Κανών παρακλητικός & Ακολουθία Οσίου Παχωμίου του Χιοπολίτου

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Κανών παρακλητικός & Ακολουθία Οσίου Παχωμίου του Χιοπολίτου

Δημοσίευση από efthumhs »

Ο Όσιος Παχώμιος (+14 Οκτωβρίου 1905) ήταν πνευματικός πατέρας του Αγίου Νεκταρίου και του Αγίου Άνθιμου του Χιοπολίτου (+1960)

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΟΣΙΟΥ ΠΑΧΩΜΙΟΥ ΤΟΥ ΧΙΟΠΟΛΙΤΟΥ

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον , μεθ᾿ ὅ τὸ Θεὸς Κύριος ὡς συνήθως,

καὶ τὸ ἑξῆς· Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς ἰσαγγέλου ἐραστὴν πολιτείας, καὶ ζηλωτὴν τῶν ἀσκητῶν τῆς ἐρήμου, θεοειδῆ Παχώμιον, τῆς Χίου βλαστὸν ῥόδα ἑξανθήσαντα, ἐν Χριστῷ ἀπαθείας ἐν ἐσχάτοις ἔτεσιν εὐφημήσωμεν πόθῳ ἀναβοῶντες· πρέσβευε Χριστῷ ὑπὲρ προσφύγων θερμῶν σου, Παχώμιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε...

Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς: Παχώμιε, ἀρετὴ συνοικεῖν ἀξίωσόν με. Χ. Μ.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Παχώμιε ὅσιε ἀσκητά, φωστὴρ μονοτρόπων καὶ τῶν πάλαι ἡσυχαστῶν ὁμόζηλε, δεῖξόν μοι τὴν τρίβον, πρὸς ἀρετῆς καὶ σοφίας ἀπόκτησιν.

Ἀκτῖσι λαμπόμενος ἀρετῆς, Παχώμιε μάκαρ, πρὸς σκηνώματα οὐρανῶν, ἀνῆλθες Χριστὸν καθικετεύειν, ἡμῶν σκεδάσαι παθῶν τὴν σκοτόμαιναν.

Χιόνος, Παχώμιε, σὴν στολὴν ψυχῆς λαμπροτέραν καταδείξας ἀσκητικοῖς καμάτοις ἀξίωσον φορέσαι, καὶ σοὺς ἱκέτας στολὴν χιονόχροον.

Θεοτοκίον.
Ὡς Μήτηρ ἁπάντων χριστιανῶν, ἁγνὴ Θεομῆτορ, ἐν ἀγκάλαις σου μητρικαῖς, νεότητα βάσταξον Παρθένε, τὴν εὐμετάβολον καὶ ἐμπερίστατον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Μοναζόντων ἀλεῖπτα, χειραγωγὸς ἄριστος, ὤφθης Νεκταρίου τοῦ θείου πρὸς βίον κρείττονα· διὸ βοῶμεν θερμῶς, και τοῖς ἱκέταις σου δεῖξον, ἀτραπὸν σωτήριον, πάτερ Παχώμιε.

Ἱκετεύομεν μάκαρ, περιφανὲς βλάστημα, τῆς Ἐλάτης καὶ νήσου Χίου ἔμπνουν θησαύρισμα, τῶν γηγενῶν οἱ χοροί, σὲ νῦν Παχώμιε· πέμψον πᾶσι τοῖς τιμῶσί σε χάριν καὶ ἔλεος.

Ἐνδιαίτημα θεῖον καὶ ἱερὸν καύχημα, Σάββα τοῦ ὁσίου τῆς Λαύρας σῶφρον Παχώμιε, λῦσον ἡμῶν συνοχήν, τῶν λυπηρῶν καὶ τὴν ζάλην, κατωδύνων θλίψεων σαῖς παρακλήσεσι.

Θεοτοκίον.
Ἀλγηδόνων με ῥῦσαι, σωματικῶν Δέσποινα, καὶ τῶν ψυχικῶν μου τραυμάτων τάχος θεράπευσον, οὐλὰς φαρμάκῳ τῶν σῶν, ἱκεσιῶν πρὸς τὸν μόνον, ἰατρὸν τῆς κτίσεως, καὶ θεῖον Τόκον Σου.

Ἁγίασον, τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ, καὶ τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.

Ἐπίβλεψον ἐν εὐμενεία...

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Πατέρων τριῶν σπηλαίου Χίου ἐνοικε, φωστὴρ ἀσκητῶν, Παχώμιε τρισόλβιε, τῷ Κυρίῳ πρέσβευε, ἵνα βίου πέλαγος πλεύσωμεν, οἱ σὲ τιμῶντες μάκαρ, ἀσφαλῶς καὶ ὅρμον εἰς θεῖον καταντήσωμεν.

ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Ῥυπτικαῖς σου δεήσεσι, πρὸς παθῶν τὸν πλύναντα κόσμου βόρβορον, τοις Αὐτοῦ τιμίοις αἵμασι, κάθαρον κακίας με Παχώμιε.

Ἐκ βυθοῦ μὲ ἀνάγαγε, θλίψεων Παχώμιε ὁ γευσάμενος, τῆς μανίας τοῦ ἀλάστορος, χοϊκοὺς εἰς βόθυνον τοῦ ῥίπτοντος.

Τῆς εὐχῆς καὶ τῆς νήψεως, σκήνωμα Παχώμιε ἱερώτατε, νήφειν πάντας καταξίωσον τοὺς ἐκδεχομένους τὴν σὴν εὔνοιαν.

Θεοτοκίον.
Ἡ προστάτις καὶ ἔφορος, τῆς Μονῆς τῆς Νέας ἐν Χίῳ δώρησαι, τοῖς οἰκέταις σου ὑγίειαν, τοῖς τοῦ Παχωμίου πόνους μέλπουσι.

ᾨδή ε´. Φώτισον ἡμᾶς.
Στήριζε ἀεί, ἐν τῇ πίστει τοὺς ὑμνοῦντάς σε, εὐσεβείας ὥσπερ στῦλον ἀῤῥαγῆ, καὶ φρονήσεως ὀρθῆς κρηπῖδα ἄσειστον.

Ὕπουλον ἐχθρόν, τὸν σπαράξαι με Παχώμιε, ἐξαιτούμενον εὐχαῖς σου ἱεραῖς, κατασύντριψον καὶ σῶσόν με τὸν δείλαιον.

Νοῦν μου πρὸς Θεόν, Ὅν ἠγάπησας Παχώμιε, ἐκ μυχίων τῆς καρδίας σου, ταχὺ ἀσιγήτοις σου ἀνάτεινον δεήσεσι.

Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετὸν Θεογεννήτρια, μετανοίας ἡ αὐτῆς τὰς ἀτραπούς, Παχωμίῳ ὑποδείξασα τῷ μάκαρι.

ᾨδὴ στ´. Τὴν δέησιν.
Ἰσχύος με, πλῆσον καὶ δυνάμεως οὐρανίου τὸν τιμῶντά σε πόθῳ, ὁ πτερνιστὴν θριαμβεύσας ἀρχαῖον, ἐν ἐρημίαις συντόνοις ἀσκήσεσι, καὶ ἰσαγγέλῳ ἀγωγῇ, ἀσκητὰ θεοφόρε Παχώμιε.

Κυπάρισσε, ἀκακίας νήψεως, καὶ εὐχῆς ὑψιτενές, ὁ ἐν Χίῳ, νουθεσιῶν σου εὐφράνας τοῖς κλώνοις, τῶν εὐσεβῶν καὶ ἀζύγων συστήματα, τῶν σὲ ὑμνούντων τὰς λιτάς, μὴ παρίδῃς, θεόφρον Παχώμιε.

Ὑφάμιλλε, ἀρετῆς Παχώμιε, τῶν ἀρχαίων ἀσκητῶν τῆς ἐρήμου, Ὁσίου Σάββα τῆς Λαύρας οἰκῆτορ, καὶ τῶν Πατέρων δομῆτορ τῆς Σκήτεως, ἐν Χίῳ τῆς πανευκλεοῦς, ἀρετῆς με ἀνάδειξον σκήνωμα.

Θεοτοκίον.
Ἱλέωσαι, σοῖς οἰκέταις Κύριον, τὸν ὑπέρθεον Υἱόν σου, Παρθένε, Νεαμονίτισσα Μῆτερ γλυκεῖα, ἑτοίμη πάντων μερόπων ἀντίληψις,καὶ ἀκαταίσχυντος ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων ἀείποτε.

Ἁγίασον, τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ καὶ τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.

Ἄχραντε...

Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὁσίου Σάββα τῆς Λαύρας ἀνάστημα, καὶ νήσου Χίου περίβλεπτον καύχημα, Παχώμιε μάκαρ ὑμνοῦντές σε, ἁγιαζόμεθα πάντες καὶ φρύαγμα, ἐχθροῦ μισοκάλου συντρίβομεν.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. στ΄, 17-33 ): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ....
Δόξα: Ταῖς τοῦ Σου Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,...

Ἰδιόμελον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον...

Ἔνθεε διδάσκαλε, τοῦ θεαυγοῦς Νεκταρίου, ἀσκητὰ Παχώμιε, ποδηγὲ πρὸς Κύριον ἀπλανέστατε, χοϊκῶν πρόσδεξαι, τὰς ἡμῶν δεήσεις, ὡς θυμίαμα πανεύοσμον καὶ ταύτας ὅσιε, πρὸς τὸν Ζωοδότην προσάγαγε, καὶ Κύριον τοῦ σύμπαντος, Ὅνπερ ἐκ καρδίας ἠγάπησας, ἵνα καθηκόντως, παλαίσματα ὑμνῶμεν σὰ σεπτά, πρὸς ἀρετῆς ὁλοκλήρωσιν, πάνσοφε καὶ θέωσιν.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς κατ᾿ ἐχθίστου, τοὺς ἱκέτας σου δεῖξον, λαμπρὲ Παχώμιε, τοὺς ἐπικαλουμένους τὴν ἱερὰν σοῦ κλῆσιν, καὶ προσφεύγοντας πάντοτε σῇ ταχινῇ ἀρωγῇ, καὶ ἄκρᾳ συμπαθείᾳ.

Ἁγιάζεις ἀπαύστως τοὺς πιστῶς προσκυνοῦντας τὸν θεῖον τάφον σου, καὶ θήκην σῶν λειψάνων, τὴν βρύουσαν ἰάσεις εὐσεβέσι Παχώμιε, ἐν Σκήτη τῇ ἱερᾷ, τοῦ Προβατείου ὅρους.

Ξύλου πάντας ἱκέτας, ἀπολαύσαι ἀλήκτου ζωῆς Παχώμιε, τοὺς σούς, πνευματοφόρε, ἀξίωσον ὁ δήμοις, συγχορεύων ἀείποτε, Ἀγγέλων φωτοειδῶν, ἐν οὐρανίοις δόμοις.

Θεοτοκίον.
Ἰαμάτων χειμάῤῥους, καὶ πηγὴ θαυμασίων Θεογεννήτρια, ἐνίσχυε σοὺς δούλους, ἀνύσαι ἰσαγγέλως βιοτὴν τὴν ἐπίγειον, καὶ τήρει πάντας ἡμᾶς, ἐν ἄκρᾳ ὑγιείᾳ.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Ὡς ὀρθοδόξων, δογμάτων πάμφωτον φάρον, καὶ ταμεῖον ἐλεημοσύνης σὲ ὑμνοῦντες πάτερ, αἰτούμεθα λιτάς σου.

Στύλε ἀγάπης, καὶ συμπαθείας πρὸς πάντας, ἐνδεεῖς ἀγαπᾶν δίδαξόν με, τοὺς μακρὰν καὶ πέλας, ὡς ἐμαυτόν, παμμάκαρ.

Ὁδήγησόν με, πρὸς χρηστοήθειαν πάτερ, ὁ σαφῶς ὑποδείξας χορείαις, τρίβον σωτηρίας, Παχώμιε τῶν Χίων.
Θεοτοκίον.

Νῦν δυσωπῶ σε· Νεαμονίτισσα Μῆτερ, Παχωμίου ὁσίου πρεσβείαις, ῥῦσαί με μανίας, ἐχθροῦ τοῦ παλαμναίου.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ οὐρανόθεν, δυσωπῶν τὸν Κτίστην, ὑπὲρ τῶν σὲ ἀνυμνούντων Παχώμιε, καὶ προσκυνούντων ἐν πίστει σὰ θεῖα λείψανα.

Εἰρήνευσον τὸν βίον, τῶν μακαριζόντων, σὲ ὥσπερ θείας εἰρήνης τὸν πρόξενον, καὶ τῆς ὀργῆς ὀλετῆρα ἡμῶν, Παχώμιε.

Χαρίτωσον τοὺς πόθῳ, σὲ ἀνευφημοῦντας, καὶ ἐκζητοῦντας σὴν θείαν ἀντίληψιν, ἀζύγων κλέος τῆς Χίου σεπτόν Παχώμιε.

Θεοτοκίον.
Μετὰ τοῦ Παχωμίου, νεαυγοῦς φωστῆρος, τῆς νήσου Χίου ἁγνὴ Ἀειπάρθενε, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν ἑκάστοτε.

Ἄξιον ἐστι... καὶ τὰ παρόντα Μεγαλυνάρια.

Χαίροις τῆς Ἐλάτης σεπτὸς βλαστός, χαίροις νήσου Χίου ἐγκαλλώπισμα ἱερόν, χαίροις Προβατείου, τοῦ Ὅρους ὁ οἰκήτωρ,Παχώμιε τρισμάκαρ, χάριτος σκήνωμα.

Τῆς χρηστοηθείας ὑφηγητήν, καὶ τῆς εὐσεβείας τὸν διδάσκαλον εὐλαβῶς, μέλψωμεν ἐκθύμως, Παχώμιον τὸν θεῖον, ὡς ἀσκητῶν ὁσίων Χίου θησαύρισμα.

Ἐλεημοσύνης τὸν ἐραστήν, ὀρθοδόξου ἤθους τὸν κοσμήτορα καὶ σεπτῶν, ἀσκητῶν πυξίον, Παχώμιον τὸν νέον, εὐτάκτοις μελῳδίαις ἐγκωμιάσωμεν.

Λαύρας θείου Σαββα τὸν οἰκιστήν, Σκήτεως Πατέρων νήσου Χίου τῆς εὐκλεοῦς, καὶ τοῦ Παρθενῶνος, ἁγίου Κωνσταντίνου, τιμήσωμεν τὸν κτίστην ὕμνοις, Παχώμιον.

Νεκταρίου θείου καθηγητήν, καὶ τῶν μονοτρόπων ἀπλανέστατον ὁδηγόν, στέψωμεν τοῖς ἴοις, ᾀσμάτων μελιῤῥύτων, Παχώμιον τὸν πάνυ καὶ πνευματέμφορον.

Εὐσεβείας ἄστρον νεολαμπές, μετανοίας βάθρον ἀδιάσειστον καὶ τερπνόν, νήψεως στρουθίον, Παχώμιον τὸ νέον, ὁσίων Χίου κλέος, ἐγκωμιάσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων...

Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσας ὡς ἄσαρκος ἐν τοῖς ἐσχάτοις καιροῖς, τὴν Χίον ἡγίασας ἱδρώτων ἀσκητικῶν, Παχώμιε, ῥείθροις σου· βίῳ γὰρ ἐναρέτῳ θεωθεὶς ἐποπτεύεις, ἄνωθεν ὑμνηπόλων εὐλαβῶν σοῦ χορείας, καὶ ἅπασι βραβεύεις ἰσχύν, ῥῶσιν καὶ δύναμιν.

Ἐκτενὴς καὶ Ἀπολνσις, μεθ᾿ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β´. Ὅτε ἐκ τοῦ Ξύλου.
Σκήτεως δομῆτορ ἱερὲ τῶν τριῶν ἐν Χίῳ Πατέρων, καὶ Παρθενῶνος σεπτοῦ, Κωνσταντίνου μάκαρος, κλεινὲ Παχώμιε, παῤῥησίαν πρὸς Κύριον, ὡς ἔχων μεγίστην, οἰάπερ διδάσκαλος πιστῶν θειότατος, πρέσβευε Χριστῷ τῷ Σωτῆρι, ῥύεσθαι κινδύνων ἀνάγκης, καὶ ἁπάσης θλίψεως σοὺς πρόσφυγας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ,φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.

Για τους Χαιτερισμούς στον Όσιο (και την Παρακληση) εδώ: http://voutsinasilias.blogspot.com/2009/10/14_11.html

Για την ακολουθία (με ωραιότατη εικόνα του Οσίου) εδώ: http://voutsinasilias.blogspot.com/2009/10/14_10.html
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”