Ικετήριος ακολουθία υπέρ των εν φυλακαίς όντων

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Ικετήριος ακολουθία υπέρ των εν φυλακαίς όντων

Δημοσίευση από efthumhs »

Η ΙΚΕΤΗΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

(Ποίημα Ἀρχιμ. Ἰωὴλ Φραγκάκου, νῦν Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας).

Διάκονος: Εὐλόγησον Δέσποτα.

Ἱερεύς: Εὐλογητὸς ὁ Θεός...

Καὶ τὰ τροπάρια. Ἦχος πλ. δ΄.

Εὐλογητὸς εἶ Χριστὲ ὁ, Θεὸς ἡμῶν, ὁ πανσόφους, τοὺς ἀλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα, τὸ Ἅγιον, καὶ δι’ αὐτῶν, τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα Σοι.

Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.


Χριτὲ πολυεύσπλαγχνε, τῶν θλιβομένων Σωτήρ, τοὺς δούλους σου ἅπαντας, ἐν φυλακῇ τῇ πικρᾷ, ταχὺ ἐλευθέρωσον, σὺ γὰρ φιλανθρωπεύων, ἀδελφὸς ὠνομάσθης, πάντων τῶν κρατουμένων, ἐν εἱρκταῖς ἀφορήτοις, καὶ δώρησαι αὐτοῖς ὡς Θεός, εἰρήνην καὶ δύναμιν.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Παρθένε Πανάμωμε, τῶν ἀλγουμένων χαρά, γλυκὺ παραμύθιον, τῶν ἐν ἀνάγκαις βροτῶν, ὑπάρχουσα πρόσδεξαι, Δέσποινα τὰς αἰτήσεις, τῶν εἰς Σὲ προσφευγόντων, δούλων σου καταδίκων, ἐν δεσμοῖς καὶ παράσχου, λιταῖς σου τὴν ὑγείαν αὐτοῖς, ψυχῆς τε καὶ σώματος.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ΄)

Δόξα. Καὶ νῦν.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Διάκονος: Δύναμις.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Διάκονος: Πρόσχωμεν.

Προκείμενον: Γένοιτο Κύριε τὸ ἔλεός σου ἐφ’ ἡμᾶς.

Στ.: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ...

Διάκονος: Σοφία.

Ἀναγνώστης: Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα, (Κεφ. ιγ, 1-8).

Διάκονος: Πρόσχωμεν.

Ἀναγνώστης:

Ἀδελφοί, ἡ φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλαθάνεσθε, διὰ ταῦτης γὰρ ἔλαθόν τινες ξενίσαντες Ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενος τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν, οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω· ὥστε θαῤῥοῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὦν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ Αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.

Ἱερεύς: Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Ἀλληλούϊα (ἐκ γ΄).

Διάκονος: Σοφία ὀρθοί, ἀκούσωμεν τοῦ Ἁγίου Εὐαγγελίου.

Ἱερεύς: Εἰρήνη πᾶσι.

Καὶ τῷ πνεύματί σου.

Ἱερεύς: Ἐκ τοῦ κατὰ Λουκᾶν Ἁγίου Εὐαγγελίου (Κεφ. ιθ, 1-10).

Πρόσχωμεν.

Τῷ καιρῷ ἐκείνῳ ὁ Ἰησοῦς διήρχετο τὴν Ἱεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἧν ἀρχιτελώνης, καὶ οὗτος ἧν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἧν. Καὶ προσδαμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· Ἰδού, τὰ ἡμίση τῶν ὑπαρχόντων μου Κυριε δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς· Ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου, ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Δόξα σοι, Κύριε δόξα σοι.

Διάκονος: Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν Ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμών... παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἐν φυλακαῖς ὄντων, ἐλέους, ζωῆς, φωτισμοῦ, καὶ σωτηρίας αὐτῶν, καὶ ὑπὲρ τοῦ ἀποκατασταθῆναι αὐτοὺς ἐν τοῖς οἴκοις αὐτῶν, προκόπτοντας ἐν ἔργοις καλοῖς καὶ ἀγαθοῖς, τοῦ Κυρίου δεηθῶμεν.



[Ὑπέρ τῶν ἐν φυλακαῖς πικρῷ θανάτῳ, ἀσθενείαις τε καὶ καχουχίαις τελειωθέντων καὶ ὑπὲρ ἀναπαύσεως ἐν ταῖς σκηναῖς τῶν δικαίων τὰς ψυχὰς αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.]

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ σῇ χάριτι.

Τῆς Παναγίας, Ἀχράντου, Ὑπερευλογημένης, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἐαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ἱερεύς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνες τῶν αἰῶνων.

Ἀμήν.

Ειρήνη πᾶσι.

Καὶ τῷ πνεύματί σου.

Τὰς κεφαλάς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Σοὶ Κύριε.

Ἱερεύς: Κύριε Ἰησοῦ Χριστέ, ὁ διὰ τὴν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων εὐδοκήσας ἐνανθρωπῆσαι, καὶ ἐαυτὸν ἐκδοῦναι ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ὀ συνάψας ἑαυτῷ τοὺς συντετριμμένους τῇ καρδίᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι, ὁ Πλαστουργὸς καὶ Κτίστης Θεός, ὁ φιλήσας ὑπὲρ πάντας τοὺς πεινῶντας καὶ διψῶντας, τοὺς γυμνούς, τοὺς ξένους καὶ τοὺς ἐν φυλακῇ ὄντας, ὁ ἀξιώσας ἀδελφούς σου αὐτοὺς ὑπὸ πάντων ὀνομασθῆναι, ὁ ἐμπιπλῶν χαρίτων ἀῤῥήτων τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, ὁ μηδὲν ἐπταικὼς καὶ διὰ φθόνον καὶ κακίαν ἐπὶ ξύλου τανυσθείς, ὁ ἐλευθερώσας ἡμᾶς ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ τῶν ἀφύκτων τοῦ ᾍδου δεσμῶν τοὺς πεπεδημένους λύσας.

Πρόσδεξαι τὰς ἱκετηρίους ἡμῶν προσευχάς, ἅς προσάγομέν σοι, ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἐν ταῖς φυλακαῖς ὄντων. Φώτισον αὐτοὺς τοῦ εἰδέναι τὸ ἅγιον θέλημά σου, εὑρεῖν τὴν ὁδὸν τὴν ἀληθινήν, καὶ πορεύεσθαι κατὰ τὰς ἐντολάς Σου. Χάρισαι αὐτοῖς ἄνεσιν δεσμῶν ψυχῆς τε καὶ σώματος. Φρούρησον αὐτῶν τὴν διάνοιαν καὶ ἱκάνωσον αὐτοὺς ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου. Δώρησαι αὐτοῖς τὴν ὑγείαν καὶ τῶν σῶν ἀγαθῶν τὴν αὐτάρκειαν. Ἀπάλειψον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν τὰ ἔμπικρα δάκρυα καὶ ἀπὸ τῆς ψυχῆς αὐτῶν ἔξελε τὸ πνεῦμα τοῦ φόβου καὶ τῆς συνοχῆς, καὶ δὸς αὐτοῖς τε καὶ ἡμῖν καιρὸν μετανοίας. Γενοῦ τοῖς τέκνοις, συζύγοις, καὶ τοῖς συγγενέσιν αὐτῶν ὁ ἔτοιμος βοηθός, καὶ τῶν ἀγαθῶν προνοητής.

Σὺ γὰρ εἶ ὁ ἀδελφὸς τὼν ἀβοηθήτων καὶ ὑπερασπιστὴς τῶν ἀδικουμένων, καὶ τῶν ἐν τῇ ἐγκλείστρᾳ τῆς φυλακῆς ἡ ἐλπὶς καὶ παρηγορίας, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Ἀνάρχῳ Πατρί, καὶ τῷ Παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων.

Ἀμήν.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Δόξα. Καὶ νῦν. Κύριε ἐλέησον (γ΄). Πάτερ Ἅγιε εὐλόγησον.

Δόξα Σοι Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα Σοι. Πρεσβείαις τῆς Παναχράντου Αὐτοῦ Μητρός, δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυρού, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων, ἱκεσίαις τοῦ Τιμίου ἐνδόξου καὶ Βαπτιστοῦ ἰωάννου, τῶν Ἁγίων ἐνδόξων Ἀποστόλων Παύλου καὶ Ὀνησίμου, τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωϋσέως τοῦ Αἰθίοπος, τοῦ Ἁγίου Πέτρου τοῦ τελώνου, τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ δεσμοφύλακος, τῶν Ὁσίων Μητέρων ἡμῶν Μαρίας τῆς Αἰγυπτίας, Πελαγίας καὶ Ταϊσίας, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι’εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...

Πηγή (με πρόλογο και κάποιες σκέψεις επι του θέματος απο τον πατερα Γερβάσιο Ραπτόπουλο): http://voutsinasilias.blogspot.com/2010 ... st_08.html
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”