Παρακλητικός κανόνας Παναγίας Γοργοϋπηκόου

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Παρακλητικός κανόνας Παναγίας Γοργοϋπηκόου

Δημοσίευση από efthumhs »

ΣΤΙΣ 1 ΟΚΤΩΒΡΙΟΥ ΕΟΡΤΑΖΕΙ Η ΠΑΝΑΓΙΑ Η ΓΟΡΓΟΫΠΗΚΟΟΣ ΤΗΣ ΜΟΝΗΣ ΔΟΧΕΙΑΡΙΟΥ

(Παρακάτω είναι μια απο τις δυο ακολουθίες του παρακλητικού κανόνα της Παναγίας Γοργοϋπηκόου που έγραψε ο Άγιος Νικόδημος ο Αγιορείτης)

ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΫΠΗΚΟΟΥ ΠΑΡΑΚΛΗΣΙΣ.

Εὐλογήσαντος τοῦ ἱερεώς, λέγομεν τὸ Κύριε εἰσάκουσον. Εἶτα τὸ Θεὸς Κύριος

καὶ τὰ Προσόμοια. Ἦχος δ΄.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν...
Δόξα.
Τῆς Θεοτόκου τῇ εἰκόνι προσδράμωμεν, οἰ ἐν κινδύνῳ καὶ αὐτῇ νῦν προσπέσωμεν, ἀπὸ βαθέων κράζοντες καὶ πόνου ψυχῆς· Τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως Κόρη, ὡς Γοργοϋπήκοος φερωνύμως κληθεῖσα, σὺ γὰρ ὑπάρχεις πρόμαχος ἡμῶν, καὶ ἐν ἀνάγκαις, ἑτοίμη βοήθεια.
Καὶ νῦν.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε...

Ὁ Ν΄ ψαλμός· καὶ ὁ Κανών.

Ωδὴ α΄. Ἦχος δ΄. Ὑγρὰν διοδεύσας.
Παντοίας ἐκ βλάβης καὶ συμφορῶν, Πανύμνητε Κόρη, σαῖς πρεσβείαις ἀντιβολῶ, ὦ Γοργοϋπήκοε σοὺς δούλους, ἐκλυτρωθῆναι πιστῶς προσιόντας σοι.
Μαρία Παρθένε Μῆτερ Θεοῦ, τοὺς σοὺς δούλους ῥῦσαι, πολυτρόπων ἐκ πειρασμῶν, γοργὸς γὰρ ὑπήκοος ἐκλήθης, τοῖς μετὰ πόθου ναῷ σῷ προστρέχουσι.
Ποικίλα μὲ πάθη κατακρατεῖ, δεινῶς ὁ ἀλάστωρ, δι’ αὐτῶν μὲ ἀποσοβῶν, τῆς δόξης Κυρίου ὦ Παρθένε, ἀλλ’ ἐξ αὐτῶν ἐλευθέρωσον δέομαι.
Παγίδας ἡτοίμασεν ὁ δεινός, ποσί μου Παρθένε, καὶ ἐνέδρας ὁ δυσμενής, γοργὸς δὲ ὑπήκοος γενοῦ μοι, καὶ ἐξ αὐτῶν σῇ ἰσχύϊ ἐξάρπασον.

Ωδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἀσθενείαις ποικίλαις, περιπεσὼν Ἄχραντε, σαῖς πρὸς τὸν Υἱόν σου πρεσβείαις, Γοργοϋπήκοε, ὡς ταχινὸς ἰατρός, ἐκ τούτων πάντων με ῥῦσαι, καὶ ὑγείαν δώρησαι ψυχῆς καὶ σωμάτος.
Εὐσπλαγχνίας πηγήν σε, παναληθῶς ἔγνωμεν, ὦ Γοργοϋπήκοε Κόρη, ταχὺ ἐπάκουσον, τῶν δεομένων ἡμῶν, καὶ ῥῦσαι πάντας κινδύνων, τοῦ δεινοῦ ἀλάστορος καὶ περιστάσεων.
Τῶν τοῦ βίου σκανδάλων, καὶ τῶν δεινῶν ἅπαντας, ὦ Γοργοϋπήκοε Κόρη, τάχος ἀπάλλαξον, ὡς Μήτηρ ἄφθορος γάρ, τοῦ φιλανθρώπου Δεσπότου, ὅπως σοῦ δοξάζωμεν τὸ θεῖον ὄνομα.
Παναγία Παρθένε, ἡ τοὺς πιστοὺς σκέπουσα, τέκνα σου ὑπάρχομεν πάντες, ὦ Μῆτερ εὔσπλαγχνε, ὑπὸ τὴν σκέπην τὴν σήν, φύλαξον Ἄχραντε Κόρη, καὶ ὑγείαν δώρησαι ψυχῆς καὶ σώματος.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Παναγία, ὅτι πάντες οἱ ἐν δεινοῖς ὦ Γοργοϋπήκοε, θερμῶς ἱκετεύομεν ῥῦσαι τάχος.
Ἐπίβλεψον...

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαις ταῖς σαῖς ἀπαύστοις πρὸς τὸν Κύριον, παντοίων δεινῶν κινδύνων τε καὶ θλίψεων, δούλους σου ἀπάλλαξον Θεοτόκε Γοργοϋπήκοε, καὶ τῶν παγίδων ῥῦσαι τοῦ ἐχθροῦ, τηροῦσα τὴν ποίμνην σου ἀπήμαντον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν νοσούντων ἀκέστορα, ὁ Χριστὸς ἁπάντων Γοργοϋπήκοε, ἔδειξέ σε ὡς Μητέρα του, τοῦ ἰᾶσθαι πάντων τὰ νοσήματα.
Ἀσθενοῦντά με ἴασαι, ἐν κινδύνοις ὄντα Γοργοϋπήκοε, σαῖς πρεσβείαις ἐλευθέρωσον, καὶ φρικτῆς κολάσεως ἐξάρπασον.
Σαῖς πρεσβείαις τὴν ποίμνην σου, τῶν βελῶν ἐχθίστων Γοργοϋπήκοε, εὐπροσδέκτοις πρὸς τὸν Κύριον, διατήρει ἄτρωτον Θεόνυμφε.
Ἱλασμόν σε ἐπέγνωμεν, καὶ πρεσβείαν ἄμαχον πρὸς τὸν Κύριον, Μαριὰμ Γοργοϋπήκοε, καὶ ἡμῶν σῶν δούλων ἀντιλήπτορα.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Πρόφθασον ταχύ, καὶ βοήθησον τοῖς δούλοις σου, τοῖς ἐκζητοῦσι δεήσεσι θερμαῖς, Γοργοϋπήκοε τὴν σὴν θερμὴν ἀντίληψιν.
Ῥῦσαι ἀγαθή, τοὺς σοὺς δούλους πάσης θλίψεως, νόσου καὶ λογισμῶν τῶν φθοροποιῶν καὶ πανολβίου εὐφροσύνης καταξίωσον.
Δεῖξον ἀγαθή, τὴν σὴν κλῆσιν ἀληθεύουσαν, γοργῶς πληροῦσα τὰς αἰτήσεις ἡμῶν, τῶν ἀδιστάκτου ἐκ καρδίας προσιόντων σοι.
Λύπης με δεινῆς, καὶ παθῶν παρενοχλούντων με, Γοργοϋπήκοε ἀπάλλαξον νῦν, καὶ ἀπαθείας τὴν λαμπρὰν στολήν με ἔνδυσον.

Ωδὴ στ΄. Τὴν δέησιν ἐκχεώ.
Κακώσεως, καὶ φθορὰς ἀπάλλαξον, τοὺς τῷ σῷ μετ’ εὐλαβείας τεμένει, ἐπιφοιτᾶν, ἀγαπῶντας Παρθένε, Γοργοϋπήκοε Μῆτερ Πανάμωμε, καὶ πάσης ἄλλης ἐκ δεινῆς, λοιμικῆς ἀσθενείας καὶ θλίψεως.
Ἐχθίστων, ἐκ τῶν διττῶν ἐξάρπασον, νοητῶν καὶ αἰσθητῶν τοὺς σοὺς δούλους, Γοργοϋπήκοε, Ἄνασσα πάντας, τοὺς τῷ ναῶ σου τῷ θείῳ προστρέχοντας, καὶ δώρησαι διττὴν αὐτοῖς, τὴν ὐγείαν ψυχῆς τε καὶ σώματος.
Ἐλπίδα, μετὰ Θεὸν οὐ κέκτημαι, παρεκτὸς τῆς σῆς πρεσβείας Παρθένε, ὁ ἐν δειναῖς ἀσθενείαις διάγων, Γοργοϋπήκοε Κόρη ἀπείρανδρε, ἀλλ’ οἴκτειρον ὡς ἀγαθή, καὶ τῆς κλίνης ἀνάστησον δέομαι.
Προστάτιν σε, τῶν ἀνθρώπων δέδωκε, ὁ Χριστὸς Γοργοϋπήκοε πάντων, καὶ ἀσφαλές, περιφρούρησον Κόρη, περιτειχίζον τοὺς δούλους σου Πάναγνε, παντοίων ἐκ τοῦ πονηροῦ, πειρασμῶν ἀνηκέστων καὶ θλίψεων.
Διάσωσον...
Ἄχραντε...

Κοντάκιον. Ἦχος β ΄. Προστασία τῶν Χριστιανῶν.
Θλιβομένων καὶ τῶν ἀσθενῶν ἀρωγώτατον, ὁ Χριστὸς ἰατρόν σε πιστῶν ἐδωρήσατο, ἰατρεύειν τὰς νόσους τῶν φοιτώντων εὐλαβῶς, σῷ τεμένει ὦ Γοργοϋπήκοε Παντάνασσα, λιταῖς γοῦν ταῖς σαῖς περισώζουσα, πρόφθασον ἐν ἀνάγκαις, βοήθησον ἐν κινδύνοις, καὶ τῶν ἐχθρῶν τὰς μηχανάς, καὶ βουλεύματα διάλυσον.

Προκείμενον: Μνησθήσομαι...
Στ.: Ἄκουσον θύγατερ...

Εὐαγγέλιον, ἐκ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστάσα Μαριάμ...
Δόξα: Πάτερ, Λόγε, Πνεύμα...
Καὶ νῦν: Γοργοϋπήκοου ταῖς θείαις ἱκεσίαις...

Προσόμοιον. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πάντων τὰ αἰτήματα, Γοργοϋπήκοε Κόρη, πλήρωσον τῶν δούλων σου, τῶν εἰς σὲ ἐκ πίστεως, προσιόντων σοι, καὶ τὴν σὴν Ἄχραντε, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν, ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὀμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον, ἵνα σὲ ὑμνῶμεν, δοξάζοντες Χριστὸν τὸν Σὸν Υἱόν, ὅν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μὴ ἀπώσῃ Παρθένε, τὰς δεήσεις τῶν σῶν δούλων τῶν πεποιθότων εἰς σέ, ἀλλ’ οἴκτειρον καὶ σῶσον, γοργῶς ἐκ πάσης βλάβης, ὑπακούουσα δέησιν, τῶν ἀνυμνούντων Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.
Τῶν ἐχθρῶν τὰς ἐνέδρας, ἡπλωμένας δολίως σῶν οἰκετῶν τοῖς ποσί, δεόμεθα Παρθένε, ἀνάδειξον ἀπράκτους καὶ γοργῶς αὐτοὺς τήρησον, ὑπὸ τὴν σκέπην τὴν σήν, ὑμνοῦντάς σου τὴν χάριν.
Ἡῶν αἱ ἁμαρτίαι, ἐπληθύνθησαν σφόδρα, καὶ ἐξ αὐτῶν ἀγαθή, ποικίλαις ἀσθενείαις πεσόντες ἐκβοῶμεν, κατοικτείρησον ἅπαντας, Γοργοϋπήκοε Κόρη, σώζουσα σοὺς δούλους.
Θαυμάτων παραδόξων, σῷ τεμένει ἐμπλήσω τοῖς προσιοῦσι πιστῶς, αὐτῷ τὰς ἀσθενείας, κουφίζουσα Παρθένε, καὶ τὴν ῥῶσιν χαρίζουσα, καὶ αἰωνίου δόξης αὐτοὺς καταξιοῦσα.


ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Γοργοϋπήκοε, Θεοτόκε σοὺς δούλους, μὴ ἐλλίπῃς φρουροῦσα ἐκ πάσης, φθορᾶς καὶ κινδύνων, ψυχῶν τε καὶ σωμάτων.
Τῶν ἀσθενούντων, ὁ σὸς ναὸς ἰατρεῖον, ἀνεδείχθη Παρθένε καὶ λύτρον, πάσης ἀσθενείας, σοὺς δούλους ἀπαλλάττον.
Ἐν σοὶ Παρθένε, Γοργοϋπήκοε πάντες, ἐγκαυχόμεθα οἱ σοὶ οἰκέταις, καὶ ἐν σοὶ θαῤῥοῦμεν, σωθῆναι πάσης βλάβης.
Μὴ οὖν παρίδης, σῶν οἰκετῶν τὰς δεήσεις, τῶν πρὸς σὲ ἐκβοώντων ἀπαύστως, ῥῦσαι Παναγία, σοὺς δούλους πάσης βλάβης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κατάβρωμα δαιμόνων, πάντες γεγονότες, ὡς παραβάται Θεοῦ ἐνταλμάτων Ἁγνή, ἐν σοὶ θαῤῥοῦμεν σωθῆναι Γοργοϋπήκοε.
Γοργὸς γενοῦ Παρθένε, ῥύστις τοῖς σοῖς δούλοις, ἐξ ἀσθενείας παντοίας καὶ λύμης δεινῆς, καὶ ἐκ φθορᾶς καὶ κακώσεως ἀπαλάττουσα.
Παρθένε Θεοτόκε, Μῆτερ χριστωνύμων, μὴ διαλίπῃς φρουροῦσα σοὺς δούλους Ἁγνή, ἐκ πάσης βλάβης καὶ νόσων Γοργοϋπήκοε.
Εὐπρέπειαν σου οἴκου, τοὺς ἠγαπηκότας, ἐκ πειρασμῶν διατήρει καὶ δεῖξον Ἁγνή, τοῦ Παραδείσου ἀξίους Γοργοϋπήκοε.

Ἄξιον ἐστιν, καὶ τὰ μεγαλυνάρια.
Τὴν Γοργοϋπήκοον οἱ πιστοί, δεῦτε συνελθόντες, εὐφημήσωμεν εὐσεβῶς, ὡς ῥῦστιν παντοίων, ποικίλων νοσημάτων, καὶ πάσης ἐπηρείας τοῦ πολεμήτορος.
Πάντες οἱ καμόντες νόσον διττήν, σώματος ψυχῆς τε, τῷ τεμένει Μητρὸς Θεοῦ, προσδράμωμεν πόθῳ, τοῖς ῥῶσιν ἀμφοτέρων, βοῶντες δὸς τοῖς πᾶσι Γοργοϋπήκοε.
Πάντας τοὺς σοὺς δούλους τῷ σῷ ναῷ, λύτρωσαι Παρθένε, ἐκ παντοίων ἐπηρειῶν, ἐμμένοντας πόθῳ, καὶ χάριν ἐκζητοῦντας, τὴν σὴν Παρθενομῆτορ Γοργοϋπήκοε.
Δεῖξον τὴν σὴν χάριν Μῆτερ Θεοῦ, πᾶσι τοῖς φοιτῶσι, σῷ τεμένει πανευλαβῶς, παντοίας ἀνάγκης, αὐτοὺς ἐλευθεροῦσα, καὶ ῥῶσιν πᾶσι δίδου, Γοργοϋπήκοε.
Δέξαι τὰς δεήσεις σῶν οἰκετῶν, τῶν πρὸς σὲ βοῶντων, ἐν κλαυθμῷ τε καὶ στεναγμοῖς, καὶ ῥῦσαι παντοίας, ἐκ βλάβης τῆς κατ’ ἄμφω, ψυχῶν τε καὶ σωμάτων Γοργοϋπήκοε.
Πάσης ἐπηρείας τῶν δυσμενῶν, λύτρωσαι Παρθένε, τοὺς προσφεύγοντας σῷ ναῶ, καὶ πάσης τε ἐκ βλάβης, ψυχῶν τε καὶ σωμάτων, καὶ θείας βασιλείας αὐτοὺς ἀξίωσον.
Δέχου τὰς δεήσεις ἡμῶν γοργῶς, ὦ Παρθενομῆτορ, παντευλόγητε Μαριάμ, οὕτω γὰρ κληθεῖσα, ἀφ’ἑαυτῆς Παρθένε, φιλάγαθος ὡς οὖσα Γοργοϋπήκοος.
Φερωνύμως Κόρη βραβεύεις νῦν, αἰτήματα ὅθεν, δυσωποῦμεν τὴν εὐαγῆ, Μονήν σου συντήρει, τήν δε Δοχειαρίου, σὲ ὕμνοις προσκυνοῦσαν Γοργοϋπήκοε.
Πᾶσαι τῶν Ἀγγέλων...

Τρισάγιον. Ἀπολυτίκιον.

ΗΧΟΣ Α΄ ΤΗΣ ΕΡΗΜΟΥ ΠΟΛΙΤΗΣ

ΩΣ ΘΕΟΒΡΥΤΟΝ ΚΡΗΝΗΝ ΤΩΝ ΑΥΛΩΝ ΧΑΡΙΤΩΝ ΣΟΥ, ΤΗΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΣΟΥ ΕΙΚΟΝΑ, ΘΕΟΤΟΚΕ ΠΛΟΥΤΗΣΑΝΤΕΣ, ΕΚ ΤΑΥΤΗΣ ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΤΑΣ ΡΟΑΣ, ΑΝΤΛΟΥΜΕΝ ΔΑΨΙΛΩΣ ΩΣ ΕΞ ΕΔΕΜ. ΣΥ ΓΑΡ
ΓΟΡΓΟΫΠΗΚΟΣ ΒΟΗΘΟΣ , ΠΕΛΕΙΣ ΤΩΝ ΕΚΒΟΩΝΤΩΝ ΣΟΙ. ΔΟΞΑ ΤΟΙΣ ΣΟΙΣ ΧΑΡΙΣΜΑΣΙΝ ΑΓΝΗ, ΔΟΞΑ ΤΗ ΠΑΡΘΕΝΙΑ ΣΟΥ, ΔΟΞΑ ΤΗ ΠΡΟΣ ΗΜΑΣ ΣΟΥ ΑΝΕΚΦΡΑΣΤΩ ΠΡΟΝΟΙΑ ΑΧΡΑΝΤΕ.

Καὶ ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν·


Πάντας τοὺς τὴν θείαν καὶ σεπτῆν, σοῦ ἀσπαζομένους εἰκόνα, Γοργοϋπήκοε σύ, νόσων ἐλευθέρωσον ψυχῆς καὶ σώματος· ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ λοιμοῦ Κόρη, ἀκρίδος χαλάζης τε καὶ πάσης μάστιγος, ἵνα ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι πάντες, σοῦ τὸ θεῖον ὄνομα δοξάζομεν.
Δέσποινα πρόσδεξαι..
Τὴν πάσαν ἐλπίδα μου...

Πηγή: http://voutsinasilias.blogspot.com/2009/09/1.html
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”