Παράκληση,Χαιρετισμοί και εγκώμια Αγίου Άνθιμου Κεφαλληνίας

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Παράκληση,Χαιρετισμοί και εγκώμια Αγίου Άνθιμου Κεφαλληνίας

Δημοσίευση από efthumhs »

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΑΝΘΙΜΟΥ ΚΕΦΑΛΛΗΝΙΑΣ ΟΥ Η ΜΝΗΜΗ ΤΙΜΑΤΑΙ ΤΗΝ 4η ΣΕΠΤΕΜΒΡΙΟΥ

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον· μεθ᾿ ὅ τὸ Θεὸς Κύριος καὶ τὰ ἑξῆς.

Ἦχος δ´. Ὁ ὑψωθείς.
Ἀνακαθάρας τῆς ψυχῆς σου τὰς κόρας, τοῦ θείου Πνεύματος φωτὶ ἀπροσίτῳ, τῶν Μοναζόντων ἤνυσας, τὴν τρῖβον καλῶς, νήσους πλεῖστος ἔδραμες, ἀπτοήτῳ σοῦ ζήλῳ, ὑποδούλοις Ἕλλησιν τοῦ Κυρίου τὸν λόγον λαμπρῶς κηρύξαι Ἄνθιμε σοφέ, ὁ τοῦ Κυρίου, θεράπων ἀόμματος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Οὑ σιωπήσομεν ποτὲ Θεοτόκε...
Ὁ Ν´. Ψαλμός.

Καὶ ὁ Κανών. Ὀὗ ἡ ἀκροστιχίς: Κήρυκα ἀόμματον Ἀνθιμον ᾄδω. Ἰσιδώρας.

Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.
Κηρύκων τὸ κλέος πάντες πιστοί, ὁσίων κρηπῖδα, Μοναζόντων ὑφηγητήν, τυφλὸν ὑπηρέτην τοῦ Κυρίου· τὸν θεοφόρον τιμήσωμεν Ἄνθιμον.

Ἡλίου ἀδύτου τὴν χρυσαυγῆ, ἀκτῖνα τὸν κόσμον καταυγάσασαν νοητῶς, τῷ φέγγει κηρύγματος τοῦ θείου, τὸν ἰσαπόστολον μέλψωμεν Ἄνθιμον.

Ῥημάτων ἐνθέων σοῦ ταῖς πλοκαῖς, καὶ ἔργοις ἀρίστοις ταπεινώσει τε ἀψευδεῖ, ἐζώγρησας πάντας εἰς τὸν φόβον, τὸν τοῦ Κυρίου θεόπνευστε Ἄνθιμε.

Θεοτοκίον.
Ὑψίστου καθέδρα περιφανής, παλάτιον δόξης καὶ πορφύρα βασιλική, ὑπάρχεις Θεόνυμφε Παρθένε, ὡς τὸν Θεὸν ἐν γαστρί σου χωρήσασα.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Κεφαλλήνων ἡ νῆσος, ἐν σοι σκιρτᾷ Ἄνθιμε, καὶ τοῦ Ληξουρίου ἡ πόλις, συνεπαγάλλεται, ὅτι ἐκ γῆς ἱερᾶς, τούτων ὡς ἄνθος προῆλθες, καὶ τὴν κτίσιν ἅπασαν, κατευωδίασας.

Ἀγρυπνίαις νηστείαις καὶ προσευχαῖς Ἄνθιμε, φρόνημα σαρκός σου γεῶδες, σὺ ἀπενέκρωσσς, διὸ ζωῆς ἀληθοῦς, ἐν οὐρανοῖς ἀπολαύεις, τοῖς Ἀγγέλων τάγμασιν, συναυλιζόμενος.

Ἀπλανὴς Μοναζόντων, χειραγωγὸς γέγονας, Ἄνθιμε Μονὰς ἀνεγείρας, Θεοῦ εἰς αἴνεσιν, καὶ τὰς σεπτὰς ἐντολάς, ἐν ἐπιγνώσει τηρήσας, ὡς Μωσῆς τὸ πρόσωπον, Χριστοῦ τεθέασαι.

Θεοτοκίον.
Ὁὑρανὼν πλατυτέρα, τῶν Χερουβεὶμ Πάναγνε, καὶ τῶν Σεραφεὶμ ὑπέρτερα, ὑπάρχεις Δέσποινα, ὅτι ἐν μήτρᾳ τῇ σῇ, ὁ Ποιητὴς τῶν ἁπάντων, Ὃν ὑμνούσιν Ἄγγελοι, σάρκα προσείληφεν.

Καταύγασον, ἡμῶν τὰς κόρας πρεσβείαις σου ἀκοιμήτοις, ὁ τυφλώττουσιν ὀφθαλμοῖς τοῦ σώματος Ἄνθιμε, τὸ ἄδυτον φέγγος ἰδὼν τοῦ Κτίστου.
Ἐπίβλεψον...


Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Δεσπότου Χριστοῦ, τὸ κάλλος ἐφιέμενος, ὀπίσω Αὐτοῦ, ὡς ἔλαφος διέδραμες, καὶ πηγὴν τοῦ ὕδατος,ἀλλομένου ἔπιες Ἄνθιμε, εἰς αἰωνίου νάματα ζωῆς, ἀῤῥήτως δροσίζων τοὺς τιμῶντάς σε.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Μετὰ πόθου προσέδραμες, τῷ Ἁγιωνύμῳ Ὅρει τοῦ Ἄθωνος, ἔνθα Ἄνθιμε ἐνδέδυσαι, τῶν Ἀγγέλων σχῆμα ἀγαλλόμενος.

Μετανοίας τὸ κήρυγμα, ὑποδούλοις Ἕλλησι θεῖε Ἄνθιμε, Ἀποστόλων ὡς ὁμότροπος, ἀκαμάτῳ ζήλῳ σου διέσπειρας.

Ἀδιστάκτῳ καρδίᾳ σου, τὸν Θεὸν τῶν ὅλων Ἄνθιμε ἔστερξας, καὶ εἰς Τόπους οὓς ἐβάδισε, προσκυνῆσαι τούτους Πάτερ ἔδραμες.

Θεοτοκίον.
Τὴν Παρθένον ὑμνήσωμεν, τὴν μετὰ τὸν Τόκον μείνασαν ἄφθορον, καὶ συμφώνως ταύτῃ εἴπωμεν, τὸ Ἀγγέλου χαῖρε εὐφραινόμενοι.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ὅρμον γαληνόν, καὶ ἀκύμαντον σὲ ἐγνωκαν, τοῦ Αἰγαίου νῆσοι Ἄνθιμε σοφέ, ὅτι εἰρήνης, πολιτείαν ταύταις ἔδειξας.

Νύκτωρ τὴν Ἁγνήν, καὶ Παρθένον Κόρην ἔβλεψας, ἐν ὀνείρατι προτρέπουσαν καλῶς, καθυπομένειν τῶν ὀμμάτων θεῖε Ἄνθιμε τὴν στέρησιν.

Ἄλλον Ἠλιοῦ, θεῖε Ἄνθιμε σὲ ἔγνωμεν, τῇ αὐχμώσῃ γῇ διδόντα ὑετόν, καιρῷ τοῦ θέρους, εὐπροσδέκτοις ἱκεσίαις σου.

Θεοτοκίον.
Νέον ἀπὸ σοῦ, ὡς παιδίον ὁ παντέλειος, καὶ προάναρχος σεσάρκωται Θεός, Παρθενομῆτορ καὶ καινίζει τὸ ἀνθρώπινον.

ᾨδὴ στ´. Τὴν δέησιν.
Θαυμάτων σύ, αὐτουργὸς γεγένησαι, παραδόξως θεῖε Ἄνθιμε πάλαι, ὅτι φρικτόν, ἐναπέκτεινας ὄφιν, τὸν ἀπειλοῦντα δεινῶς Ἀστυπάλαιαν, τὴν νῆσον ἥτις σὲ τιμᾷ, προσκυνοῦσα λειψάνων τὴν θήκην σου.

Ἱδρῶσί σου, τοῖς τιμίοις Ἄνθιμε, ἀνεστήλωσας Μονὴν τῶν Λεπέδων· Παρασκευῆς, Ἀθληφόρου τὴν βάρει, κατακαμφθεῖσαν σεισμοῦ καὶ εἰσήγαγες, χορὸν παρθένων ἐν αὐτῇ, γεγονὼς ὁδηγὸς τούτων ἄριστος.

Μυστήριον, θαυμαστὸν τετέλεσται, θεῖε Ἄνθιμε εὐχῇ σου παννύχῳ, ἄνευ χειρός, ἡ μορφὴ τῆς Πανάγνου, Πορταϊτίσσης τῷ ξύλῳ τετύπωται, ἐν Ἀθωνι ἥν σῇ χειρί, ἐναπέθου Μονῇ Ἀστυπάλαιας.

Θεοτοκίον.
Οἰνόφωτον, τοῦ Δεσπότου σκήνωμα, ἀνεδείχθης Θεοτόκε Παρθένε καὶ γὰρ ἐν σοί, τοῦ Πατρὸς εὐδοκίᾳ, ἀνερμηνεύτως ὁ ἄδυτος Ἥλιος, σεσάρκωται καὶ τοὺς βροτούς, ἐκ κευθμώνων τοῦ ᾍδου ἀνήγαγε.

Καταύγασαν, ἡμῶν τὰς κόρας πρεσβείαις σου ἀκοιμήτοις...
Ἄχραντε, ἡ διὸ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Ὁὑρανίων μυσταγωγιῶν τὸν ἐκφάντορα, θεοσδότων ἐπαγγελιῶν τὸν διδάσκαλον, Μοναζόντων ὑπογραμμὸν καὶ στῦλον ἀκραιφνῆ, Χριστοῦ σάλπιγγα βροντοειδῆ, τὴν διηχήσασαν τρανῶς Βασιλείαν αἰώνιον. Ἀνθιμον θεηγόρον ἀόμματον εὐφημοῦμεν, τὸν διαβλέποντα ἀεί, τοῦ Κυρίου τὴν λαμπρότητα.

Εἶτα τὸ Α´. Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἐλέησον μὲ ὁ Θεός... Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ὄμμα τῆς καρδίας σου, ἀνακαθαρὰς ἐμφρόνως, σαρκικῶν ὑπέμεινας, τῶν ὀμμάτων στέρησιν χαίρων Ἄνθιμε, καὶ Χριστῷ ἔδραμες, τοῦ Φωτὸς Δοτῆρι, τοῦ δουλεύειν εὐπειθέστατα, Μονὰς ἐγείρας δέ, δόξαν τοῦ Θεοῦ κατελάμπρυνας τῷ βίῳ σου γενόμενος, στῦλος ὁδηγῶν πρὸς ἀπάθειαν, ὥσπερ ἐν ἐρήμῳ, τὸ πάλαι ὁ θεόπτης Μωυσῆς, μεθ᾿ οὗ ἀπαύστως δυσώπησον, εὑρεῖν ἡμᾶς ἔλεος.
Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός...

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νῆσος Κρήτη καυχᾶται, καὶ σκιρτὰ ἀνυμνοῦσά σε μάκαρ Ἄνθιμε, ἐν ταύτῃ γὰρ διδάξας, εἰρήνην τὴν βαθεῖαν, φλογοφόρῳ σου στόματι, πλήθει θαυμάτων πολλῶν, ἐσφράγισας τὸν λόγον.

Ἀκαταίσχυντον ὅπλον, τὸν Σταυρὸν τοῦ Κυρίου κατέχων Ἄνθιμε, ῥαβδίον δὲ τὴν πίστιν, κομβοσχοίνιον ἅμα, βακτηρίαν ὡς ἄσειστον, ὅθεν διέβης καλῶς, κηρύγματος τὴν τρῖβον.

Δυνατὸν ἐν ἰσχύϊ, τὸν Θεὸν ἀγαπήσας ἀδόλως Ἄνθιμε, χαρίσμασιν μεγάλοις, σὲ ἔστεψε πλουσίως, τοῦ προλέγειν τὰ μέλλοντα, καὶ ὀφθαλμοῖς σου κλειστοῖς, ὁρᾶν τὰ τελεσθέντα.

Θεοτοκίον.
Ὡς πυρίμορφον θρόνον, ὁ προφήτης σὲ ἔφη, Παρθένε Ἄχραντε, πατρὸς γὰρ εὐδοκίᾳ, Υἱὸς ἐν σοι ἐπέστη, ἐπελεύσει τοῦ Πνεύματος, καὶ εἰς τὸν θρόνον ἡμᾶς, ἀνήγαγε τῆς δόξης.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἱλαρωτάτῃ καὶ καθαρᾶ σοῦ καρδίᾳ, τὸν Θεὸν θεῖε Ἄνθιμε ᾄδων, γέγονας Ἀγγέλων, συνόμιλος ἐν βίῳ.

Σαγήνῃ λόγων, τῶν σῶν ἰχθύας ζωγρήσας, λογικοὺς ἐκ κινδύνου ἐῤῥύσω, κλύδωνος καὶ ζάλης, ὢ Ἄνθιμε τοῦ βίου.

Ἱδρύσας μάκαρ, πλείστας Μονὰς εἰς Κυρίου, τοῦ Θεοῦ σου ὢ Ἄνθιμε δόξαν, νῦν ἀντεδοξάσθης ἀξίως εἰς αἰῶνας.

Θεοτοκίον.
Δέσποινα Κόρη, ἡ ἐν γαστρί σου ἀφράστως, Εἰρηνάρχην Θεὸν συλλαβοῦσα, χάρισαι εἰρήνην τὴν ἄνωθεν λιταῖς σου.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ὡς λύχνον φαεσφόρον, λάμποντα ἀῤῥήτως, τοῦ ἀπροσίτου ἀκτῖσι καὶ θείου φωτός, οἱ ἐν τῷ σκότει δουλείας, Ἄνθιμε ἔγνωκαν.

Ῥημάτων σου τῇ δρόσῳ, ἔπαυσας δουλείας, τῆς πικροτάτης τὸ καῦμα, μηνύσας λαῷ, πίστεως ἔαρ εὐῶδες, πάντερπνε Ἄνθιμε.

Ἀνύστακτον τὸ ὄμμα, ἔχων τῆς ψυχῆς σου, σὺν ταῖς φρονίμοις Παρθένοις, εἰσῆλθες Χριστοῦ, εἰς τὸν νυμφῶνα τῆς δόξης, Ἄνθιμε πάντιμε.

Θεοτοκίον.
Στολὴν ἐκ σῶν αἱμάτων, Πάναγνε Παρθένε, ὁ Βασιλεὺς τῶν ἁπάντων, φορέσας Χριστός, βασιλικὴν ἁλουργίδα, Ἀδὰμ ἐνέδυσεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς... Καὶ τὰ παρόντα Μεγαλυνάρια. Ὥν ἡ ἀκροστιχίς: Χαίροις Πάτερ Θεόφωτε.

Χαίροις Ληξουρίου θεῖος βλαστός, χαίροις Κεφαλλήνων ὁ ἐξαίρετος θησαυρός, χαίροις τοῦ Αἰγαίου ὁ μέγας θεοκήρυξ, Πατέρων ἡ ἀκρότης, πάμφωτε Ἄνθιμε.

Ἄθωνι τῷ ὅρει ὥσπερ δορκάς, ἔδραμες καὶ σχῆμα ἐνεδύθης Ἀγγελικόν, δίψαν δὲ ψυχῆς σου ὢ Ἄνθιμε κορέσας, πολλοῖς εὐηγγελίσω λόγον ζωὴ ἄδυτον.

Ἵστασο ἐνώπιον τοῦ Θεοῦ, εὐχαῖς ὁλονύκτοις καὶ δεήσεσι τὴν Αὐτοῦ, κάμπτων εὐσπλαγχνίαν, καὶ ᾄδων σὺν Ἀγγέλοις, ὢ Ἄνθιμε τὴν θείαν μεγαλειότητα.

Ῥάβδον σου ἐκράτεις ὡς ὁδηγόν, κομβοσχοίνιόν σου ὡσεὶ σύμμαχον κραταιόν, καὶ Σταυρόν σου φέρων, τυφλῶν ὡς βακτηρίαν, διὸ τὸ φῶς τὸ μέγα, ἔφανας Ἄνθιμε.

Ὄφιν τὸν τὴν Εὖαν ἐκ τῆς Ἐδέμ, πάλαι ἐκβαλόντα θεῖε Ἄνθιμε σαῖς εὐχαῖς, ἐν Ἀστυπαλαίᾳ ἀπέκτεινας τῇ νήςῳ· πολλοὺς προτρέψας οὕτω, Θεοῦ εἰς αἴνεσιν.

Ἱστίῳ τοῦ ζήλου τοῦ θεϊκοῦ, ἔπλευσας τὰς νήσους τοῦ Αἰγαίου ἵνα Χριστόν, Ἄνθιμε κηρύξῃς, ἀχείμαστον λιμένα καὶ ἄγκυραν ἐλπίδος τοῖς θαλαττεύουσιν.

Σκεῦος χαρισμάτων τοῦ Παντουργοῦ, Πνεύματος ὑπάρχων ἀποπνέεις πᾶσι πιστοῖς, Ἄνθιμε τὴν χάριν, ἀῤῥήτων μεγαλείων, καὶ νέμεις τὴν εἰρήνην τοῖς σὲ γεραίρουσιν.

Πήρωσιν πηλίνων σοῦ ὀφθαλμῶν, ἀπροσκόπτως φέρειν σὲ προέτρεψεν ἡ Ἁγνή, Θεοτόκος Κόρη ὀνείρατι φανεῖσα, θαῤῥύνασα σε θείως, μέγιστε Ἄνθιμε.

Ἄστρον ἀνατέταλκας φαεινόν, Ἄνθιμε ἐν σκότει τῆς δουλείας τῆς ζοφερᾶς, καὶ τὴν γῆν αὐγάσας τῆς πίστεως ἀκτῖσιν, Χριστὸν διαναγγέλεις ἄδυτον Ἥλιον.

Τῆς Πορταϊτίσσης θεία εἰκών, ἐν Ἁγίῳ Ὅρει τῇ παννύχῳ σου προσευχή, ἀχειροποιήτως τῷ ξύλῳ ἐτυπώθη, ἥν ἐν Ἀστυπαλαίᾳ Ἄνθιμε ἔφερες.

Ἔρεισμα καὶ βάθρον σὲ ὀχυρόν, ἔχει τῶν Λεπέδων Ἀθληφόρου Παρασκευῆς, ἡ Μονὴ ἡ θεία, ἥν κόποις ἐδομήσω, σεισμῷ καταστραφεῖσαν κράτιστε Ἄνθιμε.

Ῥαίνουσιν ὡς ἄνθη θείας ᾠδάς, τῇ σεπτῇ σου μνήμῃ Κεφαλλήνων αἱ πατριαί, τῆς Ἀστυπαλαίας, καὶ Κρήτης ἐκλογάδες, ὁμήγυρίς τε πᾶσα Αἰγαίου Ἄνθιμε.

Θαύματα ὢ Ἄνθιμε φοβερά, ἐτέλεις τὸ βλέπειν παρεχόμενος τῇ τυφλή, τῆς ἀτέκνου μήτραν Εὐχῇ σου εὐλόγησας, πηγάσας τε παντοίων παθῶν ἰάματα.

Ἔπαυσας πελάγους τὴν ταραχήν, εὐπαῤῥησιάστοις, μάκαρ Ἄνθιμε προσευχαῖς, πρὸς τὸν ἐν δυνάμει ἰσχύοντα τὰ πάντα· καὶ κύμασι θαλάσσης περιπατήσαντα.

Ὄμβρους τῇ αὐχμώσῃ πάλαι ξηρᾷ, ἔπεμψας πλουσίως ὥσπερ πάλαι ὁ Ἠλίου, ὁ κλεινὸς Θεσβίτης, καὶ δρόσον οὐρανίαν, ψυχαῖς τῶν σὲ τιμώντων βραβεύεις Ἄνθιμε.

Φλόγες ὡσεὶ πύριναι ἐν καιρῷ, τοῦ κηρύγματός σου ἐξερχόμενοι θαυμαστῶς, ἐκ τοῦ στόματός σου, ὢ Ἄνθιμε τῷ πλήθει, πιστῶν διεβεβαίουν σὴν ἁγιότητα.

Ὥσπερ δρόσον θείαν ἐξ Ἀερμών, ἔσταξαν οἱ λόγοι σωτηρίων σου διδαχῶν, ταῖς τῶν ὑποδούλων, ψυχαῖς παραμυθίαν, διδοῦσαι οὐρανίαν θεόφρον Ἄνθιμε.

Τελευτήν σου πόῤῥωθεν προϊδών, ἐκ Πελοποννήσου εἰς Μονήν σου τὴν ἱεράν, τῶν Λεπέδων φθάσας, ψυχήν σου ἐναπέθου, χερσὶ Θεοῦ Ὃν πόθῳ ἠγάπας Ἄνθιμε.

Ἔχομέν σε πρέσβυν πρὸς τὸν Θεόν, εὐσεβῶν τὰ πλήθη, Μοναζόντων τε οἱ χοροί, Ἱεραποστόλων, ὢ Ἄνθιμε οἱ δῆμοι, τυφλοὶ δὲ σὲ πλουτοῦσι, προστάτην μέγιστον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...

Εἶτα, Τρισάγιον. Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Γόνον πάντιμον Κεφαλληνίας, θεῖον ἔφορον Ἀστυπαλαίας, τῆς τῶν Λεπέδων Μονῆς τὸν δομήτορα, καὶ νήσων πλείστων τὸν ἔνθεον κήρυκα, τῶν Μοναζόντων κρηπῖδα καὶ καύχημα, θεῖον Ἄνθιμον, συμφώνως πιστοὶ τιμήσωμεν, Χριστοῦ τὸν οἰκονόμον τὸν ἀόμματον.

Ἐκτενὴς ὑπὸ τὸν Ἱερέως καὶ Ἀπόλυσις.
Πρὸ δὲ τοῦ δι᾿ εὐχῶν τὸ ἀκόλουθον: Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου...
Χαίρει Κεφαλλήνων ἡ πληθύς, χαίρουσιν Αἰγαίου αἱ νῆσοι, καὶ Κρήτη ἅμα σκιρτᾷ, Ἄθω Ὅρος Ἅγιον, φαιδρῶς ἀγάλλεται, γηθοσύνως σεμνύνεται, Μονὴ τῶν Λεπέδων, καὶ ἡ Ἀστυπάλαια καυχᾶται ἄμετρα, θήκην σῶν Λειψάνων πλουτοῦσα, σὺν Πορταϊτίσσης εἰκόνι, ἥν ἐκτήσω Ἄνθιμε ἀόμματε.

Δίστιχα ἀκροτελεύτια.
Ὁσιοκήρυξ Ἄνθιμε, τῶν ἀομμάτων λύχνε, ψυχῆς μου ὄμμα αὔγασον εὐχαῖς σου φωτοφόροις και εἰς ὁδὸν ἀξιῶσον εὐθεῖαν βηματίζειν ἔργα ἡμέρας πράττουσα λέγει σοι Ἰσιδώρα, Μονάζουσα πανευτελὴς ὕμνον πλέξασα τόνδε τῇ προτροπῇ τοῦ εὐλαβοῦς ἱκέτου Κωνσταντίνου ἀπὸ βαθέων σέβοντος τὴν πάμφωτόν σου μνήμην.

Περισσότερα (για τους Χαιρετισμούς και τα εγκώμια) εδώ: http://voutsinasilias.blogspot.com/2009/09/4.html
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”