Παράκληση και Ακολουθία Αγίου Ιουβεναλίου Ιεροσολύμων

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Παράκληση και Ακολουθία Αγίου Ιουβεναλίου Ιεροσολύμων

Δημοσίευση από efthumhs »

Παράκληση και Ακολουθία σε έναν άγνωστο σε πολλούς άγιο, επίσκοπο Ιεροσολύμων (2 Ιουλίου)

ΠΑΡΑΚΛΗΣΙΣ

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος, καὶ τὰ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἰουβενάλιος ποιμὴν θείοις ὕμνοις, ἀνευφημεῖται ὑφ’ ἡμῶν ἱεράρχης, Σιὼν τῆς πρώτης πόλεως πιστῶν τοῦ Χριστοῦ. Χάριτι κατακοσμούμενος ὀρθοδόξους φρουρεῖ πιστῶς, νίκας χορηγῶν αὐτοῖς κατὰ λαοπλάνων, καὶ διὰ λόγου δόγματα σεπτά, πᾶσι κηρύττει, Πατέρων ὤν κλέϊσμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις· τῇ μητρικῇ σου σκέπασον ἀγάπῃ ἡμᾶς· δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν· σὺ γὰρ ὑπάρχεις Δέσποινα Ἁγνή, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.

Ὁ Ν΄ ψαλμός

Ὁ κανὼν οὗ ἡ ἀκροστιχίς: ΙΟΥΒΕΝΑΛΙΟΝ ΓΕΡΑΙΡΩ ΑΣΜΑΣΙ. ΝΙΚΟΔΗΜΟΥ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσχὺν τὴν τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι ἐνθέως, τὸν ποιμένα τὸν φαεινόν, Σιὼν τῆς ἁγίας πολιοῦχον, Ἰουβενάλιον θεῖον διδάσκαλον.
Ὁ πέμπων τὸ Πνεῦμά σου μαθηταῖς, κατάπεμψον Λόγε, ταπεινότητι τῇ εμῇ, γεραίρειν ἐν ᾄσμασιν ἐνθέοις, Ἰουβενάλιον πρόμαχον πίστεως.
Ὑπόπτερος γέγονεν ἐν Σιών, λαβὼν θείαν χάριν, τοῦ κηρύττειν ἐπακριβῶς, δογμάτων τὰς θείας ἀληθείας, Ἰουβενάλιος πλάνης ἀντίπαλος.
Θεοτοκίον.
Βασίλισσα πέλεις τῶν οὐρανῶν, Ἁγνὴ Θεοτόκε, καὶ μεσίτρια πρὸς Θεόν, δυσώπει σωθῆναι τοὺς τιμῶντας, τοῦ Ἱεράρχου Σιὼν μνήμην ἔκλαμπρον.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἐπιζητῶν μετὰ δέους, τὴν σωτηρίαν σου Ἅγιε, ἔφραξας τὰ στόματα πλάνης, Ἰουβενάλιε, ἐμμελετῶν εὐσεβῶς, Χριστολογίας τὸ δόγμα, καὶ κηρύττων ἅπασι, Χριστὸν Θεάνθρωπον.
Νικητὴς ἀνεδείχθης, αἱρετικῶν ἔνδοξε, καταπολεμῶν θεομάχους, Ἰουβενάλιε, καὶ διὰ λόγων σοφῶν, τοὺς ὀρθοδόξους στηρίζων, καὶ Πατέρων Σύνοδον, κυρώσας πάντιμε.
Ἀνυμνοῦμέν σε πάντες, τὸν τῆς Σιὼν ἔφορον, τῆς Ὀρθοδοξίας τὸν στῦλον, Ἰουβενάλιον, ἐπιζητοῦντες τὰς σας, πρὸς τὸν Χριστὸν ἱκεσίας, τοῦ λαβεῖν τὴν ἄφεσιν, καὶ μέγα ἔλεος.


Θεοτοκίον.
Λαμπροτάτη Παρθένε, τῶν μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, ἐν τῇ ἁγνείᾳ τῇ σῇ, τοὺς εὐσεβεῖς περικράτει, σαῖς λιταῖς πρὸς Κύριον, Θεομακάριστε.
Διάσωσον, Ἰουβενάλιε πάντας ἡμᾶς ἱεράρχα, ὅτι πέλεις πρὸς τὸν Θεὸν μεσίτης πανένδοξε, καὶ φύλαξον Πάτερ Σιὼν τὴν πόλιν.
Στερέωσον, τοὺς ὀρθοδόξους τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν, τῶν κάτω κατεφρόνησας, καὶ ζήλῳ Θεοῦ, δογμάτων κατενόησας, ἀληθείας ἔνδοξε, ὑπὲρ ὧν ἀξίως ἠγώνισαι· καὶ νῦν ἀπαύστως ἐν οὐρανοῖς, πρεσβεύεις τῷ Λόγῳ, ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰουβενάλιος ἔλαβεν, ἐν αἰωνιότητι στέφος ἄφθιτον, καὶ χαρὰν τὴν ἀνεκλάλητον, καὶ ζωὴν τῆς χάριτος τὴν ἄῤῥητον.
Ὁδηγήσας πρὸς Κύριον, τὸν λαὸν Σιὼν ὦ Ἰουβενάλιε, ἀνεφάνης ἐν τοῖς πράγμασιν, Ἐκκλησίας φύλαξ ἀπροσμάχητος.
Νικηφόρος ἐν Πνεύματι, ἀνεδείχθης ὄντως Ἰουβενάλιε, καταλύσας τῶν αἱρέσεων, καὶ τῆς πλάνης δόγματα τὰ ἄθεα.
Θεοτοκίον.
Γυναικὸς ἁρὰν ἅπασαν, καὶ τὴν εὐλογίαν αὐτῇ δωρήσασα, Θεοτόκε τῇ κυήσει σου, ὑπερτέρα τῶν Ἀγγέλων γέγονας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔκχεον ἡμῖν, χάριν σὴν Ἰουβενάλιε, ταῖς ἱκεσίαις πρὸς τὸν Ιησοῦν, ἵνα τηρῶμεν, τὰ θεῖα αὐτοῦ προστάγματα.
Ῥᾶνον ἐφ’ ἡμᾶς, ἀρετῶν σου ἄνθη εὔοσμα, καὶ τοῦ Κυρίου μῦρον τὸ σωστικόν, ταῖς σαῖς πρεσβείαις, πρὸς Λόγον Ἰουβενάλιε.
Ἅγνισον Χριστέ, Ὀρθοδόξων τὰ συστήματα, καὶ ἐκκλησίαν σου περιτείχισον Ἰησοῦ, τοῦ ἱεράρχου, πρεσβείαις καὶ παρακλήσεσιν.
Θεοτοκίον.
Ἴσχυσας Ἁγνή, Παναγία ἐν τῷ Τόκῳ Σου, τοῦ ἀπαλλάξαι Εὔαν ἐκ τῆς ἁρᾶς, καὶ ἐκ πικρίας, θανάτου καὶ τῆς κολάσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥημάτων, τῆς ἀληθείας γέγονας, διὰ λόγου διδαχῆς θεῖος μύστης, ὅτι Χριστοῦ, τοῦ Θεοῦ πέλεις στόμα, καὶ σωτηρίων λογίων διδάσκαλος, καὶ πάντων τῶν αἱρετικῶν, συντριβὴ καταισχύνης πανένδοξε.
Ὡράϊσμα, τῆν Σιὼν σὺ πέφυκας, θαυμαστὸν Ἰουβενάλιε θεῖε, ὅτι λαμπρώς, ἀνεκήρυξας πᾶσι, τοῦ Θεανθρώπου τὴν δόξαν καὶ γέγονας, κρουνὸς τῆς χάριτος Αὐτοῦ, καταρδεύων πιστοὺς θείοις δόγμασιν.
Ἀπέκρουσας, τὰ τῆς πλάνης δόγματα, καὶ ἀθέων δυσσεβῶν ἐπιθέσεις, ὅτι ἐν σοί, κατεσκήνωσεν ὄντως, τοῦ Παρακλήτου ἡ χάρις πανένδοξε, καὶ ἔσωσας τοὺς εὐσεβεῖς, ἐκ τῆς πλάνης καὶ πάσης αἱρέσεως.
Θεοτοκίον.
Συνέτριψας, ἁμαρτίας βέλεμνα, Θεοτόκε τῇ σαρκώσει τοῦ λόγου, ὅτι Θεὸς ἐν βροτοῖοις ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνης ψυχῆς ἀναφαίρετον.
Διάσωσον, Ἰουβενάλιε πάντας ἡμᾶς ἱεράρχα, ὅτι πέλεις πρὸς τὸν Θεὸν μεσίτης πανένδοξε, καὶ φύλαξον Πάτερ Σιὼν τὴν πόλιν.
Στερέωσον, τοὺς ὀρθοδόξους τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῆς Σιὼν προστατεύεις ὤ Ἰουβενάλιε, ἐν τῇ ἄνω Σιὼν μεσιτεύων πρὸς Κύριον, καὶ γὰρ ἐν τῇ γῇ ἠκολούθησας, τοῖς τῶν Πατέρων ἴχνεσιν, ποθῶν τὴν ἐνάρετον ζωήν, διὸ ἔλαβες ὡς ἀμοιβήν, τῆς παῤῥησίας τὴν ἰσχύν, καὶ δογμάτων τὴν φρούρησιν. Πρέσβευε θεοφόρε, σωθῆναι τοὺς σὲ τιμῶντας, ἐκ πειρασμῶν αἱρετικῶν, καὶ παγίδων τοῦ ἀλάστορος.

Προκ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον εἰς Ἱεράρχην.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Δεῦτε εὐφημήσωμεν, Ἰουβενάλιον θεῖον, καὶ ᾠδαῖς τιμήσωμεν, ὀρθοδόξων σύλλογος ὁ φιλάγιος, τὸν Χριστὸν ἅπασιν, ὡς Θεὸν καὶ Λόγον, σαρκωθέντα τε ἐκ Πνεύματος, τοῦ σῶσαι βρότειον, φύσιν τοῦ Αδὰμ τοῦ προπάτορος, ἐκήρυξε Θεάνθρωπον, καθαιρῶν τῆς πλάνης τὴν αἵρεσιν, ὅθεν εὐχαρίστως, βοήσωμεν αὐτῷ χαρμονικῶς· χαῖρε Σιὼν μέγα καύχημα, πιστῶν τε τὸ στήριγμα.







ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μακαρίζει ἀξίως, καὶ ὑμνεῖ σε τρισμάκαρ, τῶν ὀρθοδόξων λαός, δεήθητι Κυρίου, ὑπὲρ τῶν σὲ τιμώντων καὶ βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀσωμάτων δυνάμεις, καὶ χοροὶ τῶν Ἁγίων συνεορτάζουσιν, ὁρῶντες ἐν Ἁγίοις, Σιὼν κλεινὸν ποιμένα, ἀσιγήτως δὲ ψάλλουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίων δογμάτων, μυστηρίων τε γνώσιν ὁ Ἱεράρχης λαβῶν, λαὸν τῶν Ὀρθοδόξων, ἐδίδαξε πανσόφως, τῷ Θεῷ ἀναμέλπει τε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἰαμάτων τὴν χάριν, ἀναβλύζουσα Μῆτερ, ἀναπηγάζει πιστοῖς, τὴν ἴασιν καρδίας, διδάσκουσα ἐμφρόνως, τοῦ βοᾶν πρὸς τὸν Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νενικηκότα, τοὺς μωρολόγους τῆς πλάνης, εὐφημοῦμεν Σιὼν τὸν ποιμένα, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἰχνηλατοῦντες, τοῦ φρυκτωροῦ τοὺς ἀγῶνας, Θεανθρώπου κηρύττομεν δόγμα· Ὅν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Κυρίαν πάντων, ὁμολογοῦντες Τριάδα, σὺν Ἰουβεναλίῳ ὑμνοῦμεν, καὶ δοξολογοῦμεν, αὐτὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ σὲ δοξάσας, ἐκ γηγενῶν Θεοτόκε, σὲ τιμᾷ ἐν Σιὼν οὐρανίῳ, Ὅν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δίδου μοι σαῖς πρεσβείαις, Σιὼν κλεινὲ φύλαξ, τῶν Ὀρθοδόξων τὴν πίστιν, φυλάττειν ἀεί, ὁμολογεῖν τε τὸν Λόγον, Θεὸν καὶ ἄνθρωπον.
Ἡ χάρις τοῦ Κυρίου, σὲ Σιὼν ἁγίας, ἐν ἀρεταῖς θεαρέστοις Ἰουβενάλιε, κατακοσμήσας ὄντως, ποιμένα ἔδειξεν.
Μεγάλων θεοφόρων, σὲ πάντες Πατέρων, ἀνακηρύττομεν ὄντως, λαμπρὸν μιμητήν, Ἰουβενάλιε θεῖε, φωστὴρ τῆς πίστεως.
Ὁμότροπον Πατέρων, σὲ ὁμολογοῦμεν, καὶ διδασκάλοις συνόντα, Χριστοῦ μιμητά, Ἰουβενάλιε θεῖε, πιστῶν τὸ πρότυπον.
Θεοτοκίον.
Ὑμνοῦντες τὸν Υἱόν σου, σὲ ὁμολογοῦμεν, ὡς Παναγία Μητέρα, Χριστοῦ τοῦ Θεοῦ, καὶ ὀρθοδόξων προστάτιν, καὶ καταφύγιον.

Ἄξιόν ἐστιν καὶ τὰ Μεγαλυνάρια.
Ὤ Ἰουβενάλιε θαυμαστέ, Πατέρων τὸ κλέος, τῶν δογμάτων ὁ φρυκτωρός, πρέσβευε τῷ Λόγῳ, ὑπὲρ τῶν σὲ τιμώντων, ῥυσθῆναι ἐκ πταισμάτων καὶ πάσης θλίψεως.
Αἱρέσεως πλάνην καὶ ἀπειλήν, καθεῖλες ἐνθέως καὶ ἐκήρυξας τοῦ Χριστοῦ, τὰ δόγματα Πάτερ, καὶ θείας ἀληθείας, ὡς μέλος τῶν Συνόδων Ἰουβενάλιε.
Χαίροις ἀληθείας ὑφηγητά, Σιὼν μέγα κλέος, ὀρθοδόξων ὑπογραμμός, χαίροις πλανωμένην, πολέμιε ἐν λόγοις, καὶ ἔργοις θεοφόρε Ἰουβενάλιε.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Σιὼν Ἱεράρχην, τὸν ποιμένα τὸν ἀληθῆ, τῆς πίστεως στῦλον, καὶ κήρυκα δογμάτων, φρουρὸν Ὀρθοδοξίας, Ἰουβενάλιον.
Καρδίαν καθάρας καὶ τὴν ψυχήν, πιστῶν ἐκκλησίας, ἀνεδείχθης μυσταγωγός, ἐν πράξει βιώσας, Χριστοῦ τὴν βασιλείαν, ἐν ᾗ νῦν σαββατίζεις Ἰουβενάλιε.
Πάντας τοὺς τιμῶντάς σε εὐσεβῶς, σῇ χάριτι σκέπε, ἐκ κινδύνων καὶ πειρασμῶν, καὶ πάσης παγίδος, αἱρέσεως καὶ πλάνης, ὡς ἔχων παῤῥησίαν, Ἰουβενάλιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί…

Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Σιὼν ἱεράρχην, Ἰουβενάλιον, Ὀρθοδοξίας τὸ κλέος καὶ φρυκτωρὸν τῶν πιστῶν, εὐφημήσωμεν λαμπρῶς, καὶ ἀνυμνήσωμεν· ὅτι ἐφύλαξε πιστῶς τῶν δογμάτων θησαυρόν, παλαίσας κατὰ τῆς πλάνης· καὶ ἔλαβεν ἐκ τοῦ Λόγου, στεφάνους δόξης ἐν τῇ ἄνω Σιών.

Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε, τῆς Σιὼν τὸν φρυκτωρόν, τὸν Ἰουβενάλιον λόγοις, καὶ ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν, καὶ μεγαλύνωμεν. Τὸν Χριστὸν γὰρ ἐκήρυξεν, ἐν ἔργοις καὶ λόγοις, δόγματι ἐκράτυνε, πιστοὺς ἐστήριξεν, ὅθεν τιμηθεὶς ἐκ Κυρίου, πᾶσι τοῖς προστρέχουσι πίστει, ἐκδιδάσκει γνῶσιν τὴν ὀρθόδοξον.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…

Δι’ εὐχῶν.

Πηγή:
http://voutsinasilias.blogspot.com/2010/07/2_04.html

ΑΚΟΛΟΥΘΙΑ

http://voutsinasilias.blogspot.com/2010/07/2.html
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”