Παρακλητικός Κανών Αγίας Ευφημίας

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Παρακλητικός Κανών Αγίας Ευφημίας

Δημοσίευση από efthumhs »

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΝ ΠΑΡΘΕΝΟΜΑΡΤΥΡΑ ΕΥΦΗΜΙΑΝ
Ποίημα Ἀθανασίου Ἱερομονάχου Σιμωνοπετρίτου

Μετὰ τό, Εὐλογητός, λέγομεν τό, Κύριε εἰσάκουσον, Θεὸς Κύριος καὶ τὰ τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθείς,
Τὴν καλλιπάρθενον Χριστοῦ Εὐφημίαν, ὡς τῶν φρονίμων καὶ σωφρόνων παρθένων, ἐκμίμημα καὶ καύχημα τοῦ γένους γυναικῶν, πόθῳ ἱκετεύομεν, ὅπως σαῖς ἱκεσίαις, λυτρωθῶμεν ἅπαντες, τοῦ ἐχθροῦ τῶν παγίδων· ὡς παῤῥησίαν ἕχουσα σεμνή, ἀεὶ δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ...

Ὁ Ν´ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
«Τῆ Πανευφήμῳ δέησις ἐκ πόθου Εὐφημία. Ἀ(θανάσιος)».

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Τὸν νοῦν μου καθάρισον λογισμῶν, παρθένε καὶ δέξον, ἐργαστήριον διαρκές, εὐχῆς καὶ ἀγάπης τοῦ Κυρίου, ὅπως εὐφήμως σεμνὴ μακαρίζω σε.
Ἠνδρίσω δυνάμει τοῦ Ἰησοῦ, καὶ ὡς μέγας γίγας, ἀπενεύρωσας τὸν ἐχθρόν, διὸ Χριστομάρτυς ἀθληφόρε, ἐν τῷ πολέμῳ νικᾶν με ἐνίσχυσον.
Πορείαν ἐτέλεσας τὴν καλήν, Χριστὸν ἐφευροῦσα, τὴν ὁδὸν τὴν παρεκτικήν, ζωῆς τῆς ἀλήκτου θεία Μάρτυς, ἥν με βαδίζειν ὡς σὺ καταξίωσον.
Θεοτοκίον.
Ἁγνείας θησαύρισμα καὶ παντός, Θεόνυμφε Μῆτερ, ὡς ὑπάρχουσα ἀγαθοῦ, Υἱῷ σοὺ με σύναψον διψῶντα, τὴν μετ᾿ Αὐτοῦ ἀδιάστατον ἕνωσιν.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος
Ναοῦ θείου ἐτέθης, πολυτελὲς ἔρεισμα, ἐκ τῆς Χαλκηδὸνος τῆς κάτω, λίθος ὁμώνυμος, τῆς Ἄνω Πόλεως, ὠ παγκαλλὴς Εὐφημία, ἧς με καταξίωσον, εὐχαῖς ἁγίαις σου.
Ἐφυστέρησας Μάρτυς, ἐν οὐδενὶ ἄθλῳ σου, τῆς ἀῤῥενικῆς εὐψυχίας, γυνὴ τῷ σώματι, ὅθεν κραυγάζω σοι, ἀῤῥένωσον τὴν ψυχήν μου, ὅπως ὑπεραίρωμαι, τοῦ ἀντιδίκου μου.
Ὑλικαῖς οὐ προσέσχες, ὁλοσχερῶς δόσεσιν, αἷς οἱ τοῦ ἐχθροῦ ὑπηρέται, ἐδόκουν πεῖσαὶ σε, ἴνα τὸν Κύριον, ἐγκαταλίπης Ἁγία, πρὸς Ὅν με οἰκείωσον, θείαις πρεσβείαις σου,
Θεοτοκίον.
Φῶς ὑπάρχων ἁπάσης, τῆς νοερᾶς κτίσεως, ὁ ἐκ σοῦ τεχθεὶς Παναγία, ψυχὴν φωτίζοι μου, ὥσπερ ἐφώτισε, τὴν παμφαῆ Εὐφημίαν, τοῦ φωτὶ πορεύεσθαι, τρίβους τοῦ βίου μου.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς πόθῳ σε εὐφημοῦντας, Εὐφημία σεμνὴ καλλιπάρθενε, καὶ λύτρωσαι ἡμῶν ψυχάς, τοῦ βελίαρ παγίδων.

Ἐπίβλεψον, ἐν εὐμενεία. Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἵασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα Ἦχος β´. Πρεσβεία θερμή,
Καὶ νοῦν καὶ ψυχήν, καὶ σῶμά σου παρέδωκας, θυσίαν Χριστῷ, παρθένε ὅθεν εἵληφας, παρ᾽ Αὐτοῦ Εὐφημία τὸν στέφανον, διὸ κινδυνεύοντας ἡμᾶς, μνημόνευε Πανεύφημε,

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἡ σεπτὴ μαρτυρία σου, ὄφιν τὸν ἀρχέκακον ἐθανάτωσεν, ἡ ἰσχὺς δὲ ἱκεσίας σου, γένοιτό μοι Μάρτυς ζωῆς πρόξενος.
Μανιώδει οὐκ ἔθυσας, Ἄρει μιαιφόνῳ εἰρήνης οἵκημα, τῆς Χριστοῦ ἥν μοι καὶ δώρησαι, Εὐφημία πᾶσας τὰς ἡμέρας μου.
Ὥσπερ προῖκα προσήνεγκας, τὴν πεντηκοντάδα τῶν συμμαρτύρων σου, τῷ Κυρίῳ μεγαλώνυμε, ὧν κἀμὲ μερίδος δέξον μέτοχον.
Θεοτοκίον.
Διὰ σοῦ παναμώμητε, ὤφθη τοῖς ἀνθρώποις τὸ μέγα ἔλεος, Ἰησοῦς ὁ ὑπεράγαθος, ὅθεν γενεαὶ Σὲ μεγαλύνομεν.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Εὗρες τὸν μισθόν, τῶν βασάνων σου Πανεύφημε, καὶ ἀντὶ αἵματος τὸ Πνεῦμα εἴληφας, ὅ μοι παράσχοις, ταῖς ἁγίαις ἱκεσίαις σου.
Ἤρθης ὡς χρυσός, ἐκ καμίνου δοκιμώτερος, καὶ βόθρῳ Μάρτυς τὸν σατὰν ἐβύθισας, οὗ τῶν παγίδων, ὅσον τάχιστα λυτρώσαις με.
Σύντριμμα δεινόν, ῥαβδισμῷ σου ἐναπέδειξας, τὸν πολεμοῦντά σε παρθένε ἁγνή, οὗ τὰς ἐπάρσεις, καταξίωσον συντρίβειν με.
Θεοτοκίον.
Ἴλεων Χριστόν, Θεοτόκε ἀπεργάσαις μοι, ὅτι συσφίγγομαι ἐν πταίσμασι πολλοῖς, ἁμαρτιῶν μου, καὶ ἐλέους οὐν πῶς τεύξομαι;

ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ.
Συνήγειρας, τῶν ἀγγέλων τάγματα, τῇ εὐτόνῳ καὶ σεπτῆ μαρτυρίᾳ, ὅθεν οἰκεῖς, μετὰ τούτων Ἁγὶα, καὶ ἀπολαύεις Χριστοῦ Ὧ, ἐνήθλησας, ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς προσπιπτόντων τῇ σκέπη σου.
Ἐβάστασαν, Ἀθληφόρε σῶμά σου, τὸ ἁγνὸν ἐν κολυμβήθρᾳ αἱ φῶκαι, ὅτι ὀσμή, ἀγαπήσεως θείας, πᾶσαν τὴν φύσιν δαμάζει τὴν ἄλογον, δαμάσαις ὅθεν τῶν παθῶν, τῆς ψυχῆς μου τοὺς θῆρας Πανεύφημε.
Κατέπληξας, Ἐκκλησίαν ἇπασαν, Εὐφημία τοῖς κλεινοῖς σου ἀγῶσι, καὶ τῇ σεπτῆ, τελευτῇ, δι᾽ ἧς ἔστης, σὺν ταῖς φρονίμοις παρθένοις ἐνώπιον, Νυμφίου σου τοῦ ἐκλεκτοῦ, Ὧ, καμὲ συναρμόσαις σοῦ δέομαι.
Θεοτοκίον.
Πανύμνητε, τῶν Μαρτύρων γλύκασμα, καὶ ψυχῶν ἐκζητουσῶν χαρμοσύνη, τὸν σὸν Υἱόν, ὅταν κρίνῃ τὸν κόσμον, τῆς σῳζομένων μερίδος ἀξίωσον, κἀμὲ λιταῖς σου μητρικαῖς, ὅπως χαίρων δοξάζω τὴν δόξαν σου.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πόθῳ σε εὐφημοῦντας, Εὐφημία σεμνὴ καλλιπάρθενε, καὶ λύτρωσαι ἧμῶν ψυχάς, τῶν βελίαρ παγίδων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ανερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις και τὸ Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Πανευφήμους ᾠδὰς σεμνὴ σοι προσάγοντας, ἱλεώσαις Χριστῷ, πολλὰ ἁμαρτάνοντας, καὶ γὰρ ἔχεις, τὴν παῤῥησίαν ἐξ ἀγώνων σου πολλήν, διό, χρῆσαι ταύτῃ ἐκτενῶς, εἰς ἐπιστήριξιν ψυχῶν, τῶν ἐκ πόθου βοώντων σοι· πρόφθασον Εὐφημία, δείχθητι ἡμῖν τεῖχος, κατὰ ἐχθροῦ τοῦ νοητοῦ, ὃν κατάργησαι πολύαθλε.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στίχ.: Πεφυτευμένος ἐν τῷ οἴκῷ Κυρίου...

ΕΥΑΓΓΕλΙΟΝ. Ἒκ τοῦ κατὰ Ματθαῖον (κεφ. κε´. 1- 13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἕλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδού, ὸ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐκ ἀρκέσῃ ἧμῖν καὶ ὑμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ άγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος καὶ αὶ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα: Ταῖς τῆς Πανευφήμου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Στ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός... Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην σου τὴν ἔφεσιν, ὡς ἀσματίζουσα νύμφη, πρὸς Χριστὸν κατεύθυνας, κάλλει ὑπερβαίνοντα βροτοὺς ἅπαντας· καὶ ψυχὴν ἤνδρισας, τῇ δυνάμει Πνεύματος, τοῦ Ἁγίου καλλιπάρθενε, ὅθεν κατήργησας, πάντα τοῦ ἐχθροῦ τὰ κινήματα, καὶ στέφος τὸ οὐράνιον, εἵληφας Μαρτύρων τρισόλβιε· σκήνους σου δὲ θείου, τὸ ἄφθορον εἰς πίστωσιν πολλῆς, ἣν πρὸς Θεοῦ εὗρες χάριτος, Εὐφημία πάνσεμνε.

Ὁ Ἱερεύς· Σῶσον ὁ Θεός.. κ.λ.π.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ᾽Ιουδαίας,
Ὅ τηρήσας σε σώαν, ἐκ τῶν μαρτυρίου βασάνων Πανεύφημε, καθάπερ σοι βραβεῖον, σκήνους ἀφθαρσίαν, εἰς αἰῶνας δεδώρηται, ὃ νοερῶς προσκυνῶν, Τριάδα μεγαλύνω.
Θείᾳ χάριτι Μάρτυς, Χαλκηδόνος Συνόδου Τόμον ἐκύρωσας, χαρᾶς τὴν Ἐκκλησίαν, πληρώσασα ἀκούεις, εὐγνωμόνως τὴν αἴνεσιν, ὅθεν κἀμὲ δυσωπῶ, Ὀρθοδοξίᾳ τήρει.
Ὁπῆς μύρον ἐξῆλθεν, ὅτε σκήνωμά σου πυρὶ ἐπέῤῥιψαν, ὃ αἵματι τιμίῳ, κεκέρασται παρέχον, ἀσθενοῦσιν ἰάματα, διὸ ψυχήν μου σφοδρῶς, νοσοῦσαν θεραπεύσαις.
Θεοτοκίον.
Ὕλικῆς προσπαθείας, μάκρυνον Παρθένε τὸν νοῦν μου καὶ κάθαρον, ἁπάσης φαντασίας, τῇ μνήμῃ τοῦ Κυρίου, τοῦ γλυκαίνοντος ὕπαρξιν, πᾶσαν βροτείαν Ἁγνή, ὅπως σε μεγαλύνω.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἐν τῇ θαλάσσῃ, τὸ σκήνωμά σου ἐῤῥίφη, ἁγιάσαν φύσιν τῶν ὑδάτων, σὲ δέ μοι τιμῶντι, δακρύων ὕδωρ δῴης.
Ὑποδεχθεῖσα, τῇ φιλαδέλφῳ ἀγάπῃ, Γλυκερίας μάρτυρος ἐν Λήμνῳ, τὴν φιλαδελφίαν, ἐγκαίνισον ψυχῆ μου.
Φανερωθεῖσα, παραδοξότητι τρόπων, Βυζαντίῳ σεμνὴ ἀνεκομίσθης, ὃ ἀεὶ φυλάττοις, σὲ προσκυνοῦν ἐκ πόθου.
Θεοτοκίον.
Ἠτίμασά σου, τὴν κλῆσιν Ἄχραντε Μῆτερ, καὶ τὸ ἔνδυμα ἐῤῥύπωσα τοῦ γάμου, ὅθεν σαῖς πρεοβείαις, τοῦτό μου ἀποπλύναις.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ ὁ ὀλοθρευτής με, Μάρτυς κυριεύσῃ, φλιὰν ψυχῆς μου σῷ μύρῳ ἀσφάλισαι, ἵνα Κυρίου ἡ χάρις, μόνη κατέχῃ με.
Ἰάτρευσον τὰ πάθη, τῶν σοι προσφευγόντων, Παρθενομάρτυς ψυχῆς καὶ τοῦ σώματος, οἴκους Κυρίου δεικνῦσα, ἡμᾶς καὶ ὄργανα.
Ἀείποτε τὴν θύραν, κροῦε τῆς ψυχῆς μου, ὡς ἀσκητοῦ ἐν τῷ Ἄθῳ Πανεύφημε, κελλίου θύραν ὀφθεῖσα, σεμνῶς ἐπέκρουσας.
Θεοτοκίον.
Ἄχραντε Θεοτόκε ἅμα Εὐφημίῳ τῷ τῶν Μαρτύρων Παρθένων ἡδύσματι, τὴν ψυχικὴν μου ἁγνείαν, σῴαν φυλάξατε.

Ἄξιόν ἐστιν... καὶ τὰ Μεγαλυνάρια.
Τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ, δεῦτε Εὐφημίαν, εὐφημήσωμεν ἐκ ψυχῆς, βρύει γὰρ θαυμάτων, ὡς δαψιλής τις βρύσις, τὴν χάριν τοῖς αἰτοῦσι, πλουσιοπάροχον.
Σκῆνός σου τὸ θεῖον καὶ ἱερόν, Μάρτυς Εὐφημία, προσκυνοῦμεν πανευλαβῶς, ὅπως σαῖς πρεσβείαις, ληψώμεθα ἀφθόνως, τοῦ Πνεύματος τὴν Χάριν, ἧ σοι ἐνῴκησεν.
Τὴν Χριστοῦ Μεγάλην Μάρτυς σεμνή, Θείαν Ἐκκλησίαν, σκέποις πάντοτε σαῖς εὐχαῖς, Λείψανον τιμῶσαν, σὸν ἄφθαρτον καὶ μνήμην, ἐν ὕμνοις ἐτησίοις καταγεραίρουοαν.
Μάρτυρες Κυρίου πανευκλεεῖς, θεία Εὐφημία, Γλυκερία τε θαυμαστή, ἔρωτι τρωθεῖσαι τοῦ Ἰησοῦ καιρίως, ψυχαῖς ἡμῶν ἀγάπην, Τούτου ἐμβὰλετε.
Εὑμοιροῦσα κλήσεως σῆς σεμνή, θεία Εὐφημία, σοὶ προοπίπτω καὶ ταπεινῶς, δέομαι εὐχαῖς σου, εὑρεῖν ὁμοθρονίαν, ἐν δόξη τοῦ νυμφῶνος· μὴ ἐπιλάθου μου.
Πᾶσαι τῶν Ἀγγέλων...

Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε· τῆς γὰρ τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.


Ἐν τῇ Ἀπολύσει, τὸ Προσόμοιον, Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σε,
Δεῦτε Εὐφημίας τῆς σεπτῆς, μαρτυρίου θείοις λειμῶσι κατατρυφήσαντες, τὸν Χριστὸν δοξάσωμεν, ταύτην δοξάσαντα, ὅπως λάβωμεν ἄφθονον, τοῦ Πνεύματος, χάριν, καὶ τὸ πῦρ τὸ ἄϋλον ψυχαῖς ἀνάψωμεν, φλέγον ἁμαρτίας τὴν ὕλην, καὶ τῆς Βασιλείας καινῖζον, τὸ οὐρανοπόθητον πολίτευμα.
Δέσποινα Πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...

Δι᾿ εὐχῶν...

Στίχοι ἱκετικοί.
Τὴν εὐφημίαν ἐκ δυσφήμου κᾳρδίας
δέξαι ὡς χήρας τὸ δίλεπτον, ὦ Μάρτυς.

Απο το voutsinasilias.blogspot.com
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”