Παρακλητικός Κανών και Ακολουθία της Αγίας Ιερουσαλήμ

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Παρακλητικός Κανών και Ακολουθία της Αγίας Ιερουσαλήμ

Δημοσίευση από efthumhs »

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΑΓΙΑΣ ΙΕΡΟΥΣΑΛΗΜ ΚΑΙ ΤΩΝ ΤΡΙΩΝ ΤΕΚΝΩΝ ΑΥΤΗΣ
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
(Η μνήμη τους εορτάζεται την 4ην Σεπτεμβρίου)


Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὅ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένοι οὐρανόθεν τὴν χάριν, πάντων πληροῦτε εὐμενῶς τὰς δεήσεις, καὶ τῶν παθῶν ἀπείργετε τὸν τάραχον, Ἱερουσαλὴμ σεμνή, σὺν τοῖς θείοις υἱοίς σου· ὅθεν τοὺς προστρέχοντας, τῇ σεπτῇ ὑμῶν σκέπῃ, πειρατηρίων ῥύσασθε δεινῶν, ὡς παῤῥησίαν πρὸς Κύριον ἔχοντες.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε...

Ό Ν´ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Λιταῖς σωθείημεν ἀθλοφόρων. Γερασίμου.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγραν διοδεύσας.
Λαμπτῆρες τῆς θείας Ἀνατολῆς, Ἱερουσαλήμ τε, σὺν τοῖς τέκνοις σου τοῖς κλεινοῖς, λύσατε παθῶν ἡμῶν τὸν ζόφον, ταῖς φωταυγέσιν ὑμῶν παρακλήσεσι.
Ἰάσεις πηγάζουσα δαψιλεῖς, ἡ θεία σου κάρα, θεραπεύει πᾶσαν ψυχήν, Ἱερουσαλὴμ ὀσιομαρτυς, καὶ τῶν σωμάτων ἰᾶται παθήματα.
Τετρὰς ἀθλοφόρων πανευκλεῶν, ἀεὶ δυσωπεῖτε, θεαρχίαν τὴν τριφαῆ, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ ἀναγκῶν πολυτρόπων ἐκλυτρωσιν.
Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν ποιητήν, φθορὰς μὲ ἁπάσης, Ἀειπάρθένε Μαριάμ, καὶ ἐκ ψυχοφθόρων νοσημάτων, τῇ σῇ εὐσπλάγχνῳ ῥοπῇ ἀποκάθαρον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἰσχυρῶς καθελόντες, τὸν νοητὸν τύραννον, Ἱερουσαλὴμ θείοις ἄθλοις, μετὰ τῶν τέκνων σου, τούτου λυτρώσασθε, τῆς χαλεπῆς κακουργίας, τοὺς θερμῶς προστρέχοντας, ὑμῖν ἑκάστοτε.
Σοῦ τὴν πάντιμον κάραν, ὡς θησαυρὸν ἔχουσα, Ἱερουσαλὴμ μακάρια, ἡ πόλις Βέῤῥοια, καρποῦται πάντοτε, τὴν ἐξ αὐτῆς προϊοῦσαν, χάριν θεοδώρητον, ὕμνον σοι ᾄδουσα.
Συμφωνίᾳ καρδίας, μιᾷ ψυχῇ ἤνυσαν, ὑπὲρ σοῦ οἱ μάρτυρες Λόγε, τὰ θεῖα σκάμματα, ὧν ταῖς δεήσεσιν, ἐν ὁμονοίᾳ καὶ πίστει, ἡμᾶς ἐνδυνάμωσον, ἐμπολιτεύεσθαι.
Θεοτοκίον.
Ὡς πυρίμορφος θρόνος, καὶ λογικὸν σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ παντοκράτορος, ναόν με ἔργασαι, θεογεννῆτορ Παρθένε, τῆς αὐτοῦ λαμπρότητος, ἵνα δοξάζω σε.
Διάσωσον τετρὰς ἁγίων μαρτύρων πάσης ἀνάγκης, Ἰερουσαλήμ τε μετὰ τῶ τέκνων σου, τοὺς ἐξαιτοῦντας τὴν θείαν ὑμῶν πρεσβείαν.
Ἐπιβλέψον ἐν εὐμένεια...

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Χριστῷ τῳ Θεῶ, μὴ παύσητε πρεσβεύοντες, ὢ Ἱερουσαλήμ, μετὰ τῶν θείων τέκνων σου, διδόναι παθῶν ἴασιν, καὶ δεινῶν συμφορῶν ἀπολύτρωσιν, τοῖς προσιοῦσιν ὑμῖν εὐλαβῶς, καὶ πόθῳ ὑμᾶς ἀεὶ γεραίρουσι.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε,
Θησαυρὸν ὡς θεόσδοτον, Ἱερουσαλὴμ τὴν κάραν σου ἔχοντες, καὶ πιστῶς ταύτῃ προσπίπτοντες, εὐφροσύνης θείας ἐμπιπλάμεθα.
Ἐκ κινδύνων καὶ θλίψεων, Σέκενδε λυτρώσασθε καὶ Σεκένδικε, σὺν Κηγόρῳ τοὺς προστρέχοντας, τῇ θερμῇ πρεσβείᾳ ὑμῶν ἅγιοι.
Ἱλασμὸν ἐξαιτήσασθε, Ἱερουσαλὴμ ἡμῖν σὺν τοῖς τέκνοις σου, καὶ παθὼν τὴν ἀπολύτρωσιν, τοῖς ὑμῶν γεραίρουσι τὴν ἄθλησιν.
Θεοτοκίον.
Ἡ Θεόν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μεὶνασα, Θεοτόκε ἀειπάρθενε, ἐκ φθορᾶς τὸν νοῦν μου ἐλευθέρωσον.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Μάρτυς τοῦ Χριστοῦ, Ἱερουσαλὴμ πανθαύμαστε, ἐκ θανάτου ἁμαρτίας χαλεποῦ, τοὺς προστρέχοντας τῇ σκέπῃ σοῦ ἀπάλλαξον.
Ἔχει πρεσβευτάς, ὑμᾶς Βέῤῥοια πρὸς Κύριον, ὢ τετράριθμοι Τριάδος ἀθληταί' διὰ τοῦτο ὑμῖν σπεύδει μετὰ πίστεως.
Νόσων ψυχικῶν, καὶ σωμάτων ἐκλυτρούμεθα, τῇ πρεσβείᾳ ὑμῶν μάρτυρες Χριστοῦ, διὰ τοῦτο εὐλαβῶς ὑμῖν προσπίπτομεν.
Θεοτοκίον.
Ἃχραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, τὴν χρανθεῖσάν μου καρδίαν ἡδοναῖς, ἀποκαθαρὸν τοῖς ῥείθροις τοῦ ἐλέους σου.

ᾨδὴ στ´. Τὴν δέησιν.
Θαυμάτων, ἀναβλυστάνουσα χάριν, ὡς θεόθεν δοξασθεῖσα ἄξιως, παῦσον ἡμῶν τὰς ὀδύνας καὶ πόνους, καὶ πειρασμῶν τὰς ἑφόδους ἀνάστειλον, ὢ Ἱερουσαλὴμ σεμνή, τῇ θέρμῃ σου πρεσβείᾳ πρὸς Κύριον.
Λεόντων, τῶν νοητῶν τὴν μανίαν, καθ’ ἕκαστην καθ’ ἡμῶν κινουμένων, τῇ κραταιᾷ ὑμῶν ὄντως πρεσβείᾳ, κατασυντρίψατε ἅγιοι μάρτυρες, καὶ ἐν εἰρήνῃ ἀληθεῖ, καὶ ἀγάπη ἡμᾶς κυβερνήσατε.
Οἱ θεῖοι, τοῦ Βασιλέως τῆς δόξης, στρατιῶται καὶ γενναῖοι ὁπλῖται, σὺν τῷ Σεκένδῳ Σεκένδικε μάκαρ, καὶ τῷ Κηγόρῳ ἡμῶν ἀντιλήπτορες, καὶ Ἱερουσαλὴμ ὁμοῦ, εὐμενῶς τὰς λιτὰς ἡμῶν δέξασθε.
Θεοτοκίον.
Φανεῖσα, τῶν οὐρανῶν πλατυτέρα, τὸν ἀχωρητον ἐν πάσῃ τῇ κτίσει, ἐν τῇ γαστρί σου ἐχώρησας Κόρη, καὶ τοῖς ἀνθρώποις ἀφράστως προήγαγες, στενοχώριας τῶν παθῶν, τοὺς πιστῶς σὲ ὑμνοῦντας ῥυόμενον.
Διάσωσον, τετρὰς ἁγίων μαρτύρων...
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον...

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς καθελοῦσα τὸν δόλιον δράκοντα, σὺν τοῖς υἱοῖς μαρτυρίου παλαίσμασιν, Ἱερουσαλὴμ παμμακάριστε, ἐκ τῆς αὐτοῦ κακουργίας ἀπάλλαξον, τοὺς πίστει καὶ πόθῳ τιμῶντάς σε.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στιχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ...
Εὐαγγέλιον κατὰ Λουκᾶν
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσετε δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθήναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἓν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τῶν ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στιχ.: Ἐλεῆμον, ἐλεησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Ὅμιλε θεόληπτε, τῶν τετραρίθμων μαρτύρων, Ἱερουσαλὴμ σεμνή, Σέκενδε καὶ Κήγορε καὶ Σεκένδικε, πειρασμῶν λύσατε, τὰς ἐπαναστάσεις, καὶ εἰρήνην ἀστασίαστον, ἡμῖν αἰτήσασθε, καὶ παθῶν παντοίων τὴν ἴασιν, καὶ τῶν πταισμάτων ἄφεσιν, παρὰ τοῦ τῶν ὅλων δεσπόζοντος, ἡμῖν τοῖς ἐν πίστει, προστρέχουσιν ὑμῶν τῇ ἀρωγῇ, καὶ τὸν ὑμᾶς στεφανώσαντα, Κύριον δοξάζουσι.
Ὁ ἱερεύς. Σῶσον ὁ θεὸς τὸν λαὸν σόν...

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰονδαιας.
Ὄμβροις θείων χαρίτων, τῆς θερμῆς σοῦ πρεσβείας πρὸς τὸν φιλάνθρωπον, τὸ πῦρ τῶν νοσημάτων, καὶ τῶν παθῶν τὴν φλόγα, ἀθληφορε κατάσβεσον, τῶν ἐκζητούντων πιστῶς, τὴν σὴν ἐπιστασίαν.
Ῥῶσιν δίδοσθε θείαν, καὶ ὑγείαν ψυχῆς τε ὁμοῦ καὶ σώματος, καὶ πᾶσαν εὐεξίαν, καὶ βίου εὐπραγίαν, ἀθλοφόροι αὐτάδελφοι, τοῖς ἀνυμνοῦσιν ὑμῶν, τὰς θείας ἀριστείας.
Ὡς ἐν φύσει καὶ πίστει, ἡνωμένοι ἐν πᾶσιν ἅγιοι μάρτυρες, ἡμᾶς ἐν ὁμονοίᾳ, βιοῦν καὶ πολιτείᾳ, καθαρᾷ ἀξιώσατε, τοὺς προσιόντας θερμῶς, ὑμῶν τῇ ἀντιλήψει.
Θεοτοκίον
Νοῦν μοι σώφρονα δίδου, καὶ κατάνυξιν Κόρη ἐν τῇ καρδίᾳ μου, ὡς ἂν ἐν μετάνοιᾳ, διέλθω τῆς ζωῆς μου, τὸ ὑπόλοιπον ἄχραντε, καὶ τῆς ἀλήκτου χαρᾶς, μετὰ τὸ τέλος τύχω.

ᾨδὴ η´. Τὸν βασιλέα.
Γενοῦ μοι Μάρτυς, καταφυγὴ ἐν ἀνάγκαις, τῷ προστρέχοντι τῇ σῇ πρεσβείᾳ, Ἱερουσαλήμ, ὡς λιμένι ἀκυμάντῳ.
Ἔργοις ἐνθέοις, κατακοσμεῖσθαι ἐν πᾶσιν, ἀξιώσατε ἡμῶν τὴν πολιτείαν, τρίστιχε χορεία, μαρτύρων αὐταδελφων.
Ἀσθενημάτων, ἴασιν δίδοσθε πᾶσι, καὶ ἐκλυτρωσιν πολυειδῶν κινδύνων, μάρτυρες Κυρίου, ἡμῖν ἐκδύσωποῦμεν.
Θεοτοκίον.
Σῶσόν με, Κόρη, τῆς ὀλεθρίου μανίας, τοῦ ἀλάστορος τοῦ κατ’ ἐμοῦ λυττῶντος, καὶ ῥῦσαι τὸν νοῦν μου, τῆς τούτου ἐπηρείας.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἱλέωσαι τὸν κτίστην, ἡμῖν μακαρία, ὡς ἂν πταισμάτων τὴν ἄφεσιν λάβωμεν, καὶ ἐναρετως ἐν κόσμῳ πολιτευσώμεθα.
Μαρτύρων θεῖον στῖφος, πρὸς τῶν μαρτυρίων, τῶν θεϊκῶν τὴν ὁδὸν κατευθύνατε, τοὺς τὴν σεπτὴν ὑμῶν ἄθλησιν μακαρίζοντας.
Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦντες, θεοειδεῖς ἀθληφοροι τετράριθμοι, ἐκ σκοτασμοὺ παθημάτων ἡμᾶς λυτρώσασθε.
Θεοτοκίον.
Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένη, ἐξ ἐννοιῶν ψυχοφθόρων ἀνύψωσον, πρὸς ἀρετῶν ἀναβάσει τὸν νοῦν μου δέομαι.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια
Χαίροις τῶν μαρτύρων τετρὰς σεπτή, Ἱερουσαλήμ τε, καὶ Σεκένδικος ὁ κλεινός, Σέκενδε θεόφρον, καὶ Κήγορε τρισμάκαρ, ἡμῶν πρὸς τὴν Τριάδα, πρέσβεις ἀκοίμητοι.
Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, μετὰ τῶν υἱῶν σου, ἀνδρικῶς Ἱερουσαλήμ, καὶ τῆς ἄνω δόξης, σὺν τούτοις ἠξιώθης, μεθ’ ὧν καὶ εὐμενίζου, ἡμῖν τὸν Κύριον.
Τέσσαρσιν ἐν σώμασιν ἐν μιᾷ, ψυχῇ ἠθληκοτες, ἀληθῶς Ἱερουσαλήμ, μετὰ τῶν υἱῶν σου, ὁμοῦ βραβείων ἴσων, παρὰ τοῦ ἀθλοθέτου, κατηξιώθητε.
Χαίροις αὐταδέλφων τριὰς σεπτή, παῖδες τοῦ Κυρίου, καὶ πανθαύμαστοι ἀθληταί, Σέκενδε τρισμάκαρ, Σεκένδικε θεόφρον, καὶ Κήγορε Τριάδος ὁπλῖται ἄριστοι.
Ῥύσασθε κινδύνων καὶ πειρασμῶν, Ἱερουσαλήμ τε, καὶ Σεκένδικος ὁ κλεινός, Σέκενδε θεόφρον, καὶ Κήγορε παμμάκαρ, τοὺς τῇ σεπτῇ πρεσβείᾳ, ὑμῶν προστρέχοντας.
Τοὺς ὑμᾶς τιμῶντας πανευλαβῶς, Ἱερουσαλήμ τε, σὺν τοῖς τέκνοις σου τοῖς τρισί, πάσης δυσπραγίας, καὶ πόνων καὶ κινδύνων, φυλάττετε ἀτρώτους, ὑμῶν δεήσεσι.
Πᾶσαι τῶν ἀγγέλων...

Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις,
Ἀπολυτίκια. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἀθλήσασα νομίμως τὸν Χριστὸν ὡμολόγησας, Ἱερουσαλὴμ ἀθληφόρε, σὺν υἱοῖς καὶ δεδόξασαι· ἐντεῦθέν σου τὴν κάραν τὴν σεπτήν, ἡ Βέῤῥοια πλουτήσασα πιστῶς, ἑορτάζει σου τὴν μνήμην τὴν ἱεράν, καὶ ἐκ ψυχῆς κραυγάζει σοί· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τετράριθμον ὅμιλον, τῶν ἀθλητῶν τοῦ Χριστοῦ, Σεκένδικον, Σέκενδον, σὺν τῷ Κηγόρῳ ὁμοῦ, συμφώνως τιμήσωμεν, ἅμα καὶ τὴν μητέρα, τὴν αὐτῶν συνυμνοῦντες, τούτοις συνηθληκυῖαν, Ἱερουσαλὴμ τὴν θείαν· Τριάδι γὰρ τῇ ἁγίᾳ, ὑπὲρ ἡμῶν πρεσβεύουσι.
Καὶ νῦν. Θεοτοκίον
Τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον...

μεθ᾿ ἥν ψάλλομεν τὸ ἑξῆς. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Στῖφος τετραρίθμων ἀθλητῶν, Ἱερουσαλὴμ μακαρία, μετὰ τῶν τέκνων σου, Κήγορε Σεκένδικε, καὶ θεῖε Σέκενδε, πάσης βλάβης καὶ θλίψεως, καὶ πάσης ἀνάγκης, ἀσινεῖς τηρήσατε, ὑμῶν δεήσεσι, πάντας τοὺς πιστῶς προσιόντας, τῇ σεπτῇ ὑμῶν προστασίᾶ, μάρτυρες Χριστοῦ ἀξιοθαύμαστοι.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...

Δίστιχον
Τετράριθμον σύστημα ὑμῖν προστρέχει
Γεράσιμος αἴτησιν ὑμῖν προσάγων.

Η ακολουθία (Εσπερινός -Μικρός και Μεγάλος-και Όρθρος) των αγίων εδώ: http://voutsinasilias.blogspot.com/2009/09/4_02.html
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”