημών αδελφότητος.

Κύριε, ελέησον. (3)

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, [ονόματα] και πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη κώμη ταύτη, των ενοριτών, επιτρόπων, συνδρομητών και αφιερωτών του αγίου ναού τούτου.

Κύριε, ελέησον. (3)

Έτι δεόμεθα υπέρ του διαφυλαχθήναι την αγίαν 'Εκκλησίαν και την κώμην ταύ­την, την νήσου ταύτην, και πάσαν πόλιν και χωράν, από λοιμού, λιμού, σεισμού, καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυ­λίου πολέμου και αιφνιδίου θανάτου, υπέρ του ίλεων, ευμενή και ευδιάλλακτον γενέσθαι τον αγαθόν και φιλάνθρωπον Θεόν ημών, του αποστρέψαι και διασκεδάσαι πάσαν οργήν και νόσον την καθ’ ημών κινουμένην, και ρύσασθαι ημάς εκ της επικειμένης δικαίας αυτού απειλής, και ελεήσαι ημάς.

Κύριε, ελέησον. (3)

Έτι δεόμεθα και υπέρ του εισακούσαι Κύριον τον Θεόν ημών φωνής της δεήσεως ημών των αμαρτωλών, και ελεήσαι ημάς.

Κύριε, ελέησον. (3)

Επάκουσον ημών, ο Θεός ο Σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν και ίλεως, ίλεως γενού ημίν Δέσποτα, επί ταίς αμαρτίαις ημών, και ελέησον ημάς.

Ελεήμων γαρ και φιλάνθρωπος Θεός υπάρχεις και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Αμήν.

Δόξα Σοι ο Θεός, η ελπίς ημών, Κύριε, δόξα Σοι.

Χριστός ο αληθινός Θεός ημών, ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας Αυτού μητρός, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, του αγίου ενδόξου Μεγαλομάρτυρος Γεωργίου του Τροπαιοφόρου (τής ημέρας) και πάντων τον Αγίων, ελέησαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός.

Ήχος γ'

Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τω χωρίω, κηδεύσατε μου το σώμα, και συ, Υιέ και Θεέ μου, παράλαβέ μου το πνεύμα.

Ο γλυκασμός των Αγγέλων, των θλιβομένων η χαρά, χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου και ρύσαι, των αιωνίων βασάνων.

Και σε μεσίτριαν έχω, προς τον φιλάνθρωπον Θεόν, μη μου ελέγξη τας πράξεις, ενώπιον των Αγγέλων, παρακαλώ σε, Παρθένε, βοήθησόν μοι εν τάχει.

Χρυσοπλοκώτατε πύργε, και δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα του Βασιλέως, ακατανόητον θαύμα, πως γαλουχείς τον Δεσπότην.

Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ελέησον και σώσον ημάς.

Αμήν.
Θεοτόκε, ἡ ἐλπὶς πάντων τῶν Χριστιανῶν, σκέπε, φρούρει, φύλαττε τοὺς ἐλπίζοντας εἰς Σέ.
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”