Παράκλησις Αγίου Ιωάννου νεομάρτυρος Αγρινίου (23/09/1814)

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Παράκλησις Αγίου Ιωάννου νεομάρτυρος Αγρινίου (23/09/1814)

Δημοσίευση από efthumhs »

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΒΡΑΧΩΡΙΟΥ (ΑΓΡΙΝΙΟΥ, +23 ΣΕΠΤΕΜΒΡΙΟΥ 1814)

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος,

καὶ τὰ ἐξῆς. Ἦχος δ΄. Ὁ ὐψωθείς.
Ὡς Νεομάρτυς ἀληθὴς τοῦ Σωτῆρος, καὶ κοινωνὸς τῆς ὑπὲρ νοῦν εὐφροσύνης, ὑπὲρ ἡμῶν ἱκέτευε ἐκάστοτε, πάσης ἡμᾶς ῥύεσθαι, προσβολῆς καὶ ἀνάγκης, και παντοίων θλίψεων, Ἰωάννη θεόφρον, καὶ τῶν πταισμάτων ἄφεσιν λαβεῖν, τοὺς τῇ σεπτῇ σου, πρεσβείᾳ προστρέχοντας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε...

Ὁ Ν΄ ψαλμός, καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Χάριν πιστοῖς Ἰωάννη αἴτει. Γερασίμου.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Χαρὰν ἡμῖν αἴτει τὴν ἀληθῆ, καὶ λύσιν πταισμάτων, καὶ τῆς λύπης ἀπαλλαγήν, τοῖς πίστει παμμάκαρ Ἰωάννη, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου σπεύδουσιν.

Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, πάσης ἀνομίας καὶ κινδύνων παντοδαπῶν, ἀπήμονας τήρει Νεομάρτυς, τοὺς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχοντας.

Ῥαντίσματι Μάρτυς τῶν ἱερῶν, αἱμάτων σβέσον, παθημάτων πυρκαϊάν, ἡμῶν Ἰωάννη Ἀθλοφόρε, τὸν Ζωοδότην ἡμῖν ἱλεούμενος.

Θεοτοκίον.
Ἱλύος με λύτρωσαι τῶν παθῶν, ἡ τῆς ἀπαθεῖας ἡμῖν τέξασα τὴν πηγήν, καὶ κάθαρον Κόρη τὴν ψυχήν μου, τῶν οἰκτιρμῶν τοῦ Υἱοῦ σου τοῖς νάμασι.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νέος ὤφθης ὀπλίτης, πλάνης λιπὼν σύνδεσμον, τοῦ Παμβασιλέως τῆς δόξης, ἀθλήσας ἄριστα, ὅθεν με σύνδησον, τούτου τῇ θείᾳ ἀγάπῃ, Ἰωάννη ἔνδοξε, ταῖς ἱκεσίαις σου.

Πλήρης ὤν Ἰωάννη, τῆς θεϊκῆς χάριτος, οἷα Νεομάρτυς Κυρίου, πλήρωσον δέομαι, φωτὸς τοῦ κρείττονος, τὴν σκοτισθεῖσαν ψυχήν μου, καὶ πόῤῥω ἀπέλασον, σκότους τὸν ἄρχοντα.

Ἱλασμὸν τῶν πταισμάτων, καὶ τῶν παθῶν ἴασιν, αἴτει Ἰωάννη τρισμάκαρ, τοῖς καταφεύγουσι, τῇ ἀντιλήψει σου, καὶ τὸν Σωτῆρα δυσώπει, τῆς μελλούσης κρίσεως, ἠμᾶς λυτρώσασθαι.

Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως, ὁ τοῦ παντὸς αἴτιος, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων Θεοχαρίτωτε, πύλην σε ἔδειξε, πρὸς ἀσφαλῆ σωτηρίαν, ἄγουσαν Πανάμωμε τοὺς σὲ δοξάζοντας.

Διάσωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἰωάννη, τοὺς τῆ σκέπῃ τῶν πρεσβειῶν σου προστρέχοντας, δυσχερῶν τῶν ἐν βίῳ καὶ πάσης βλάβης.

Ἐπίβλεψον ἐν εὐμενείᾳ...

Κάθισμα, Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστῷ τῷ Θεῷ, ὦ Ἰωάννη πρέσβευε, διδόναι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, καὶ παθῶν ἐκλύτρωσιν, καὶ εἰρήνης ἀτρέπτου τὰς χάριτας, καὶ τῆς μελλούσης ζωῆς μετασχεῖν, τοὺς μέλποντας Μάρτυς τὴν σὴν ἄθλησιν.

Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοῦ ἐχθροῦ τὰ βουλεύματα, τὰ μανιωδῶς ἀεὶ τεκταινόμενα, καθ’ ἡμῶν Μάρτυς κατάργησον, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.

Οἱ τῇν θείᾶ Εἰκόνι σου, πίστει προσιόντες χάριν λαμβάνουσιν, Ἰωάννη μεγαλύνοντες, τὸν σὲ ἐν τοῖς ἄθλοις ἐνισχύσαντα.

Ἵνα θείας χρηστότητος, θείων διαδόσεως μετασχοίημεν, Ἰωάννη καθικέτευε, τοῦ ἐλέους ἄβυσσον τὸν Κύριον.
Θεοτοκίον.
Σωτηρίας ἀξίωσον, τοὺς τῇ σῇ προστρέχοντας ἀγαθότητι, Θεοτόκε Ἀειπάρθενε, ἡ Χριστὸν τεκοῦσα κόσμον σῴζοντα.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵθυνον ἡμῶν, τὴν ζωὴν ταῖς ἱκεσίαις σου, πρὸς λιμένα ἐντολῶν τῶν τοῦ Χριστοῦ, Ἰωάννη ταραχώδους ἐκ συγχύσεως.

Ὡς θεῖον βλαστόν, μακαρίζει σε ἡ Κόνιτσα, ἥν θερμαῖς σου μεσιτείαις πρὸς Χριστόν, Ἰωάννη πάσης θλίψεως ἀπάλλαττε.

Ἄνωθεν ἀεί, Βραχωρίου πόλει πάρεχε, εὐλογίαν καὶ εἰρήνην εὐσταθῇ, Ἰωάννη ἥν ἡγίασας τοῖς ἄθλοις σου.
Θεοτοκίον.

Νόμῳ τοῦ Θεοῦ, τῆς σαρκός μου καθυπόταξον, τὰς κινήσεις Θεοτόκε δυσωπῶ, καὶ εἰρήνευσον ψυχῆς μου τὴν κατάστασιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεκρώσας, τὸν εὑρετὴν τῆς κακίας, προσελθὼν ἀπὸ ψυχῆς τῷ Σωτῆρι, καὶ ὑπὲρ τούτου ἀθλήσας ἀνδρείως, τὴν νεκρωθεῖσαν ψυχήν μου τοῖς πάθεσι, πρὸς μετανοίας τὰς ὁδούς, Ἰωάννη ἐξέγειρον δέομαι.

Ἡ πόλις, τοῦ Βραχωρίου τιμᾷ σε, ὡς προστάτην καὶ ἀγλάϊσμα θεῖον, πλέον δὲ ταύτης ἡ Κόνιτσα χαίρει, ἡ σὴ πατρὶς Ἰωάννη μακάριε, αἷς εὐλογίαν ἐκ Θεοῦ, καὶ εἰρήνην ἐξαίτει καὶ ἔλεος.

Αἱμάτων, τοῖς σταλαγμοῖς κατασβέσας, Ἰωάννη τῆς κακίας τὴν φλόγα, τὸν τῆς ψυχῆς μου πυρσὸν ἀμελείᾳ, ἤδη σβεσθέντα ὑπάναψον δέομαι, ἔργων ἀγίων τῶ φωτί, ἵνα σκότους ῥυσθῶ παραβάσεων.

Θεοτοκίον.
Ἰάτρευσον, τῆς ψυχῆς μου τὸ ἄλγος, καὶ τὴν κάκωσιν τοῦ σώματος Κόρη, ἡ τὸν Σωτῆρα τοῦ κόσμου τεκοῦσα, τὸν τὴν ἀρχαίαν πληγὴν ἰασάμενον, καὶ δίδου μοι εὐθυπορεῖν, πρὸς ὁδοὺς τὰς εὐθείας καὶ σῶσόν με.

Διάσωσον, ταῖς πρὸς Θεόν...

Ἄχραντε...

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Μαρτυρικῇ παῤῥησίᾳ πρὸς Κύριον, ὡς Νεομάρτυς Χριστοῦ ἀξιάγαστος, κινδύνων παντοίων καὶ θλίψεων, καὶ ὀδυνῶν ἀνωτέρους διάσῳζε, τοὺς σὲ Ἰωάννη γεραίροντας.

Προκείμενον: Δίκαιος ὠς φοίνιξ ἀνθήσει...
Στ.: Θαυμαστὸς ὁ Θεός...

Εύαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἐαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Στ.: Ἐλεῆμον, ἐλέησόν με...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πλάνην τὴν σκοτόμαιναν, καταλιπὼν θείῳ πόθῳ, ἀνδρικῶς ἐνήθλησας, ὑπὲρ τοῦ Παντάνακτος θερμῷ ἔρωτι, καὶ ζωῆς κρείττονος, κατηξιώμενος, Νεομάρτυς ἀξιάγαστε, ἀπαύστως πρέσβευε, πάσης συμφορᾶς καὶ κακώσεως, καὶ πάσης περιστάσεως, καὶ ἐπιβουλῆς τοῦ ἀλάστορος, ἀτρώτους τηρεῖσθαι, τοὺς μέλποντας τὴν ἄθλησιν τὴν σήν, δι’ ἧς Χριστὸν ἐμεγάλυνας, τὸν σὲ θαυμαστώσαντα.

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τω τῆς νίκης στεφάνῳ, ὡς νικήσας τὸν ὄφιν Μάρτυς τετίμησαι. Διὸ κἀμὲ νικῆσαι, τὴν πλάνην τοῦ Βελίαρ, Ἰωάννη ἐνίσχυσον, καὶ ἐναρέτως Χριστῷ λατρεῦσαι μέχρι τέλους.

Ἐντολῶν τοῦ Σωτῆρος, γεωργεῖν Ἰωάννη χάριν τὴν ἄφθονον, ἀμέμπτῳ πολιτείᾳ, ἐνίσχυσον λιταῖς σου, τοὺς ἐν πίστει προσπίπτοντας, τῇ θήκῃ τῇ ἱερᾷ, τῶν θείων σου λειψάνων.

Ἴδε Μάρτυς ὑψόθεν, τοὺς τῇ θείᾳ Εἰκόνι καὶ τοῖς λειψάνοις σου, προσπίπτοντας και πλήρου, αὐτῶν ἐν συμπαθείᾳ, τὰς αἰτήσεις μακάριε, ὡς παῤῤησίαν πολλήν, πρὸς τὸν Σωτῆρα ἔχων.

Θεοτοκίον.
Γνοὺς τὸν δόλον τοῦ πλάνου, ἐξ αὐτοῦ Θεοτόκε οὐκ ἀπεπήδησα, ἀλλ’ ἄφρονι καρδίᾳ, αὐτῷ κατεδουλώθην, σὺ οὖν Κόρη μὲ λύτρωσαι, τῆς τυραννίδος αὐτοῦ, τῆς ὀλεθριωτάτης.

Ὠδὴ η΄. Τὸν Βασιλέα.
Εὕρατο χάριν, Προυσιωτίσσης ἡ Μάνδρα, τῶν λειψάνων σου παμμάκαρ τῇ εὑρέσει, ἔξ ὧν ἡμῖν χάρις, ἁγιασμοῦ βλυστάνει.

Ῥοῦν ἁμαρτίας, στῆσον ταῖς σαῖς ἱκεσίαις, κατακλύζοντα ἀθλίως τὴν ψυχήν μου, καὶ χαρίτων ὄμβοις, κατάρδευσόν με Μάρτυς.

Ἄθλων ἁγίων, λαβὼν τὰ ἔπαθλα Μάρτυς, πάσης θλίψεως, καὶ πάσης καχεξίας, ἀσινεῖς συντήρει, τοὺς σὲ ἀνευφημοῦντας.

Θεοτοκίον.
Σὺ εἶ Παρθένε, ἁμαρτωλῶν σωτηρία, καὶ προσφύγιον τῶν σὲ ὑμνολογούντων, ὅθεν κἀμὲ σκέπε, τῆς τοῦ ἐχθροῦ ἀπάτης.

Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύϊ οὐρανίω, καθελὼν τὸν ὄφιν, ἐκ τῆς αὐτοῦ κακουργίας ἀπάλλαξον, ὦ Ἰωάννη τοὺς πόθῳ σε μακαρίζοντας.

Μονὰς τὰς οὐρανίους, νῦν περιπολεύων, τοὺς ἐπὶ γῆς σε τιμῶντας διάσῳζε, ἐπηρειῶν ὀλεθρίων Μάρτυς τοῦ ὄφεως.

Ὁδοὺς τὰς σωτηρίους, νῦν ἡμᾶς βαδίζειν, ὦ Ἰωάννη ὑψόθεν ἐνίσχυσον, ὡς ἄν εἰσέλθωμεν πόλιν εἰς τὴν οὐράνιον.

Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε Παρθένε ἡμῶν καταφύγιον, καὶ σωτηρία τοῦ κόσμου καὶ τεῖχος ἄσειστον.

Ἄξιον ἐστι, καὶ τὰ Μεγαλυνάρια.
Πλάνης διαῤῥήξας πάντα δεσμόν, τῷ Χριστῷ προσῆλθες, Ἰωάννη ἀπὸ ψυχῆς, καὶ αυτοῦ τὸ πάθος, ἀθλητικῶς ζηλώσας, τῆς ἄνω βασιλείας, ὤφθης συμμέτοχος.

Ἄνθος εὐωδέστατον καὶ τερπνόν, ἐκ ῥίζης βλαστήσας, ἀκανθώδους καὶ δυσσεβοῦς, τὴν τῆς εὐσεβείας, ὀσμὴν ἔπνευσαν πᾶσιν ἀθλήσας Ἰωάννη, στεῤῥῷ φρονήματι.

Ἀβρύνεται Κόνιτσα εύσεβῶς, βλαστὸν κεκτημένη, Ἰωάννη σε θαυμαστόν, ᾗ ἀπαύστως δίδου, ταῖς πρὸς Χριστόν λιταῖς σου, τῶν οἰκτιρμῶν τῶν θείων, θεῖα δωρήματα.

Ἐν τῷ Βραχωρίῳ περιφανῶς, ὑπὲρ τῆς ἀγάπης μαρτυρήσας, τῆς τοῦ Χριστοῦ, δίδου Βραχωρίταις, τῶν θείων πρεσβειῶν σου, παμμάκαρ Ἰωάννη, χάριν τὴν ἄφθονον.

Χαίροις τῶν Μαρτύρων ὁ κοινωνός, καὶ τῆς δυσσεβείας, καθαιρέτης ὁ ίσχυρός, χαίροις ὁ ἀρτίως, ἡμῖν ἀποκαλύψας, τὰ λείψανά σου Μάρτυς, νεύσει τῇ κρείττονι.

Ἔχων παῤῤησίαν πρὸς τὸν Χριστόν, ὡς αὐτοῦ ὁπλίτης, Ἰωάννη νεοφανής, πρέσβευε ἀπαύστως, παθῶν καὶ πικρῶν νόσων, λυτροῦσθαι τοὺς τιμῶντας, τὴν θείαν μνήμην σου.

Πᾶσαι τῶν Ἀγγέλων...

Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Κονίτσης τὸν γόνον, Βραχωρίου τὸ καύχημα, καὶ Χριστοῦ ὁπλίτην τὸν νέον, Ἰωάννην τιμήσωμεν· ἐκ ῥίζης γὰρ δυσώδους προελθών, ἐνήθλησε λαμπρῶς ὑπὲρ Χριστοῦ,καὶ κινδύνων ἐξαιτεῖται ἀπαλλαγήν, τοῖς πρὸς αυτὸν κραυγάζουσι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν ἐκλύτρωσιν.

καιὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἐξῆς.

Ἦχος β΄. Ὄτε ἐκ τοῦ Ξύλου.
Κλῆσιν χαριτώνυμον πλουτῶν, Μάρτυς τοῦ Χριστοῦ Ἰωάννη ἀξιοθαύμαστε, χάριν ἡμῖν αἴτησαι καὶ θεῖον ἔλεος, καὶ παθῶν ἀπολύτρωσιν, παρὰ τοῦ Σωτῆρος, καὶ σωμάτων τὴν ἴασιν, καὶ θεραπείαν ψυχῶν, πᾶσι τοῖς προσπίπτουσι πόθῳ, καὶ ἀπὸ ψυχῆς αἰτουμένοις, τὴν σὴν προστασίαν καὶ ἀντίληψιν.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...

Δι’ εὐχῶν.
Πηγή: http://voutsinasilias.blogspot.com/2009/09/23.html
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”