Ακολουθία Οσίου Ιουστίνου του Νέου Ομολογητού (Πόποβιτς)

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Ακολουθία Οσίου Ιουστίνου του Νέου Ομολογητού (Πόποβιτς)

Δημοσίευση από efthumhs »

ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια τοῦ Ὁσίου. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Χριστὸς Ἐκκλησίας κεφαλή, φιλανθρωπευσάμενος, σάρκα βροτείαν προσείληφε, καὶ ἐπανόρθωσε, γένος τῶν ἀνθρώπων, Πνεῦμα δοὺς τὸ Ἅγιον, δι’ Οὗ ἡ ἁγιότης παρέχεται, τοῖς καθαρεύουσιν, ἀπὸ πάσης παλαιότητος, μεθ’ ὧν πέλει, Ἰουστῖνος Τσέλιγιε.

Ἐκ βρέφους ἐκλέλεξαι Χριστῷ, Ἰουστῖνε Ὅσιε, Οὗ τὸ σεπτὸν Εὐαγγέλιον, σαφῶς ἐβίωσας, καὶ ὀρθοτόμησας, θεολόγος γέγονας, τῶν πάλαι διδασκάλων ἰσότιμος, τὸ δὲ μαρτύριον, τοῦ Σταυροῦ βιώσας ἄριστα, τῇ ἀσκήσει, τοῦτο συνεκέρασας.

Θεάνθρωπον ἔχων ὡς ἀρχήν, καὶ ὡς βάσιν Ὅσιε, κενὴν σοφίαν ἐμίσησας, ὅθεν γεγένησαι, Ἰουστῖνε μάκαρ, ἐκφαντορικώτατος δογμάτων ἑρμηνεὺς τῆς θεώσεως, ἧς περ ἐπέτυχες, δοὺς τὸ αἷμα κατὰ πρόθεσιν, καὶ πρεσβεύεις, ὑπὲρ τῶν τιμώντων σε.

Ἕτερα. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε συντιμήσωμεν, τῶν Ὀρθοδόξων τὰ πλήθη, Ἰουστῖνον σήμερον, ὅστις τῆς θεώσεως μύστης γέγονεν, συγκεράσας ἄριστα, γνῶσιν ἀνθρωπίνην, Ἐκκλησίας ἐμπειρίαν τε, ἥτις χαρίζεται, τοῖς ἀσκητικῶς διαπρέπουσι, καὶ γέγονεν ἰσότιμος, παλαιῶν Πατέρων ὁ ἔνδοξος· ὅθεν Σέρβων γένος, ἀγάλλεται βλαστῆσαν ἐν Θεῷ, τοιοῦτον ἄνδρα θεόσοφον, Σάββα τὸν συνόμιλον.

Πάντα ὑπεδούλωσας, εἰς τὴν Χριστοῦ γνῶσιν Πάτερ, Ἰουστῖνε πάνσοφε, διὰ τῆς ἀσκήσεως καὶ τῶν θλίψεων. Τοῦ Σταυροῦ πείρᾳ γνούς, τῆν γλυκεῖαν ἄρσιν, ἐκ δυνάμεως εἰς δύναμιν, σοφῶς πεπόρευσαι, κράζων μυστικῶς πρὸς τὸν Κύριον· Ὅς πᾶσάν σου τὴν ὕπαρξιν, Πνεύματος Ἁγίου ἐπλήρωσε, δείξας σε ἐν χρόνοις, ἐσχάτοις θεολόγον μυστικόν, ὁμολογίας τε μέτοχον, καὶ λαοῦ παράκλησιν.

Σὺν Ἁγίοις ἅπασιν, ὧν περ συνέθου τοὺς βίους, Ἰουστῖνε ἵστασαι, πρὸ Ἠγαπημένου σου, ὡς ἐστόχευες· καὶ λαβὼν στέφανον, τῆς δικαιοσύνης, κατὰ Παῦλον καὶ Χρυσόστομον, αἶρε τὰς χεῖράς σου, ὑπὲρ τοῦ λαοῦ καὶ τοῦ τέκνου σου, οἵτινες ἐν πίστει, προστρέχομεν μνημείῳ σου σεπτῷ, ὅ προσκυνοῦντες δοξάζομεν, Ἰησοῦν Θεάνθρωπον.

Δόξα. Ἦχος πλ. Β΄.

Τῶν ὀρθοδόξων δογμάτων ἐκφραστής, καὶ τοῦ θεανθρωπίνου ἤθους ἐργάτης, τῆς ἁγιοσαββιτικῆς ὁδοῦ ἐν βάθει γνώστης, καὶ τοῦ ἐκκλησιαστικοῦ ἁγιασμοῦ ἔμπειρος ἀσκητής, ὁσιώτατε Ἰουστῖνε ἀνεδείχθης. Ὅθεν ὡς πατὴρ τρυφερὸς καὶ φιλότεκνος μὴ ἐπιλάθου τοῦ ἠγαπημένου σοι καὶ μαρτυρικοῦ λαοῦ, ἀλλ’ ἐκ τῆς ἱερᾶς Μάνδρας τοῦ Τσέλιγιε, τὰς εὐχητικάς σου εὐλογίας πλουσιώτερον ἐξαπόστειλον, πρεσβεύων ἀδιαλείπτως τῷ φιλανθρώπως ἐνανθρωπήσαντι Δεσπότῃ, ὅπως τύχωμεν ἅπαντες τῆς ποθητῆς θεώσεως.

Καὶ νῦν. Τῆς ἑορτῆς ἤ τὸ Θεοτοκίον.

Τις μὴ μακαρίσει σε…

Εἴσοδος. Φῶς ἱλαρόν. Καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ συνέτε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Τῆς Ἱ. Μ. Τσέλιγιε. Ἦχος α΄.

Ὅσιε Πάτερ Ἰουστίνε νέε, σήμερον ἐν τῇ ἄνῳ Ἱερουσαλὴμ ἑστῶς, πρέσβευε ὑπὲρ τῶν κατὰ πνεῦμα μαθητῶν σου καὶ τοῦ πάσχοντος λαοῦ σου, τοῦ νῦν ὑπέρ ποτε καὶ ἄλλοτε ἔχοντος ἀνάγκην πολλὴν τῆς ἐν Πνεύματι Ἁγίῳ βοηθείας σου. Εὐχέτα τῶν ἐν λύπαις καὶ ἀδικίᾳ εὑρισκομένων, τοῦ Ἁγίου Χρυσοστόμου ἰσοστάσιε, ἅμα σὺν αὐτῷ καὶ πᾶσι τοῖς Πατράσιν, αἴτει παρὰ τοῦ Φιλανθρώπου Χριστοῦ τὸ μέγα ἔλεος καὶ τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.

Εὐφραίνεται σήμερον ἡ ἔρημος τοῦ Τσέλιγιε, ὅτι ὁ ἐν αὐτῇ ἀσκήσας Ἰουστῖνος ὁ νέος φιλόσοφος, καὶ κατὰ συνείδησιν μάρτυς τοῦ Χριστοῦ, οὗπερ ἡ καρδία ἔπασχε μετὰ τῶν πασχόντων καὶ ὅς ἐλειτούργει τὴν Θείαν εὐχαριστίαν μετὰ δακρύων, ἱερουργῶν τὸ μυστήριον ὑπὲρ τῆς τοῦ κόσμου παντὸς σωτηρίας. Διὸ παρακαλοῦμέν σε, Πάτερ ἡμῶν ἁγιώτατε, ὅπως ταῖς πρεσβείαις σου ὁδηγήσῃ τὰς καρδίας πάντων εἰς μετάνοιαν καὶ δοξολογίαν τῆς Ἁγίας Τριάδος, ἵνα ὁ Κύριος σώσῃ τὸν κόσμον καὶ τὸ Ὀρθόδοξον γένος ἡμῶν.

Ἦχος γ΄.

Δεῦτε πάντες οἱ Ὀρθοδοξοι πιστοί, σήμερον συστήσωμεν σύναξιν καὶ ἐν μεσῳ Ἐκκλησίας τοῦ Θεανθρώπου Χριστοῦ, εὐσεβῶς ἑορτάσωμεν, τὴν ἁγίαν μνήμην Πάντων τῶν Ἁγίων λέγοντες· Χαίρετε πανεύφημοι Ἀπόστολοι Χριστοῦ, σὺν τοῖς Προφήταις καὶ Μάρτυσιν, Ἱεράρχαις καὶ Νεομάρτυσι, Ποιμενάρχαις τε καὶ Διδασκάλοις τῆς αἰωνίου ζωῆς. Χαίρετε καὶ ὑμεῖς, Ἰουστῖνε Μάρτυς καὶ φιλόσοφε, σὺν τῷ νέῳ Ἰουστίνῳ τῇ προαιρέσει ἀθλήσαντι διὰ Χριστόν. Πρεσβεύσατε Πάντες Ἅγιοι ὑπὲρ τῆς ἐν τῷ κόσμῳ ὅλῳ ποίμνης τοῦ Χριστοῦ, ὅτι μία ἐστιν ἡ οὐρανοῦ καὶ γῆς Ἐκκλησία, μία ἡ πίστις καὶ μία ἡ δόξα τῆς Παναγίας Τριάδος.

Δόξα. Ἦχος πλ. Α΄. Ἀθανασίου ἐπισκόπου.

Δόξα τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, Ὅστις σὲ Ἰουστῖνε ἐλλογοποίησεν καὶ ἔλλογον εὐαγγελιστὴν ἀνέδειξε τοῦ Εὐαγγελίου τῆς αἰωνίου ζωῆς, ἐν τῷ μυστηρίῳ τῆς Ἐκκλησίας τοῦ Θεανθρώπου, διὰ τῆς ἐν Τριάδι τελεσθείσης Θείας Οἰκονομίας, Ἧς κατενώπιον παριστάμενος δεήθητι Πάτερ, ὑπὲρ τῆς σωτηρίας τοῦ σύμπαντος κόσμου, τοῦ διακρατουμένου διὰ τοῦ Φιλανθρώπου Θεοῦ.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε Θεοτόκε Παρθένε…

Εἰς τὸν στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, Βράνιε θεῖος βλαστός, Τσέλιγιε δόξα, καὶ Σερβίας αγλάϊσμα, ὁ νέος ἐν Θεολόγοις, καὶ ἐν Πατράσι σοφός, μυστικῶν δογμάτων γνώστης ἔμπειρος· Ἁγίων συνόμιλος, ὧν τοὺς Βίους συνέγραψας, εὐχῆς ἐργάτης, νοερᾶς ἀκατάπαυστος, δῶρον πάντιμον, Ὀρθοδόξων πιστεύουσιν. Πρέσβευε οὖν δεόμεθα, Χριστῷ παμμακάριστε, Οὗπερ τὸ κάλλος ἠράσθης, καὶ εν αὐτῷ κατεφώτισαι, δοθῆναι τοῖς ὅσοι, σὲ τιμῶσιν Ἰουστῖνε, τὸ μέγα ἔλεος.

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις, τοῦ Ἀποστόλου Χριστοῦ, Παύλου ἡ σάλπιγξ Ἰουστῖνε ἡ εὔηχος, ἅ οὗτος γὰρ ἐγεγράφει, ταῖς Ἐκκλησίαις πυκνῶς, σὺ σοφῶς ἐξέθου ἐκτενέστερον, καὶ οὗτως Θεάνθρωπον, Ἰησοῦν γνοὺς Φιλάνθρωπον, Θεολογίας ἐμυήθης μυστήρια, καὶ παρέθηκας τοῖς διψῶσι τὸν Κύριον. Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, ἡ τελευταία ἀκρότης, Ἁγίων Σέρβων γενόμενος, Χριστὸν μὴ ἐλλείπῃς, ἱκετεύειν ἅμα τούτοις, ὑπὲρ τῶν τέκνων σου.

Στ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Χαίροις, τοῦ Χρυσοστόμου πατρός, ὁ ἐραστὴς καὶ μαθητὴς ἐπιστήθιος, θεόσοφε Ἰουστῖνε, ἐξ οὗ τὰ θεῖα σαφῶς, ἔγνως ἐν ἐκστάσει πόθῳ ζέοντι, καὶ γέγονας χείμαῤῥος, θείου λόγου χριστόῤῥειθρος, καὶ τὸν ἔρωτα, ὑπανάπτων τὸν ἄϋλον. Ἔκτεινον οὖν τὰς χεῖράς σου, ὦ Πάτερ τρισόλβιε, καὶ τὴν τοῦ Πνεύματος χάριν, τοῖς σὲ τιμῶσι κατάγαγε, κλεινὲ Ἰουστῖνε, τῆς Τριάδος τῆς Ἁγίας, κήρυξε θεόφθογγος.

Δόξα. Ἦχος πλ. Δ΄. Ἀθανασίου Ἐπισκόπου.

Κύριε καὶ Σωτὴρ ἡμῶν, Ἰησοῦ Θεάνθρωπε, μεγάλη ἡ δόξα σου, ὅτι γνωστὸς ἐγένου καὶ ἐν τοῖς δυσὶ Ἰουστίνοις τούτοις τοῖς ἐνδόξοις θεράπουσί σου. Ὁ μὲν πρῶτος Ἰουστῖνος ἔσβησε πάσαν τὴν κοσμικὴν σοφίαν καὶ τῷ αἵματι τοῦ μαρτυρίου ἀπέκτησέ σε τὴν Σοφίαν τοῦ Θεοῦ. Ὁ δὲ δεύτερος ὑπερέβη πᾶσαν τὴν φιλοσοφίαν καὶ τὰ στοιχεῖα τοῦ κόσμου, καὶ τοῖς ἐν χάριτι ἄθλοις ἐκτήσατο τὴν κατὰ Χριστὸν φιλοσοφίαν. Θεάνθρωπε, δόξα Σοι.

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί…

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. Δ΄. Ὀρθοδοξίας ὁδηγέ.

Ὀρθοδοξίας τὸ γλυκύ, καὶ νεκταρῶδες, Πάτερ ἀμάλγαμα, μετοχετεύσας τῶν πιστῶν, ἐν ταῖς καρδίαις ὥσπερ θησαύρισμα, τῷ βίῳ καὶ ταῖς ἀρεταῖς, βιβλίον ζῶν τοῦ Πνεύματος δέδειξαι, Ἰουστῖνε θεόσοφε· ἱκέτευε διὰ παντός, ἐλλογωθῆναι τοὺς ὑμνοῦντάς σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου….

Ἀπόλυσις.

ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Τὰ πάντα δοὺς Χριστῷ, τὸν Χριστὸν οὐδενὶ δέ, καὶ τοῦτο πρακτικῶς, Ἰουστῖνε παρέθου, ὡς κλῆρον καὶ θησαύρισμα, τοῖς σοῖς τέκνοις μακάριε· ὅθεν γέγονας, τοῦ Παραδείσου οἰκήτωρ, ἔνθα πρέσβευε τῷ Φιλανθρώπῳ Δεσπότῃ, μετὰ τῆς Θεομήτορος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐκύησας σαρκί, τὸν ὑπέρθεον Λόγον, θεώσαντα Ἁγνή, τῶν βροτῶν τὴν οὐσίαν, καὶ ἅπασι παρέχοντα, σωτηρίαν αἰώνιον, τοῖς δοξάζουσι, σὲ ἀληθῆ Θεοτόκον, ἀλλὰ Δέσποινα, μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων σε.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τῷ θείῳ ἔρωτι, Σταυρὸν ὑπέμεινας, τοῦ μαρτυρίου σου, τῆς συνειδήσεως, δι’ οὗ ἀπέδειξας τρανῶς, τὴν πίστιν σου Ἰουστῖνε. Ὅθεν ὡς ἀντίδωρον, ἐκ Κυρίου ἀπείληφας, χάριτος τὰ ῥεύματα, Θεολόγε ὑπέρσοφε, δι’ ὧν τὴν Ἐκκλησίαν ποτίζει, δεικνύων πᾶσι τὸν Θεάνθρωπον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁ ὑπερούσιος, Θεὸς καὶ Κύριος, ἐκ σοῦ σεσάρκωται, δι’ ἀγαθότητα, τὸ καθ’ ἡμᾶς οὐσιωθείς, καὶ μείνας ὅπερ πέφυκεν· ὅθεν καὶ Θεάνθρωπον, τοῦτον σέβοντες Πάναγνε, σὲ τὴν ἀπειρόγαμον, Θεοτόκον κηρύττομεν, δοξάζοντες τὸ μέγιστο θαῦμα, τῆς σῆς ἀσπόρου κυήσεως.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ὡς δορκὰς βέλει τρωθείς, τοῦ Θεανθρώπου Ἰησοῦ, τοῦτον μόνον ἐν παντί, ἔσχες κριτήριον σοφῶς, διόπερ εἵλκυσας ἐχθροῦ τὴν μῆνιν· καὶ Μάρτυς γεγονώς, τῆς συνειδήσεως, τὸ πάθος τοῦ Χριστοῦ, σφοδρῶς ἠγάπησας, ὦ Ἰουστῖνε φίλε Ἁγίων, καὶ μιμητὰ πολιτείας αὐτῶν· ὅθεν τιμῶντας, σεπτήν σου μνήμην, ἀδιαστάτως Κυρίῳ σύναψον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μετὰ σώματος Ἁγνή, προαγαγοῦσα τοῖς ἐν γῇ, τὸν ἀσώματον Θεόν, διὰ τὸ σῶσαι τὸν Ἀδάμ, τὸν συντριβέντα ἀπάτῃ τοῦ βροτοκτόνου, ὤφθης αληθῶς, θρόνος πυρίμορφος, φέρουσα χερσί, τὸν πάντα φέροντα, καὶ οὐρανῶν πλατυτέρα ἐγνώρισται, ἡ σὴ γαστρὶ ἡ ἀκήρατος. Ἀλλ’ ὦ Παρθένε, τῆς οὐρανίου, δόξης ἡμᾶς καταξίωσον.

Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Τι ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὦν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον Ὁσιακόν, βλ. Ὄρθρον Ὁσ. Σάββα (Ε΄ Δεκεμβρίου)

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχ. πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…

Ἐξ οὐρανοῦ κατῆλθες σαρκωθεὶς Θεάνθρωπε, ἵνα θεώσῃς τὸν πεσόντα ἄνθρωπον. Ὅθεν ὁ μακάριος Ἰουστῖνος εὐαγγελικῶς ὡς θέλεις πολιτευθείς, γῆθεν ἀνῆλθεν καταπαύσας εἰς οὐρανούς, ἵνα τὸ στέφος ἀπολάβῃ τῶν ὑπὲρ σοῦ ἀγώνων. Ἡμεῖς δὲ τὴν Κεχαριτωμένη Μητέρα Σου δοξάζοντες, βοῶμέν σοι ἐκ καρδίας ἐκτενῶς· σκήνωσον Δέσποτα ὥσπερ τῷ Ὁσίῳ Ἰουστίνῳ καὶ ἡμῖν, ὅπως σε πνευματικῶς κυοφορήσαντες, θεοτόκοι κατὰ χάριν γενώμεθα.

Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ άκροστιχίς: Ὀρθοδοξίας ὑμνῶ σάλπιγγα Ἰουστῖνον. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Ὀρθόδοξοι χαίροντες, τὴν ἱερὰν μνήμην σήμερον, ἐν ὕμνοις τιμήσωμεν, τοῦ Ἰουστίνου πατρός, ὅς ἐγένετο, ἐν χρόνοις τοῖς ἐσχάτοις, Χριστοῦ σάλπιγξ εὔηχος, Σέρβων τε καύχημα.

Ῥητόρων τὴν δύναμιν, ὦ Ἰουστῖνε ὁ βίος σου, σαφῶς ὑπερήλασεν, ὅτι ἰσάγγελον, ἔσχες φρόνημα, δι’ οὗ τοῦ Θεανθρώπου, ἐκμίμημα γέγονας, εἰκών τε ἔμψυχος.

Θεὸν προετίμησας, ἀπὸ νηπίου μακάριε, καὶ ἥρμοσας ἄριστα, πρὸς τοῖς χαρίσμασιν, τοῖς ἐκ φύσεως, εὐλάβειαν πατρῲαν, ἥν Σέρβοις ἐδίδαξε, Σάββας ὁ ἔνδοξος.

Θεοτοκίον.

Ὁ Λόγος σεσάρκωται, φιλανθρωπίᾳ κινούμενος, ἐν μήτρᾳ Θεόπαιδος, χρόνοις οὕς ὥρισεν, Οὗ μυστήρια, ὁ θεῖος Ἰουστῖνος πανσόφοις ἐν ῥήμασιν, σαφῶς ἐξέθετο.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.

Δαμάσας προκλήσεις ἐπιγείους, σκοπὸν Ἰουστῖνε πρὸς Θεόν, ὁλοτελῶς κατηύθηνας, καὶ Τοῦτον κατεδίωξας, ἕως εὗρες ἀνάπαυσιν, χριστοδιψάστου καρδίας σου.

Ὁ Λόγος Θεοῦ κατείληφέ σου, τὸν νοῦν Ἰουστῖνε καὶ ψυχήν, ἐκ πρώτης σου νεότητος, μέχρι ἐσχάτου γήρατος, ὅθεν ἐθεολόγησας, στοιχῶν Πατέρων τοῖς ἴχνεσι.

Ξενήκουστος φαίνεται ὁ βίος, ὅν Πάτερ διῆλθες ἐπὶ γῆς· σταυροῦ γὰρ τὴν γλυκύτητα, ἐμπειρικῶς γευσάμενος, ηγάπησας μαρτύριον, διὰ Χριστόν σου παμφίλτατον.

Θεοτοκίον.

Ἰδοὺ Ἰουστῖνος Θεοτόκε, καρπὸς τῆς σαρκώσεως Χριστοῦ, ἧς ἀπ’ ἀρχῆς γεγόνασι, Ἅγιοι Πάντες μέτοχοι, καὶ Ἐκκλησίας δείκνυται, ἡ θεοδώρητος δύναμις.

Κάθισμα. Ἦχος πλ. Δ΄. Αὐλῶν ποιμενικῶν.

Φωτὶ τοῦ Ἰησοῦ ἑλκυσθεὶς Ἰουστῖνε, φῶς δεύτερον Αὐτοῦ ἀπαστράπτον ἐδείχθης, πᾶσιν ὑποδεικνύων, ὁδὸν ἁγίαν Χριστοθεώσεως, δι’ ἧς ἡ σὰρξ πυροῦται, τῇ φωταυγείᾳ τοῦ θείου Πνεύματος, καὶ συμμετέχει πλήρως ἄνθρωπος ζωῆς, σὺν τοῖς Ἁγίοις ἅπασι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παρθένε Μαριάμ, τῶν Ἀγγέλων ἡ δόξα, ὡράϊσμα τερπνόν, καὶ ἀγλάϊσμα κόσμου, δίδου τοῖς σὲ ὑμνοῦσιν ἁμαρτημάτων παντοίων συγχώρησιν, ἵλαθι τοῖς σοῖς δούλοις, ὅτι ὑπάρχεις βεβαία λύτρωσις, ἀπεγνωσμένων καὶ τὸ ἰσχυρόν, ἀνθρώπων καταφύγιον.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Ἄγγελος ἐφάνης ἐν λειτουργοῖς, Πάτερ Ἰουστῖνε μακάριε· τῷ Χρυσοστόμῳ, γὰρ ὑπέκλινας τὸ οὗς, ὅτε ποτὲ ἐπώφθη σοι, καὶ ὡς φίλος φίλῳ ἐλάλησε.

Σῶμα ὑποτέταχας θαυμαστῶς, ἐν ἀσκήσει πάντα τὸν βίον σου, ὦ Ἰουστῖνε συμμορφούμενος χορῷ, τῶν ἀσκητῶν τῆς πίστεως, ἐν τε θεωρίαις καὶ πράξεσιν.

Ὕπαρ ἠξιώθης Πάτερ ἰδεῖν, Σεραφεὶμ Σαρὼφ τὸν θαυμάσιον, παρ’ οὗ τὴν δόξαν, Παραδείσου μυηθείς, Χριστὸς ἀνέστη ἔκραζες, φανερῶν χαρὰν ἀναστάσιμον.

Θεοτοκίον.

Μοναζόντων πέφυκας γλυκασμός, καὶ παρθενευόντων Πανάχραντε, ὅτι ἐγένου, ἁγνοτάτου Ἰησοῦ, οἶκος παγκαθαρώτατος, τοῦ τὴν παρθενίαν διδάξαντος.


ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Νοῦν ἔσχες ἀσύλητον, ἐκ λογισμῶν πανόσιε, τοῦτον γὰρ προσήλωσας Κυρίου, σταυρῷ ἐν γνώσει τῆς ἀϊδίου ζωῆς, ἥτις ἐκπηγάζει μυστικῶς, τοῖς εἰς ἀδιάλειπτον, προσευχὴν ἐπιμένουσιν.

Ὡς δῶρον δεξάμενος, τὸν ἐγκλεισμόν σου Ὅσιε, τοῦτον μετεποίησας πανσόφως, εἰς ἐργασίαν οἰκοδομῆς τῶν πιστῶν, διὰ συγγραφῆς πνευματικῆς, ἥτις κατεπόντισεν, Ἐκκλησίαν Ὀρθόδοξον.

Σκοπὸν καὶ συνείδησιν, Ὀρθοδοξίας ἄγρυπνον, ὁ Χριστὸς θεόφρον Ἰουστῖνε, ἀνέδειξέ σε ἐν τοῖς ἐσχάτοις καιροῖς, Ἐκκλησίας πεῖραν ἱεράν, καθαρῶς διδάσκοντα, καὶ τὴν πλάνην ἐλέγχοντα.

Θεοτοκίον.

Ἀῤῥήτως γεγέννηκας, Χριστὸν αὐτοαλήθειαν, Ὅν ὁ Ἰουστῖνος παῤῥησίᾳ, ὁμολογήσας ἐλπίδα κόσμου παντός, ἔτυχε δεσμῶν καὶ φυλακῆς, Πάναγνε ἀλλ’ ἔμεινε, ὥσπερ στύλος ἀκλόνητος.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Λαοῦ παράκλησις δέδοσαι, τῶν Σέρβων Ἰουστῖνε μακάριε, ᾧπερ συνέπασχες, ὑπενθυμίζων παθήματα, Χριστοῦ τοῦ Ἀναστάσει, θάνατον λύσαντος.

Πατέρων βίον ἠγάπησας, καὶ ὥσπερ τις φιλόπονος μέλισσα, τούτων ἐνέκυψας, ἔργοις τρυγήσας ἐν Πνεύματι, Θεολογίας μέλι Πάτερ τὸν ἥδιστον.

Ἰδὼν λαοῦ σου τὴν κάκωσιν, Θεὸς ὡς Μωϋσῆν σε ἀπέστειλε, καθοδηγήσαντα, αὐτὸν εἰς Πόλιν τὴν ἄσειστον, ἐν ᾗ χοροὶ Ἁγίων, Πάτερ εὐφραίνονται.

Θεοτοκίον.

Γεραίρομέν σε Πανάμωμε, γεννήσασαν Χριστὸν τὸν Θεάνθρωπον, Οὗ στόμα δέδεικται, λαμπρὸν καὶ κήρυξ θεόσοφος, ὁ νέος Ἰουστῖνος, Τσέλιγιε καύχημα.

Κοντάκιον. Ἦχος πλ. Δ .Τῇ ὑπερμάχῳ.

Θεανθρωπίνως τὴν ζωήν σου ᾠκονόμησας, ὡς μέτρον ἔχων τὸν Θεάνθρωπον ἐν ἅπασιν, εἰς τὸ ὕψος ἐπιφθάσας Θεολογίας· καὶ νῦν Λόγῳ συνεστὼς Ἠγαπημένῳ σοι, δὸς ἡμῖν τῶν πρεσβειῶν σου χάριν Ἅγιε, τοῖς κραυγάζουσι· Χαῖρε Πάτερ θεόσοφε.

Οἶκος.

Ἄγγελοι τὴν ψυχήν σου, Ἰουστῖνε λαβόντες, προσήνεγκαν αὐτὴν τῷ Δεσπότῃ· Ὅς ταύτην εὐμενῶς δεξάμενος ἐστεφάνωσε, βραβεύων τοὺς σεπτοὺς ἀγῶνας καὶ τὰ ὁσιακά σου σκάμματα, ἡμεῖς δὲ περιχαρῶς τὴν μνήμην σου ἑορτάζοντες, συμφώνως ἐκβοῶμεν ταῦτα·

Χαῖρε τοῦ Βράνιε βλαστὸς θεῖος·
χαῖρε Σερβίας χριστόδωρον εὖχος.
Χαῖρε θεολόγων Ἐκκλησίας ἀκολούθημα·
χαῖρε, μοναζόντων ἀρχαίων ἀπείκασμα.
Χαῖρε, φιλοσόφων ἀσόφων ἀναιρέσας τὴν πλάνην·
χαῖρε, σαρκωθέντος Θεανθρώπου ἀποδείξας τὴν χάριν.
Χαῖρε, ὅτι διδάσκεις τῶν δογμάτων σωτήριον ἀλήθειαν·
χαῖρε, ὅτι φανεροῖς τῶν Ἁγίων Θεοῦ χριστοήθειαν.
Χαῖρε, ἁγιοσαββιτικῆς πορείας μυητά·
χαῖρε, θαυμάτων παραδόξων ποιητά.
Χαῖρε, Πατὴρ πλήρης φιλοστοργίας·
χαῖρε, λειτουργὲ χρυσοστομικῆς φιλοθεΐας.
Χαῖρε Πάτερ θεόσοφε.

Συναξάριον.

Τῇ 14ῃ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰουστίνου (Πόποβιτς), τοῦ νέου ὁμολογητοῦ καὶ θεοσόφου θεολόγου τῆς Ἐκκλησίας, τοῦ θαυματουργοῦ, κοιμηθέντος ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἀρχαγγέλου Τσέλιγιε Σερβίας, κατὰ τὸ ἔτος 1979.

Στίχοι: Ἰουστῖνος ὕπνωσεν Σέρβος ὁ μέγας,
Θεολόγων σύνεδρος, Ἁγίων φίλος.
Θεανθρώπῳ ἥνωται ὑπνώσας λέων Ὀρθοδοξίας.



Οὗτος ὁ τρισόλβιος καὶ μέγας Πατὴρ καὶ σοφώτατος διδάσκαλος τῆς Ὀρθοδόξου Ἐκκλησίας Ἰουστῖνος, πατρίδα μὲν ἔσχε τὴν σερβικὴν πόλιν Βράνιε, ἐν ᾗ ἐγεννήθη ἐξ εὐσεβῶν γονέων, Σπυρίδωνος καὶ Ἀναστασίας, τὸ σωτήριον ἔτος 1896 κατὰ τὴν ἡμέρα τοῦ θείου Εὐαγγελισμοῦ, διὸ καὶ Μπλαγόε (Εὐάγγελος) ὠνόμασται. Ἐκ παιδὸς διακρινόμενος διά τε τὴν φυσικὴν ὀξύνοιαν καὶ τὴν θεοευλάβειαν, παιδείας μετέσχεν οὐ τῆς τυχούσης. Μεταξὺ τῶν διδασκάλων αὐτοῦ ἔσχε καὶ τὸν Ἅγιον Νικόλαον Βελεμίροβιτς, ἐπίσκοπον Ζίτσης, μεθ’ οὗ συνεδέθη λίαν στενῶς διὰ δεσμῶν ἰσοβίου πνευματικῆς ἀγάπης καὶ ἀλληλοεκτιμήσεως. Τὸν παιδιόθεν δὲ πόθον αὐτοῦ ἐκπληρῶν ἀφιέρωται ὁλοτελῶς τῷ Κυρίῳ ἐν ἡμέραις τοῦ Α΄ παγκοσμίου πολέμου καρεὶς μοναχὸς καὶ λαβὼν τὸ ὄνομα τοῦ Ἁγίου Μάρτυρος Ἰουστῖνου τοῦ φιλοσόφου. Χειροτονηθεὶς δὲ καὶ σταλεὶς ὑπὸ τῆς Ἐκκλησίας δι’ ἀνωτέρας σπουδὰς εἰς Ρωσίαν, Ἀγγλίαν καὶ Ἑλλάδα, ἐπιστρέψας διηκόνησεν κατ’ ἀρχὰς ὡς καθηγητὴς ἱερατικῶν σχολῶν καὶ εἶτα ἀνηγορεύθη καὶ καθηγητὴς Δογματικῆς ἐν τῷ Πανεπιστημίῳ τοῦ Βελιγραδίου. Προγραφεὶς ὅμως ὑπὸ τῶν κρατησάντων κομμουνιστῶν ἐδιώχθη καὶ τελικῶς ἐπέλεξεν ὡς αὐτοέγκλειστος παραμεῖναι ἐφημέριος ἐν τῇ Ἱερᾷ Μονῇ τοῦ Ἁγίου Ἀρχαγγέλου Μιχαὴλ ἐν Τσέλιγιε τοῦ Βάλιεβο, ἔνθα ἐπὶ μίαν τριακονταετίαν καθημερινῶς ἀγγελικῇ παραστάσει καὶ εὐλαβείᾳ κατανυκτικῇ ἐλειτούργει τῷ ἱερῷ θυσιαστηρίῳ. Ἐκεῖ ἐπεδόθη ὅλῃ ψυχῇ καὶ καρδίᾳ εἰς τὴν ἀσκητικὴν ζωήν, νηστεύων, προσευχόμενος, μελετῶν καὶ συγγράφων τὰ ὑπὲρ μέλι καὶ κηρίον γλυκύτερα καὶ θεόπνευστα ἔργα αὐτοῦ, ἰσάξιως γενόμενος τῶν πάλαι Ἁγίων Πατέρων καὶ Διδασκάλων τῆς Ἐκκλησίας. Σχὼν δὲ θείας καὶ οὐρανίους ἐμπειρίας ἐκτάκτους, συνεκόμισεν ἐν ἑαυτῷ πλοῦτον ἄμετρον Θεολογίας, ἧς τὸν καρπὸν τρυγᾷ σήμερον σύμπασα ἡ οἰκουμενικὴ Ὀρθοδοξία. Λίαν δὲ φιλαδέλφως φερόμενος συνανεστρέφετο, ἠγάπα καὶ ἐδέχετο τὸ ἁπλοῦν ὀρθόδοξον σερβικὸν λαόν, τὸν ἁγιώτατον Σάββαν ἐν τούτῳ μιμούμενος, καθοδηγῶν καὶ ἐνισχύων αὐτὸν ὅπως ἐμμένῃ, εἰς τὴν πατρώαν πίστιν καὶ εὐσέβειαν. Πλείστας δὲ διώξεις καὶ δυσκολίας ὑποστὰς ὑπὸ τῶν ἀθέων ἀρχῶν, οὐδαμῶς ὑπέστειλε τὸ φρόνημα, τηρῶν ἀκλόνητον τὴν χριστοδώρητον εἰρήνην ἐν τῇ θεοφλέκτῳ καρδίᾳ αὐτοῦ, πάντας ἀγαπῶν καὶ ὑπὲρ πάντων μετὰ δακρύων εὐχόμενος. Βλαβείσης δὲ σοβαρῶς τῆς ὑγείας αὐτοῦ καὶ τῷ προϊόντι γήρατι τρυχωθείς, ὑπέκυψεν ἐν τέλει ἐκ καρδιακῆς ἀνεπαρκείας, παραδοὺς ὁσιακῶς τὴν ἁγιωτάτην ψυχὴν αὐτοῦ ταῖς χερσὶν τοῦ ἠγαπημένου Θεανθρώπου Κυρίου αὐτὴν ταύτην τὴν γεννέθλιον ἡμέρα τοῦ θείου Εὐαγγελισμοῦ κατὰ τὸ σωτήριον ἔτος 1979. Πλήθη δὲ θαυμάτων ἐπιτελῶν καθ’ ἡμέραν τοῖς προσερχομένοις μετὰ πόθου τῷ ἁγίῳ τάφῳ καὶ ἐν πίστει ἐπικαλουμένοις τὴν αὐτοῦ ἀκοίμητον πρεσβείαν πρὸς Κύριον, δικαίως ἐκτήσατο καὶ τὴν προσωνυμίαν τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Προφήτου Ἐλισσαίου.

Στίχοι:
Ἠλίαν ἵπποι, τὸν δὲ διπλοῦν Ἠλίαν,
Εἰς οὐρανοὺς ἀνῆγον ὡς ἵπποι Νόες.

Οὗτος ἦν υἱὸς Σαφάτ, ἐξ Ἀελμούθ, ἐκ τῆς γῆς Ρουβίμ. Καὶ ἐπὶ τούτῳ γέγονε τέρας· ὅτι ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις, ἡ δάμαλις ἡ χρυσῆ, ἡ ἐκεῖ προσκυνουμένη, ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ. Εἶτα δὲ ὁ Ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη ἐν Ἱερουσαλὴμ σήμερον, ὃς καθελεῖ τὰ γλυπτά, καὶ συντρίψει τά χωνευτά. Πολλὰ δὲ τεράστια ἐποίησεν ὁ Θεὸς διά χειρὸς Ἐλισσαίου τοῦ προφήτου. Θανὼν δέ, ἐτάφη ἐν Σαμαρείᾳ ἐν Σεβαστουπόλει. Οὗτος προεφήτευσε περὶ τῆς τοῦ Κυρίου παρουσίας, καὶ τὰ ὕδατα Ἱεριχώ, ἀτεκνοῦντα καὶ ἁλμυρὰ ὄντα, ἰάσατο· «Τάδε λέγει Κύριος, εἰπών· ἴαμαι τὰ ὕδατα ταῦτα»· καὶ ἰάθησαν. Ἀλλὰ καὶ νεκροὺς ἤγειρε· καὶ λεπρὸν ὄντα Νεεμὰν τὸν Σύρον ἐκαθάρισε τῆς λέπρας· καὶ Γιεζή, τὸν ἑαυτοῦ ὑπηρέτην, λεπρὸν ἐποίησε γενέσθαι, διὰ τὴν φιλαργυρίαν αὐτοῦ, καὶ τὴν παρακοήν· καὶ νεκρὸς ὤν, νεκρὸν ἤγειρε· καὶ τὰ Ἰορδάνεια ῥεῖθρα τῇ τοῦ Ἠλιοὺ μηλωτῇ πατάξας διέῤῥηξεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μεθοδίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι:
Μεθόδιον φωστῆρα τῆς Ἐκκλησίας,
Τὸ τῆς τελευτῆς σβεννύει στυγνὸν νέφος.

Οὗτος ὁ Ἅγιος τὴν πλάνην τῶν αἱρέσεων καὶ Εἰκονομάχων σοφαῖς ἀποδείξεσι καὶ γραφικαῖς ῥήσεσι, παντοίως ἀνατρέψας καὶ καθελών, καὶ τὴν ὀρθόδοξον πίστιν ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις βραβεύσας, καὶ πολλὰς κακώσεις παθὼν ὑπὸ τῶν αἱρετικῶν, ἐν τῷ προσκυνεῖν τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας, ἀνεπαύσατο, αἰωνίως λύτρωσιν τῶν ἀνιαρῶν ἡμῖν ἐξαιτούμενος. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἁγιωτάτῳ οἴκῳ, ἐν ᾧ τὸ τίμιον αὐτοῦ κατάκειται λείψανον, τῷ ὄντι ἔνδον τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων τῶν μεγάλων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυρίλλου, Ἐπισκόπου Γορτύνης τῆς Κρητῶν νήσου.

Στίχοι:
Εἰ καὶ γέρων Κύριλλος ἦν ὁ Γορτύνης,
Ἡβῶσαν εἶχε πρὸς ξίφος τὴν καρδίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Νήφωνος τοῦ Ἀθωνίτου.

Στίχοι:
Νήφων παρῆλθεν, ἀρεταῖς νῦν τοὺς πάντες,
κἄν τοῖς χρόνοις ἤσκησε νῦν τοῖς ἐσχάτοις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Ἰουλίττης.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Γρηγοροῦσάν σε, συνείδησιν ἐγνώκαμεν, πίστεως Ὅσιε· μὴ φέρων γὰρ οὐδαμῶς, δογμάτων τὴν νόθευσιν, καὶ παραδόσεως, ὑπεδείκνυες, ἐν τεκμηρίοις πρέπουσαν, στάσιν Πάτερ Ἰουστῖνε.

Ἀκατάβλητος, ἐν διωγμοῖς καὶ πάθεσιν, ἀθέων ἕστηκας, Κυρίου ἔχων ἐν νῷ, τὰ πάθη θεόσοφε, πάντα ὑπέμεινες, καὶ ἐδόξαζες, τὸν οὕτως σε δοξάζοντα, Ἰουστῖνε φιλοτέκνως.

Ἱερώτατος, ἐν ἱερεῦσι πέφηνας, καθάπερ Ἄγγελος, θυσίαν ὑπερφυᾶ, τελῶν παμμακάριστε, ὑπὲρ τῆς πάντων ζωῆς, ἥν δεδώρηται, ἐνανθρωπήσας Κύριος Ἐκκλησίᾳ Ἰουστῖνε.

Θεοτοκίον.

Οὐ κατέλιπεν, Υἱός σου κόσμον Πάναγνε, εἰς τὴν ἀπώλειαν, ἀλλὰ ἐκ σοῦ σαρκωθείς, Ἁγίους ἑκάστοτε, σημεῖα δίδωσιν, κατευθύνοντας, χριστιανοὺς πρὸς θέωσιν, ὡς ἐσχάτως Ἰουστῖνον.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ὕλην ἁγιότητος ποιήσας, ἐχθροῦ Ἰουστῖνε τὰ φρυάγματα, τοῦ λαοῦ σου γέγονας, παρακλήτωρ μέγιστος, πεσόντος ἐν τῷ καύσωνι, τῶν πειρασμῶν πολλαχῶς, θείου Σάββα, πατρικὸν ὑπόδειγμα, παριστῶν ἐν γραφαῖς καὶ τοῖς λόγοις σου.

Στῦλος τῆς ἐν γῇ Ὀρθοδοξίας, ἐφάνης ὦ Ἰουστῖνε θεοφόρητε, μυστικῶς γὰρ ἔκλινας, στήθει τοῦ Δεσπότου σου, καὶ ἀπαντλήσας νάματα, ἐκεῖθεν ζωήδωρα, ἐπότισας ἡμᾶς, ἐπότισας ἡμᾶς ὑπερμέτρως· τὴν μνήμην ὅθεν τέταρτόν σε καλοῦμεν Θεολόγον.

Τύπος Ὀρθοδόξου πολιτεῖς, πιστοῖς Ἰουστῖνε ἀναδέδειξαι, βίους ἐκμιμούμενος, τῶν Ἁγίων ἄριστα, οὕς περ γραφῇ παρέδωκας, ὥσπερ θησαύρισμα, πληρώματι Χριστοῦ Ἐκκλησίας, σοῦ πανευγνωμόνως, ἐπιτελοῦντι μνήμην.

Θεοτοκίον.

Ἵλεων ἀπέργασαι Παρθένε, ἡμῖν τὸν Δεσπότην παροργίζουσι, λόγοις τε καὶ πράξεσιν· εἰ καὶ κλήσιν φέρομεν, Αὐτοῦ τὴν χριστεπώνυμον, ὅμως οὐ παύομεν, ἐν γνώσει παραβαίνοντες ὅσα, δέδωκεν ἀγάπῃ, ἡμῖν εις σωτηρίαν.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νοῦς χριστοειδής, καρδία θεόφλεκτος, ἀγάπης οἴκημα, ἄγαλμα θεόμορφον, τοῦ Θεανθρώπου τερπνὸν γεγένησαι, Θεολογίας τέμενος, δέδειξαι Ὅσιε, Ἰουστῖνε, Ὀρθοδόξων καύχημα, καὶ τῆς ἄνω Σιὼν μέλος ἅγιον.

Ὅταν ὁ Χριστός, ἐλεύσηται Ὅσιε, τοῦ κρῖναι ἅπαντας, τότε σὺ μεσίτευσαι, ὑπὲρ τιμώντων τὴν θείαν μνήμην σου, καὶ ἐντρυφώντων ἔργοις σου, τοῖς γεγραμμένοις σαφῶς, ἐνεργείᾳ, τοῦ Ἁγίου Πνεύματος, καὶ πηγάζουσι νέκταρ τῆς Χάριτος.

Νῦν τε καὶ ἀεί, κατέχει σε Ἅγιε πλοῦτον ἀσύλητον, καὶ πρὸς τὸν Φιλάνθρωπον, πρέσβυν Σερβία πατρὶς ἐπίγειος, ἡ δὲ Σιὼν ἡ ἄσειστος, ἐν τῷ Ὁσίων χορῷ, Ἰουστῖνε, σὲ καταπεπλούτηκεν, ἔνθεν πᾶσι τὴν χάριν κατάπεμπε.

Θεοτοκίον.

Ἀρχαγγελικόν, ἐδέξω Πανάμωμε χαιρετισμὸν θαυμαστῶς, καὶ Χριστὸν συνείληφας, Ὅν ἐκδυσώπει σὺν Ἰουστίνῳ ἀεί, ὑπὲρ Μονῆς τοῦ Τσέλιγιε, καὶ τῶν τελούντων αὐτοῦ, τὴν ὁσίαν ἑορτὴν καὶ κοίμησιν, ὅπως χάριν καὶ ἔλεος λάβωμεν.

Ἐξαποστειλάριον. Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Χριστοῦ σε εὐαγγέλιον, ἔμπνουν ἔγνωμεν Πάτερ, τοῦ Θεανθρώπου φέροντα, ἐν ψυχῇ χαρακτῆρα, προσλαβομένου ἐκ βρέφους, ἕως γήρους ἐσχάτου, καὶ ἀρεταῖς κοσμήσαντος, σοῦ τὸν ἔνθεον βίον, ὅθεν φαιδρῶς, μνήμην σου τελοῦντες τὴν μακαρίαν, ὦ Ἰουστῖνε Ὅσιε, Τοῦτον δοξολογήσωμεν.

Θεοτοκίον.

Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε· χαῖρε σεμνὴ Μητρόθεε· χαῖρε ἔμψυχε βάτε· χαῖρε λαμπάς· χαῖρε θρόνε· χαῖρε κλίμαξ καὶ πύλη· χαῖρε τὸ θεῖον ὄχημα· χαῖρε κούφη νεφέλη· χαῖρε ναέ· χαῖρε στάμνε πάγχρυσε· χαῖρε ὄρος· χαῖρε σκηνὴ καὶ τράπεζα· χαῖρε Εὔας ἡ λύσις.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ἐνανθρωπήσει τοῦ Λόγου, σαρκὶ γεγέννηται, καὶ θεῖος Ἰουστῖνος, οὗ τὴν μνήμην τιμῶμεν. Αὐτοῦ γὰρ τὰς πρεσβείας καὶ προσευχάς, πρὸς Δεσπότην αἰτούμεθα, ὅπως ὁδὸν τῆς θεώσεως καὶ ἡμεῖς, ἥν ἐβάδισεν βαδίσωμεν.

Τῆς Θεομήτορος σκεῦος, ὤφθης ὦ Πάτερ λαμπρόν, Ἧς εὐαγγελιζομένης, εἰς ζωὴν ταύτην ἦλθες, καὶ αὖθις τὴν ψυχήν σου τὴν καθαράν, ἑορτῇ ταύτης δέδωκας, τῷ σαρκωθέντι ἀφράστως Λόγῳ Θεοῦ, πολυτρόπως σε τιμήσαντι.

Φίλος Θεοῦ καὶ Ἁγίων, ὦ Ἰουστῖνε φανείς, νῦν ἐν τῷ Παραδείσῳ, καθορᾷς τὸν Δεσπότην, δι’ Ὅν σταυρὸν βαστάσας τῶν διωγμῶν, ἐν ἀσκήσει ἡγίασας, καὶ αἰτεῖσαι δοθῆναι χάριν ἡμῖν, τοῖς τιμῶσί σου τὴν κοίμησιν.

Τῷ πανιέρῳ σου τάφῳ, πόθῳ προστρέχοντα, πλήθη τῶν Ὀρθοδόξων, μὴ κενὰ ἀποστρέψῃς, ἀλλ’ ὥσπερ Ἰουστῖνε σαρκὶ βιῶν, φιλανθρώπως διέκεισο, οὕτω καὶ νῦν τὰ δωρήματα δὸς πιστοῖς, ἐκπληρῶν τοῦτων αἰτήματα.

Δόξα. Ἦχος β΄.

Ὡς χριστοσκεύαστον θυμίαμα ὁ βίος σου, Ὅσιε Πάτερ Ἰουστῖνε ἀναδέδεικται, ἐξ ἀρετῶν πάντων τῶν Ἁγίων συντεθειμένος, τοὺς φιλαγίους ὑπερβαλλόντως κατευωδιάζων καὶ πρὸς ἀγάπην τοῦ Δεσπότου μυστικῶς παρακινῶν. Σὺ δὲ νῦν ἀπολαύων ὡς ἐπόθεις τῆς θεώσεως, πρέσβευε τῷ σαρκωθέντι Θεανθρώπῳ Χριστῷ, ὑπὲρ τῆς ἁγίας Ἐκκλησίας, τῆς ἐπαξίως τιμώσης σε.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου…

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, καὶ ἐκ τοῦ κανόνος ᾠδὴ γ΄ καὶ στ΄.

Ἀπόστολος καὶ Εὐαγγέλιον, τὰ ὁσιακά.

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια.

Χαίροις τῆς Σερβίας γόνος κλεινός Τσέλιγιε ἡ δόξα, Ὀρθοδόξων πάντων χαρά, Πάτερ Ἰουστῖνε, τοῦ Θεανθρώπου Λόγου, μύστα καὶ ὑπηρέτα, χριστοφιλέστατε.

Χαίροις τῶν δογμάτων ὁ ἑρμηνεύς, τῶν θείων Πατέρων, ἰσοστάσιος μιμητής, Παύλου ἄλλον στόμα, καὶ Χρυσοστόμου φίλε, ὦ Πάτερ Ἰουστῖνε, Ἁγίων σύνεδρε.

Ἔχει σοῦ τὸ σκῆνος τὸ ἱερόν, Τσέλιγιε ἡ μάνδρα, βλύζον χάριν πᾶσι πιστοῖς, οὐρανὸς πλουτεῖ δε, τὴν ἄχραντον ψυχήν σου, ὦ Ἰουστῖνε Πάτερ, μακαριώτατε.

Σὺν τῷ θείῳ Σάββᾳ καὶ τοῖς λοιποῖς, Ἁγίοις Σερβίας, Ἰουστῖνε ἵστασαι νῦν, πρὸ θρόνου Δεσπότου, ἀεὶ καθικετεύων, ὑπὲρ λαοῦ καὶ πάντων, τέκνων σου Ὅσιε.

Χαίροις Ἰουστῖνε θαυματουργέ, ἐκ τοῦ Θεανθρώπου, χάριν πλείστην προσειληφώς, ᾯ ἀεὶ μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύων, ἰᾶσθαι ἀσθενείας, ψυχῆς καὶ σώματος.

Στίχοι: Δέξαι, ὦ Πάτερ θεόφρον Ἰουστῖνε,
Οὕς περ ὕμνους ὕφανα εὐγνωμοσύνης.

Πηγή: http://voutsinasilias.blogspot.com/2010/07/14.html
Άβαταρ μέλους
babisgr
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 746
Εγγραφή: Τρί Απρ 21, 2009 6:54 pm
Τοποθεσία: Χαράλαμπος@Θεσσαλονικιός

Re: Ακολουθία Οσίου Ιουστίνου του Νέου Ομολογητού (Πόποβιτς)

Δημοσίευση από babisgr »

Ἐποιήθη έν Ἁγίῳ Ὄρει τοῦ Ἄθωνος ὑπὸ Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου,
Ὑμνογράφου τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, φιλαγίῳ & φιλοπάτορι αἰτήσει τοῦ Σεβασμιωτάτου Μητροπολίτου πρῴην Ἑρζεγοβίνης Κυρίου κ. Ἀθανασίου

Ἐτελειώθη, σὺν Θεῷ ἁγίῳ, ἡ παροῦσα Ἀκολουθία ἐν τῇ Ἱερᾷ Μονῇ Σίμωνος Πέτρας, Ἁγίου Ὄρους Ἄθω, τῇ 4.3.2009· διεῤῥυθμίσθη δὲ τῇ 4.5.2010, κατόπιν τῆς σχετικῆς ἀποφάσεως τῆς Ἱερᾶς Συνόδου τῆς Ὀρθοδόξου Σερβικῆς Ἱεραρχίας, διὰ τὴν ἑορτὴν τῆς 14ης Ἰουνίου.



Στο υπόμνημα του συναξαρίου προστέθηκε μετά την αγιοκατάταξή του και το κάτωθι:
Ἡ δὲ ἁγία καὶ Ἱερὰ Σύνοδος τῆς Ἱεραρχίας τῆς Σερβικῆς Ὀρθοδόξου Ἐκκλησίας, πρωτοστατοῦντος τοῦ ἁγιωτάτου Πατριάρχου Εἰρηναίου, τὴν ἤδη παρὰ πάντων ὁμολογουμένην ἁγιότητα τοῦ ὁσίου Πατρὸς ἐπικυρώσασα, κατέταξεν τοῦτον ἐπισήμως ἐν ταῖς δέλτοις τῶν Ἁγίων, τῆς σχετικῆς τελετῆς γενομένης ἐν τῷ ἐν Βελιγραδίῳ Ἱερῷ ναῷ τοῦ ἁγίου Σάββα, κατὰ τὴν Κυριακὴν τῆς Σαμαρείτιδος, τῇ 2ᾳ Μαΐου 2010, συντρεξάντων πλήθους ἀγαλλομένων καὶ ἐνθουσιώντων πιστῶν. Ἡ δὲ μνήμη αὐτοῦ καθιερώθη ὅπως τελῆται πανηγυρικῶς τῇ 14ῃ Ἰουνίου, λόγῳ τῆς πολλάκις καὶ συνήθως ἐν τῇ νηστείᾳ τῆς Μεγάλης Τεσσαρακοστῆς συμπιπτούσης ἑορτῆς τοῦ θείου Εὐαγγελισμοῦ.
-------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------


Ὅσιε Πάτερ θεοφόρε Ἰουστῖνε χριστοκάρδιε,
ἐκ Θεολόγου ἀπανθίσας τὸ ἐν πᾶσι μυστικόν,
ἐκ Παύλου τὸ φλογερὸν τῆς πρὸς Χριστὸν ἀγάπης,
ἐκ Βασιλείου τῶν λόγων καὶ ἔργων τὸ σαφές,
ἐκ Γρηγορίου τῆς Θεολογίας τὸ εὔχαρι καὶ ποιητικόν,
ἐκ Χρυσοστόμου τὴν ἀκοίμητον μέριμναν τῆς Ἐκκλησίας,
ἐκ Μαξίμου τὴν φιλόσοφον ὁμολογίαν,
ἐκ Δαμασκηνοῦ τῶν δογμάτων τὸ ἀναλυτικόν,
ἐκ Σάββα τὸ φιλόλαον τοῦ ποιμένος,
ἐκ Παλαμᾶ τὸ βάθος τῆς ἐν εὐχαῖς θαβωρείου ἡσυχίας, ἐκ Σεραφεὶμ τὴν ἀδιάλειπτον ἐκζήτησιν τοῦ Παρακλήτου, ἐδείχθης ἐν τοῖς ἐσχάτοις χρόνοις
στύλος καὶ ἑδραίωμα Ὀρθοδοξίας
καὶ τοῦ κατὰ σάρκα εὐσεβοῦς Σερβικοῦ λαοῦ σου, τῶν δὲ κατὰ πνεῦμα ἠγαπημένων τέκνων σου ἀπλανὴς καὶ φιλοστοργότατος πατὴρ καὶ ὁδηγός, οὓς καὶ ἐν σώματι ἐν λόγοις ἐστήριξας
καὶ ἐξ οὐρανοῦ τὰ νῦν ἀοράτως ἐνισχύεις. Πρέσβευε δεόμεθα σὺν τῷ ὁμοψύχῳ σου ἱεράρχῃ Νικολάῳ ὑπὲρ ἡμῶν τῷ Θεανθρώπῳ Χριστῷ,
ὅπως γενώμεθα μιμηταί σου οἱ ἐκ πόθου τιμῶντες τὴν μνήμην σου.
Καθεῖλε δυνάστας ἀπό θρόνων καί ὕψωσε ταπεινούς...
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”